- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:12.13-13.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注疏亚里士多德对前提的定义(24a16),说明以言说为属、以量和质为种差的构成,介绍了亚历山大关于该定义非本义定义的质疑,并反驳了有关并列诸种间优劣与复合性的难关。
" Πρότασις μὲν οὖν ἐστι λόγος καταφατικὸς ἢ ἀποφατικὸς τινὸς κατά τινος." Καθὼς ἐπηγγείλατο, βούλεται ὁρίσασθαι ἅπερ προέτεινε, καὶ πρώτην τὴν πρότασιν κατὰ τὴν προτεθεῖσαν τάξιν. λαμβάνει δὲ γένος μὲν τὸν λόγον· κατηγορεῖται γὰρ οὐ μόνον τοῦ ἀποφαντικοῦ ἀλλὰ καὶ τοῦ ἐρωτηματικοῦ καὶ τῶν ἄλλων ὁμοίως. διαφορὰς δὲ λαμβάνει ἔκ τε τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ, καὶ τοῦ ποιοῦ μὲν κατάφασιν καὶ ἀπόφασιν, τοῦ δὲ ποσοῦ καθόλου καὶ μερικὸν καὶ ἀπροσδιόριστον. ὥστε ἐκ τούτων εὑρεθήσονται εἴδη προτάσεων ἕξ, ἑκάστης τῶν τριῶν τῶν ἐκ τοῦ ποσοῦ κατὰ τὸ ποιὸν διπλασιαζομένης. τῶν δὲ καθ’ ἕκαστα νῦν οὐκ ἐμνημόνευσεν ὡς μὴ περὶ ταύτας καταγινόμενος, διότι οὐδεμία ἐπιστήμη περὶ τὰ καθ’ ἕκαστα ἔστι. καὶ τινὲς βούλονται λέγειν, ὧν εἷς ἐστι καὶ Ἀλέξανδρος ὁ Ἀφροδισιεύς, ὅτι κυρίως ὁρισμὸν οὐ παραδέδωκεν ὁ Ἀριστοτέλης τῆς προτάσεως· καὶ κατασκευάζει τοῦτο πάνυ δεινῶς. φησὶ γὰρ ὅτι δεῖ ἐπὶ τοῦ κυρίως ὁρισμοῦ τὰ μέρη αὐτοῦ περιττεύειν τοῦ ὁριστοῦ1 πάντως· οἷον ὁριζόμεθα τὸν ἄνθρωπον οὕτως ‘ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν’, καὶ εὑρίσκομεν πάντως ἐξ ἀνάγκης πάντα τὰ μέρη τοῦ ὁρισμοῦ τούτου περιττεύοντα τοῦ ὁριστοῦ· καὶ γὰρ καὶ τὸ ζῷον περιττεύει τοῦ ἀνθρώπου καὶ τὸ λογικόν· τὸ μὲν γὰρ διαφορά ἐστι, τὸ λογικόν, τὸ δὲ γένος· ὁμοίως δὲ περιττεύει καὶ τὸ θνητὸν τοῦ ἀνθρώπου. ἐπὶ δὲ τοῦ νῦν παραδεδομένου ὁρισμοῦ τῆς προτάσεως οὐχ ὁρῶμεν ταῦτα οὕτως ἔχοντα· ἡ γὰρ κατάφασις καὶ ἡ ἀπόφασις, ἃς παρέλαβεν ὡς διαφοράς, οὐδὲν περιττεύουσι τοῦ ὁριστοῦ, τουτέστι τῆς προτάσεως, τοὐναντίον δὲ καὶ ἐλλείπει ἕκαστον ἰδίᾳ λαμβανόμενον. κατασκευάζει δὲ πάλιν ὅτι οὐδὲ ὁ λόγος εἴληπται ὡς γένος καταφάσεως καὶ ἀποφάσεως, λόγος δὲ δηλονότι ὁ ἀποφαντικός. λέγει γὰρ ὅτι τὰ εἴδη ἀντιδιαιρεῖται ἀλλήλοις καὶ οὐ τὸ μέν ἐστι πρῶτον τὸ δὲ δεύτερον, ἐπὶ δὲ τῆς καταφάσεως καὶ ἀποφάσεως οὐκ ἔστι τοῦτο· προτέρα γὰρ ἡ κατάφασις τῆς ἀποφάσεως οὐ μόνον ἀξιώματι, ὡς τινὲς ὑπέλαβον, ἀλλὰ καὶ χρόνῳ· ἁπλουστέρα γάρ ἐστιν ἡ κατάφασις καὶ προσλαβοῦσα τὸ ἀρνητικὸν μόριον ποιεῖ τὴν ἀπόφασιν. ἔστι δὲ πρὸς ταῦτα εἰπεῖν, καὶ τέως γε πρὸς τὴν ὑστέραν ἀπορίαν ἀπαντητέον, καὶ διαρθρωτέον πῶς λέγεται ἐν τοῖς ἀντιδιῃρημένοις εἴδεσι μὴ εἶναι ἄλλο ἄλλου τιμιώτερον ἢ ἀτιμότερον. τοῦτο γάρ ἐστιν ἀληθὲς κατὰ τὴν τοῦ γένους μετουσίαν, οὐκέτι μέντοι κατὰ τὰς ἑκάστου εἴδους συστατικὰς διαφοράς· τοῦ μὲν γὰρ γένους ἰσοτίμως μετέχειν ἀνάγκη τὰ ἀντιδιῃρημένα ἀλλήλοις εἴδη, καὶ ταύτῃ κριτέον εἰ γένος τὸ κοινῶς αὐτῶν κατηγορούμενον, οὐ μὴν τῷ τῆς αὐτῆς εἶναι ἀξίας τὰ εἴδη.2 τοῦτο γὰρ ἀδύνατον, εἴγε καὶ οὐσιῶν διαφορὰς δεῖ εἶναι· ὁ γὰρ τοῦτο λέγων ἀναιρεῖ τῶν οὐσιῶν τὰς διαφοράς· εἰ δέ εἰσιν οὐσιῶν διαφοραί, ἀνάγκη ἢ ἐπὶ τὸ κρεῖττον ἢ ἐπὶ τὸ χεῖρον διαφέρειν. οὐ ταύτῃ οὖν διαγνωστέον τὰ ἀντιδιῃρημένα ἀλλήλοις εἴδη καὶ ὑπὸ τὸ αὐτὸ γένος ἀναγόμενα, ἐπεὶ οὕτως οὐδὲν οὐδενὸς ὡς γένος κατηγορηθήσεται (ἐν πᾶσι γάρ ἐστι τὸ τιμιώτερον καὶ ἀτιμότερον), ἀλλ’ ὡς εἶπον, εἰ ὁμοτίμως πάντα τὰ εἴδη τοῦ γένους μετέχει, κἂν διαφορᾶς τὸ μὲν κρείττονος τὸ δὲ χείρονος ἔτυχεν, ὥσπερ, εἰ τύχοι, ἄνθρωπος καὶ ἵππος· ταῦτα γὰρ τῆς μὲν τοῦ ζῴου φύσεως ἰσοτίμως κοινωνεῖ, διαφορᾶς δὲ κρείττονος ὁ ἄνθρωπος τῆς τοῦ λογικοῦ τετύχηκε. τί οὖν θαυμαστὸν εἰ καὶ ἡ κατάφασις, εἶδος οὖσα τῆς ἀποφάνσεως ἀντιδιῃρημένον τῇ ἀποφάσει, τιμιωτέρας τυχοῦσα διαφορᾶς τῆς καταφατικῆς τιμιωτέρα ἐστίν; ἀλλ’ οὐδὲ διὰ τὸ ἁπλουστέραν εἶναι τὴν κατάφασιν συνθετωτέραν δὲ τὴν ἀπόφασιν, ἤδη διὰ τοῦτο καὶ προϋπάρχειν δεῖ χρόνῳ ἢ φύσει τὴν κατάφασιν τῆς ἀποφάσεως· πολλὰ γὰρ καὶ ἄλλα ἐστὶ τῶν ἀντιδιῃρημένων ἀλλήλοις εἰδῶν ἄλλα ἄλλων συνθετώτερα. τοῦ γὰρ ζῴου διαφορῶν οὐσῶν τοῦ τε λογικοῦ καὶ τοῦ ἀλόγου, ἤτοι τῆς ἀλογίας καὶ τῆς λογικότητος, τὰ μὲν ἄλλα ζῷα τῆς ἀλογίας μόνης μετείληφεν, οἷον ἵπποι, κύνες καὶ τὰ παραπλήσια· ἴσμεν δὲ ὡς ἡ ἄλογος οὐσία θυμῷ καὶ ἐπιθυμίᾳ καὶ αἰσθήσει καὶ φαντασίᾳ χαρακτηρίζεται· ὁ δὲ ἄνθρωπος καὶ αὐτῶν τούτων τῶν ἀλόγων δυνάμεων μετειληφὼς καὶ τῆς ἑτέρας τῶν διαφορῶν, τῆς λογικότητος, μετέσχε·3 χαρακτηρίζεται δὲ κατὰ τὸ κρεῖττον, ὡς καὶ τῶν λοιπῶν ἕκαστον.
“因此,前提乃是关于某物肯定或否定某事的言说。” 正如他所许诺的那样,他意图定义他所提出的那些事物,并按照提出的次序首先定义前提。他把言说作为属;因为言说不仅关于断言性的[言说]被述说,而且同样关于疑问性的[言说]以及其余的[言说]被述说。他从量和质两方面取得种差:从质取得肯定与否定,从量取得全称、特称与不定。因此从这些之中将发现六种前提的种,从量得来的三种中的每一种都按照质而成倍增加。但他现在并未提及个别的诸前提,因为他不致力于这些前提,这是由于没有任何关于个别事物的科学知识。有些人试图说——阿佛洛狄西亚的亚历山大也是其中之一——亚里士多德并未给出本义上的前提定义;而他极其巧妙地论证了这一点。因为他说,在严格意义上的定义中,其各个组成部分无论如何必须超出被定义项;例如,我们把人定义为‘有理性的、可死的、能接纳理智和科学知识的动物’,我们发现必然地,这一定义的所有部分无论如何都超出被定义项;因为动物超出人,理性也同样超出;因为一个即理性是种差,另一个则是属;同样,可死也超出人。但在现在给出的前提定义中,我们并未看到这些情况如此成立;因为他作为种差采用的肯定与否定,丝毫不超出被定义项,也就是前提,相反,若将各自单独拿出来,反而不足[于前提]。他又进一步论证说,言说——显然是断言性言说——也没有作为肯定与否定的属而被采用。因为他说,诸种是相互并列区分的,绝不是一个在先而另一个在后,但在肯定与否定上却并非如此;因为肯定不仅如某些人所设想的那样在尊严上优先于否定,而且在时间上也优先;因为肯定是更为单纯的,并在加上否定小词之后造成了否定。但针对这些可以说,至少目前必须回应后一个疑难,并且应当清楚阐明,在并列区分的诸种之间不存在一个比另一个更尊贵或更卑微,究竟是如何被述说的。因为就对属的分有而言这是真实的,但就每个种的构成性种差而言则不再是真实的;因为相互并列区分的诸种必然同等地分有属,并且应当由此判定那共同关于它们被述说的东西是否是属,而不是由诸种具有相同的价值来判定。因为如果确实必须存在实体的诸种差,这一点是不可能的;因为主张这一点的人取消了实体的诸种差;而如果存在实体的诸种差,它们必然或者向更好的方向或者向更差的方向产生差异。因此,不应当由此来判定相互并列区分并归属于同一个属之下的诸种,因为那样的话没有任何东西能够作为属关于任何东西被述说了(因为在一切事物中都存在更尊贵的和更卑微的);而是正如我所说的那样,应当看所有的种是否同等地分有属,即使一个获得了更好的种差而另一个获得了更差的种差,正如比如人和马那样;因为这些同等地分有动物的本性,但人获得了理性这一更好的种差。那么,肯定既然是断言的一个种,且与否定并列区分,因获得了肯定的这一更尊贵的种差而是更尊贵的,这又有什么好奇怪的呢?但绝不能因为肯定更为单纯而否定更为复合,就因此断定肯定在时间或本性上必须预先存在于否定;因为在相互并列区分的诸种中,也有许多其他事物一个比另一个更为复合。因为当动物的种差是有理性和无理性,即无理性与理性时,其他动物仅分有了无理性,例如马、狗和类似的事物;我们知道,无理性的实体是由激情、欲望、感觉和表象所表征的;而人既分有了这些无理性的能力本身,同时也分有了另一个种差即理性;并且如同其余的每一者一样,他是根据更好的方面被表征的。
- 1.5περιττεύειν τοῦ ὁριστοῦ
περιττεύειν(超出、多余)在此指外延更广,属格 τοῦ ὁριστοῦ 用作比较属格。同样,后文的 ἐλλείπει(不足、不及)表示外延较小。
- 1.5οὐ μὴν τῷ τῆς αὐτῆς εἶναι ἀξίας τὰ εἴδη
该句与前文的 ταύτῃ(由此,即通过同等地分有属)形成对照。与格冠词不定词 τῷ εἶναι 作标准或方式与格,意为“[判定]不是由诸种具有相同价值”。
- 1.5ὁ δὲ ἄνθρωπος καὶ αὐτῶν τούτων τῶν ἀλόγων δυνάμεων μετειληφὼς καὶ τῆς ἑτέρας τῶν διαφορῶν, τῆς λογικότητος, μετέσχε
分词 μετειληφώς 和主要动词 μετέσχε 均源自表示分享(μεταλαμβάνω / μετέχω)的动词,支配属格。两个 καί 构成相关关联(καὶ ... καί ...,“既……又……”),表明人既分有了这些无理性能力本身,又分有了另一个种差即理性。
