← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§120.27-121.33

必然推论中归谬法的不适用与展布法证明

斐洛庞诺斯就亚里士多德在《前分析篇》30a6中指出的第二格第四式与第三格第五式,解释了为何必然推论不能使用归谬法证明,并详细说明了通过展布法进行证明的具体步骤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5

" Ἐν δὲ τῷ μέσῳ σχήματι, ὅταν ᾖ τὸ μὲν καθόλου καταφατικὸν τὸ δ’ ἐν μέρει στερητικόν, καὶ πάλιν ἐν τῷ τρίτῳ, ὅταν ᾖ τὸ μὲν καθόλου καταφατικὸν τὸ δ’ ἐν μέρει στερητικόν, οὐχ ὁμοίως ἔσται ἡ ἀπόδειξις." Τῶν ἄλλων, φησίν, ὁμοίως ἐχόντων κατὰ πάντα ἐπὶ τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος μόνος ὁ τέταρτος ἐν δευτέρῳ σχήματι καὶ ἐν τρίτῳ ὁ πέμπτος διαφέρουσιν ἐν τῷ ὑπάρχοντι τρόπῳ καὶ τῷ ἀναγκαίῳ· ἐν μὲν γὰρ τῷ ὑπάρχοντι δι’ ἀντιστροφῶν μὲν οὐκ ἐδείκνυντο ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· ἐπὶ μέντοι τοῦ ἀναγκαίου οὐ δυνατὸν διὰ τῆς τοῦ ἀδυνάτου δείξεως τούτους ἀποδεῖξαι. οἷον ὡς ἐπὶ τοῦ τετάρτου συλλογισμοῦ τοῦ δευτέρου σχήματος προΐτω ὁ λόγος· ἔστω γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τῷ δὲ Γ ἐξ ἀνάγκης μὴ παντί· λέγω ὅτι τὸ Β ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ ὑπάρχει. τοῦτο δέ, ὥσπερ εἶπον, οὐ δυνατὸν τῇ εἰς ἄτοπον ἀπαγωγῇ δεῖξαι λέγοντας1 ὅτι, εἰ ψεῦδός ἐστι τὸ ἐξ ἀνάγκης μὴ παντὶ ὑπάρχειν, ἔσται ἀληθὲς τὸ ὅτι τῷ Γ ἐνδέχεται παντὶ τὸ Β ὑπάρχειν· ἀλλὰ μὴν καὶ τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης ὑπῆρχεν. εἶτα ποῖον ἀκολουθεῖ τὸ συμπέρασμα, ἀγνοοῦμεν· γίνεται γὰρ ἡ συζυγία ἐν πρώτῳ σχήματι ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης, ἥτις ποῖον συνάγει συμπέρασμα, οὔπω ἴσμεν πρὸ τοῦ διδάξαι τὸν φιλόσοφον περὶ τῆς μίξεως2 τοῦ ἐνδεχομένου πρὸς τὸ ἀναγκαῖον. ὥστε καλῶς ἐλέγετο μὴ δύνασθαι δείκνυσθαι τὸν τέταρτον συλλογισμὸν τοῦ δευτέρου σχήματος διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ πέμπτου τρόπου τοῦ τρίτου σχήματος συμβαίνει. δείκνυνται οὖν δι’ ἐκθέσεως. ἡ δὲ ἔκθεσις ἐνταῦθα τοιαύτη. ἐπὶ μὲν τοῦ τετάρτου ἐν δευτέρῳ σχήματι, εἰ τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης τῷ δὲ Γ τινὶ οὐχ ὑπάρξει ἐξ ἀνάγκης, ληπτέον μέρος τοῦ Γ ᾧ τὸ Α οὐχ ὑπάρξει, οἷον τὸ Δ, καὶ τακτέον οὕτως· εἰ τὸ Α οὐδενὶ τῷ Δ, οὐδὲ τὸ Δ οὐδενὶ τῷ Α· τὸ δὲ Α παντὶ τῷ Β· τὸ ἄρα Δ οὐδενὶ τῷ Β· οὐκοῦν οὐδὲ τὸ Β οὐδενὶ τῷ Δ· τὸ δὲ Δ τι τοῦ Γ ἐστί· τὸ ἄρα Β τινὶ τῷ Γ οὐχ ὑπάρξει. ἐπὶ δὲ τοῦ τρίτου σχήματος, εἰ τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρξει, τὸ δὲ Β παντὶ τῷ Γ, τὸ Α τινὶ τῷ Β οὐχ ὑπάρξει. προσκείσθω οὖν μέρος τοῦ Γ ᾧ τὸ Α οὐχ ὑπάρξει, οἷον τὸ Δ, καὶ ἔσται οὕτως· εἰ τὸ Α τῷ Δ οὐδενί, τὸ δὲ Β παντὶ τῷ Δ, εἴγε καὶ τῷ Γ παντί, οὗ μέρος τὸ Δ,3 ἀντιστρέφει δὲ ἡ Β Δ, καὶ ἔσται τὸ Δ τινὶ τῷ Β· εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Δ, τὸ δὲ Δ τινὶ τῷ Β, τὸ Α τινὶ τῷ Β οὐχ ὑπάρξει. εἰκότως δὲ οἱ συλλογισμοὶ τοῦ ἀναγκαίου ὡσαύτως ἔχουσι τοῖς τοῦ ὑπάρχοντος καὶ ὁμοίως αὐτοῖς δείκνυνται, διότι καὶ αἱ ἀντιστροφαὶ τῶν προτάσεων τοῦ ἀναγκαίου ὡσαύτως ἐλέγοντο ἔχειν ταῖς τοῦ ὑπάρχοντος.

“但在中格中,当一个是全称肯定而另一个是特称否定时,以及在第三格中,当一个是全称肯定而另一个是特称否定时,证明将不会以同样的方式进行。” 他说,其余[格式]在必然与实然的情形下,在各方面都处于相似的状态,唯独第二格中的第四个格式和第三格中的第五个格式在实然样态与必然样态中有所不同。因为在实然中,它们不是通过换位证明的,而是通过归谬法证明的;然而在必然的情形下,不可能通过归谬法来论证它们。例如,让我们就第二格的第四个推论展开讨论:设Α出于必然属于所有的Β,但出于必然不属于所有的Γ;我说,Β出于必然不属于所有的Γ。但是正如我所说的,这不可能通过归谬法来证明,即说:如果“出于必然不属于所有”是假的,那么“Β可能属于所有的Γ”就将是真的;然而Α出于必然属于所有的Β。那么接下来会得出何种结论,我们不得而知;因为第一格中的前提组合是由必然的全称肯定大前提和可能的全称肯定小前提构成的,而在哲学家讲授可能与必然的混合之前,我们还不知道这会得出何种结论。因此,说第二格的第四个推论不能通过归谬法来证明是完全正确的。同样的情况也发生在第三格的第五个格式上。因此,它们是通过展布法来证明的。而这里的展布法是这样的。在第二格的第四个[格式]中,如果Α出于必然属于所有的Β,而出于必然将不属于某个Γ,就应当取Γ中Α将不属于的一个部分,例如Δ,并如此排列:如果Α不属于任何Δ,则Δ也不属于任何Α;但Α属于所有的Β;因此Δ不属于任何Β;所以Β也不属于任何Δ;但Δ是Γ的某一部分;因此Β将不属于某个Γ。而在第三格中,如果Α将不属于某个Γ,而Β属于所有的Γ,则Α将不属于某个Β。那么就附加Γ中Α将不属于的一个部分,例如Δ,它将是这样的:如果Α不属于任何Δ,而Β属于所有的Δ——既然它也属于所有的Γ,而Δ是Γ的一部分——并且Β与Δ[的前提]换位,Δ将属于某个Β;那么,如果Α不属于任何Δ,而Δ属于某个Β,则Α将不属于某个Β。必然推论与实然推论处于同样的状态,并且以相似的方式得到证明,这是合情合理的,因为必然前提的换位也被说成是与实然前提的换位处于同样的状态。

语法注3 条
  1. 2.5λέγοντας

    宾格现在分词 λέγοντας 与前文不定式 δεῖξαι 的逻辑主语(泛指的“人们/我们通过说……”)一致,处于非人称结构 οὐ δυνατὸν δεῖξαι 之中。

  2. 2.5πρὸ τοῦ διδάξαι τὸν φιλόσοφον περὶ τῆς μίξεως

    由介词 πρό 加上属格冠词的不定式(τοῦ διδάξαι)构成的短语,其逻辑主语由宾格 τὸν φιλόσοφον(哲学家,即亚里士多德)表示(“在哲学家讲授……之前”)。

  3. 2.5εἴγε καὶ τῷ Γ παντί, οὗ μέρος τὸ Δ

    在由 εἴγε(“既然确实/如果真的”)引导的条件从句中,谓语动词 ὑπάρχει 被省略。属格关系代词 οὗ 的先行词是前面的 τῷ Γ,全句意为“既然[Β]也属于所有的Γ,而Δ是其一部分”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:120.27-121.33