← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§119.2-120.26

必然推论的引入及其顺序与换位规则

对《前分析篇》卷一第八章开头(29b29–30a3)引入必然推论部分的注疏。斐洛波诺斯解释了在实然推论之后处理必然推论的次序根据、实然推论与必然推论之间的对应关系以及“几乎”这一限定的意图,并阐明了否定前提换位规则的共通性与特异性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0

Ἐπεὶ δ’ ἕτερόν ἐστιν ὑπάρχειν τε καὶ ἐξ ἀνάγκης ὑπάρχειν καὶ ἐνδέχεσθαι ὑπάρχειν. Πληρώσας τὸν περὶ τῶν τριῶν σχημάτων τῶν ὑπαρχουσῶν προτάσεων λόγον μέτεισιν ἐπὶ τὰς τοῦ ἀναγκαίου προτάσεις, καὶ εἰκότως δευτέραν αὐταῖς ἐπιτίθησι τάξιν. ἐπειδὴ γὰρ τὰ μὲν τῶν ὄντων ἀεὶ ὡσαύτως ἔχουσι καὶ πᾶσιν ὑπάρχουσι, τὰ δὲ ὑπάρχουσι μὲν οὐκ ἐξ ἀνάγκης δέ, ἀλλὰ δύνανται καὶ μὴ ὑπάρχειν, τὰ δὲ οὔτε ὑπάρχουσιν οὔτε ἐξ ἀνάγκης ὑπάρχουσι, δύνανται δὲ ὅμως ὑπάρξαι καὶ μὴ ὑπάρξαι, ὧν τὸ μὲν πρῶτόν ἐστι τοῦ ἀναγκαίου, τὸ δὲ δεύτερον τοῦ ὑπάρχοντος, τὸ δὲ τρίτον τοῦ ἐνδεχομένου, διὰ τοῦτο τὸν μὲν περὶ τῶν ὑπαρχουσῶν προτάσεων πρῶτον ἐποιήσατο λόγον ὡς ἁπλούστερον· τῷ γὰρ ὑπάρχοντι προσιόντα τινά, οἷον τὸ ἀεὶ καὶ τὸ παντί, ποιεῖ τὸ ἀναγκαῖον.1 μέσον δὲ τάττει τὸν περὶ τῶν ἀναγκαίων συζυγιῶν λόγον ὡς μέσην ἐχουσῶν τάξιν τῶν τε ἁπλῶς ὑπαρχουσῶν καὶ τῶν ἐνδεχομένως· ὑπάρχουσι μὲν γὰρ καὶ αὗται, ἀλλ’ ἀεὶ καὶ ἀναγκαίως· αἱ δὲ τοῦ ἐνδεχομένου οὐχ ὑπάρχουσι μέν, δύνανται δὲ ὑπάρξαι καὶ μὴ ὑπάρξαι. διὰ τοῦτο μὲν οὖν δεύτερον τὸν περὶ τῶν ἀναγκαίων συζυγιῶν ποιεῖται λόγον. εἰ δὲ ἕτεραι μὲν αἱ ὑπάρχουσαι προτάσεις, ἕτεραι δὲ αἱ τοῦ ἀναγκαίου καὶ ἐνδεχομένου, δῆλον ὅτι ἑτέρων οὐσῶν τῶν προτάσεων ἕτερον ἔσται καὶ τὸ συμπέρασμα· ἐκ μὲν γὰρ ὑπαρχουσῶν προτάσεων ὑπάρχον γίνεται τὸ συμπέρασμα, ὁμοίως δὲ καὶ ἐξ ἀναγκαίων ἀναγκαῖον καὶ ἐξ ἐνδεχομένων ἐνδεχόμενον.

而既然属于不同于出于必然而属于以及可能属于。 在完成了关于实然前提的三格的论述之后,他过渡到必然前提,并合情合理地赋予它们第二位的次序。因为在存在物中,有些始终处于同一状态并且属于所有,有些虽然属于但并非出于必然,而是也可以不属于,有些则既不属于也不出于必然属于,然而却可以属于也可以不属于;其中第一类属于必然,第二类属于实然,第三类属于可能,正是因此他首先进行了关于实然前提的论述,视其为更单纯的;因为加于实然前提上的某些事物,例如“始终”和“属于所有”,构成了必然。而他把关于必然前提组合的论述置于中间,视其具有介于单纯实然与可能之间的中间位置;因为这些前提组合也属于,但却是始终且必然地[属于];而可能的前提组合虽然不属于,却可以属于也可以不属于。因此,他把关于必然前提组合的论述放在第二位。如果实然前提不同,而必然和可能的前提也不同,显然,既然前提不同,结论也必将不同;因为从实然前提中产生实然的结论,同样地,从必然前提中产生必然的结论,从可能前提中产生可能的结论。

§2.2

"Ἐπὶ μὲν οὖν τῶν ἀναγκαίων σχεδὸν ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ὑπαρχόντων· ὡσαύτως γὰρ τιθεμένων τῶν ὅρων ἔν τε τῷ ὑπάρχειν καὶ τῷ ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἔσται τε καὶ οὐκ ἔσται συλλογισμός." Ὥσπερ, φησίν, ἔχουσιν αἱ τοῦ ὑπάρχοντος προτάσεις, οὕτως ἔχουσι σχεδὸν καὶ αἱ τοῦ ἀναγκαίου· αἱ αὐταὶ γάρ εἰσιν ἐν τούτοις συλλογιστικαί τε καὶ ἀσυλλόγιστοι ἐν ἑκάστῳ σχήματι, καὶ ὡσαύτως ἀλλήλαις τὰς δείξεις ἔχουσι· διοίσουσι δὲ μόνον τῷ τὰς μὲν μετὰ τρόπου εἶναι τὰς δὲ ἄνευ τρόπου.2 προσέθηκε δὲ τὸ σχεδὸν διὰ τὸν τέταρτον συλλογιστικὸν τοῦ δευτέρου σχήματος τρόπον καὶ τὸν πέμπτον τοῦ τρίτου· ἔστι γὰρ ἐν τούτοις διαφορὰ τῶν ἀναγκαίων πρὸς τοὺς ὑπάρχοντας, ὡς ἑξῆς ἡμῖν ἐπιδείξει.

“于是在必然[前提]的情形下,与实然[前提]的情形几乎相同;因为当词项以同样的方式被设定时,无论在属于中,还是在出于必然属于或不属于中,推论都同样会成立或不成立。” 他说,正如实然前提所处的状态那样,必然前提也几乎处于同样的状态;因为在各格中,有效推论与非有效推论在这些前提中是相同的,并且它们相互之间的证明也是同样的;它们所不同的仅仅在于一方带有样态,而另一方不带样态。但他加上“几乎”,是因为第二格的第四个有效格式和第三格的第五个格式;因为在这些格式中,必然推论与实然推论之间存在差异,正如他随后将向我们展示的那样。

§2.3

"Τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστρέφει." Καίτοι οὐ μόνον τὸ στερητικὸν ἀλλὰ καὶ τὸ κατηγορικόν. τί οὖν μὴ καὶ τούτου ἐμνήσθη; ἐροῦμεν οὖν ὅτι τὸ μὲν κατηγορικὸν ἐπὶ πάντων τῶν τρόπων ὁμοίως ἀντιστρέφει, καὶ οὐδὲν θαυμαστὸν εἰ καὶ ἐπὶ τούτων· τὸ δὲ στερητικὸν οὐχ ὁμοίως ἐπὶ τοῦ ἐνδεχομένου, ὡς αὐτός φησι. διὸ ταύτης μόνης τῆς ἀντιστροφῆς ἐμνήσθη ὡς τοῖς δύο μόνοις τρόποις ὑπαρχούσης· τὴν δὲ ἄλλην ὡς κοινὴν ἁπάντων παρῆκεν.

“因为否定[前提]也以同样的方式换位。” 然而不仅否定前提换位,肯定前提也是如此。那么他为何没有提及肯定前提呢?因此我们将说,肯定前提在所有的样态中都以同样的方式换位,如果在这些[必然前提]中也是如此,并不值得奇怪;但正如他自己所言,否定前提在可能样态中并非同样如此。所以他只提到了这一种换位,视其为仅属于这两种样态;而把另一种换位视作一切样态所共有的而略去了。

§2.4

"Ἐν μὲν οὖν τοῖς ἄλλοις τὸν αὐτὸν τρόπον δειχθήσεται διὰ τῆς ἀντιστροφῆς ὅτι τὸ συμπέρασμα ἀναγκαῖον." Ὁμοίως γὰρ ἢ κατ’ εὐθεῖαν δειχθήσονται ἢ δι’ ἀντιστροφῆς οἵ τε ἀναγκαῖοι καὶ οἱ ὑπάρχοντες.

“于是在其余[格式]中,将以同样的方式通过换位证明结论是必然的。” 因为无论是直接地还是通过换位,必然推论与实然推论都将以同样的方式被证明。

语法注2 条
  1. 2.1τῷ γὰρ ὑπάρχοντι προσιόντα τινά, οἷον τὸ ἀεὶ καὶ τὸ παντί, ποιεῖ τὸ ἀναγκαῖον.

    主语为中性复数名词短语 προσιόντα τινά,谓语动词 ποιεῖ 则按中性复数主语接单数动词的规则采取单数形式。τῷ ὑπάρχοντι 是分词 προσιόντα 所支配的与格补足语。

  2. 2.2διοίσουσι δὲ μόνον τῷ τὰς μὲν μετὰ τρόπου εἶναι τὰς δὲ ἄνευ τρόπου.

    τῷ ... εἶναι 是表示区分视点或原因的带冠词与格不定式。宾格 τὰς μὲν ... τὰς δέ(分别指代必然前提组合与实然前提组合)作为其逻辑主语,构成宾格不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:119.2-120.26