← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§13.35-15.13

单纯性与优先性以及肯定和否定的对等地位

约翰·斐洛庞劳以动物与言说构成为例,论证了更为单纯并不等同于在本性或时间上居先,并依据“本性上在先”的定义维护了肯定与否定的并列对等地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#2

ὡς οὖν ἐνταῦθα οὐκ ἄν τις εἴποι τὸν ἵππον ἢ τὸν κύνα ἤ τι τῶν παραπλησίων διὰ τὸ ἐλαττόνων δυνάμεων μετασχεῖν καὶ ταύτῃ ἁπλούστερον εἶναι τοῦ ἀνθρώπου ἤδη καὶ τῷ χρόνῳ ἢ τῇ φύσει πρῶτον, οὐδ’ ἄρα τὴν κατάφασιν πρώτην ἂν εἴποι τις τῆς ἀποφάσεως. ἔτι δὲ καὶ τοῦ ἐμψύχου διαιρουμένου εἴς τε τὸ ζῷον καὶ τὸ ζωόφυτον καὶ φυτὸν τὰς μὲν τοῦ φυτοῦ διαφοράς, λέγω δὴ τὸ θρεπτικόν, γεννητικόν, αὐξητικόν, ἔχει καὶ τὸ ζωόφυτον, πλεονάζει δὲ τῇ ἁπτικῇ αἰσθήσει καὶ τῇ περὶ τὸν αὐτὸν τόπον κινήσει· ὁ δὲ ἵππος ἔχει ταῦτά τε καὶ τὰς αἰσθητικὰς ἁπάσας δυνάμεις μετὰ τῆς ἐκ τόπου εἰς τόπον κινήσεως, ὀρέξεώς τε καὶ φαντασίας· πρὸς τούτοις δὲ ὁ ἄνθρωπος καὶ τὰς λογικάς. ὥστε συνθετώτερος πάντων ὁ ἄνθρωπός ἐστιν, ἁπλούστερον δὲ τὸ φυτόν, μέσα δὲ τά τε ἄλογα ζῷα καὶ τὰ ζωόφυτα· καὶ οὐ δήπου εἴποι τις ἂν πρῶτον εἶναι τῇ φύσει τὰ φυτὰ διὰ τὸ ὡς πρὸς τὴν τῶν ἐν τῷ ἀνθρώπῳ ψυχικῶν δυνάμεων σύνθεσιν ἁπλούστερα εἶναι. τί οὖν, εἴποι τις ἂν ἴσως, οὐ προυπάρχειν ἀνάγκη καὶ φύσει καὶ χρόνῳ τῶν συνθέτων τὰ ἁπλᾶ ἐξ ὧν τὰ σύνθετα τὸ εἶναι ἔχουσι; ναί, φημί, ἀλλ’ οὐ ταὐτόν ἐστιν εἰπεῖν ἁπλᾶ καὶ ἁπλούστερα· τὰ μὲν γὰρ ἁπλᾶ στοιχείων ἐπέχοντα λόγον ἢ στοιχεῖα ὄντα προυπάρχει τῶν ἐξ αὐτῶν συγκειμένων· ἐνδέχεται μέντοι τῶν ἐκ τῶν ἁπλῶν συγκειμένων τὰ μὲν συνθετώτερα εἶναι τὰ δὲ ἧττον σύνθετα, καὶ ἐν τούτοις οὐκέτι τὰ ἧττον σύνθετα οὐκ ἔστι πρῶτα1 τῇ φύσει τῶν μᾶλλον συνθετωτέρων. οἷον τί λέγω; ὀκτὼ εἶναι τὰ μέρη τοῦ λόγου λέγεται, ἐξ ὧν πᾶς λόγος σύγκειται. παντὸς δὲ λόγου ταῦτα προϋπάρχει· ἀναιρουμένων δὲ τούτων καὶ πᾶς λόγος ἀναιρεῖται. ἐνδέχεται δὲ τοὺς ἐκ τούτων συγκειμένους λόγους τοὺς μὲν ἐκ δύο μόνων μερῶν συγκεῖσθαι, οἷον ἄνθρωπος τρέχει, τοὺς δὲ ἐκ τριῶν, οἷον ὁ ἄνθρωπος τρέχει, τοὺς δὲ ἐκ τεσσάρων, οἷον οὗτος ὁ ἄνθρωπος τρέχει, τοὺς δὲ ἐκ πέντε, οἷον οὗτος ὁ ἄνθρωπος καλῶς τρέχει· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. καὶ δῆλον ὅτι ὁ ἐκ δύο μόνων μερῶν συγκείμενος ἁπλούστερός ἐστι τοῦ ἐκ τριῶν καὶ οὗτος τοῦ ἐκ τεσσάρων καὶ οὗτος τοῦ ἐκ πέντε, συνθετώτερος δὲ ὁ ἐκ τῶν ὀκτώ, οἷον “πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον”· καὶ οὐ δήπου πρῶτός ἐστι τῇ φύσει ὁ λέγων ‘ἄνθρωπος τρέχει’ τοῦ λέγοντος “πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον”. πρῶτον γάρ ἐστι τῇ φύσει τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ καὶ τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ,2 ὡς τὸ ζῷον τοῦ ἀνθρώπου τῇ φύσει πρῶτον· οὐχ οὕτως δὲ ἔχει ἐπὶ τῶν εἰρημένων λόγων· οὐδεὶς γὰρ αὐτῶν τὸν ἕτερον οὔτε συναναιρεῖ οὔτε συνεισφέρει. τὰ αὐτὰ ἄρα καὶ ἐπὶ τῶν φυσικῶν· καὶ ἐπὶ τούτων γὰρ αἱ μὲν διαφοραὶ καὶ τὰ γένη, ἐξ ὧν τὰ εἴδη συνίσταται, ἁπλᾶ ἐστι, καὶ ἀναιρουμένων αὐτῶν συναναιρεῖται καὶ τὰ εἴδη· τῶν μέντοι εἰδῶν οὐδέν ἐστι τῇ φύσει πρῶτον οὐδὲ ὕστερον, κἂν τὸ μὲν πλειόνων διαφορῶν μετέχῃ τὸ δὲ ἐλαττόνων, ὡς ἐπὶ τοῦ ἵππου τυχὸν καὶ τοῦ ἀνθρώπου· οὐδὲν γὰρ τούτων οὔτε συναναιρεῖ τὸ λοιπὸν οὔτε συνεισφέρει. τὸ αὐτὸ δὲ καὶ ἐπὶ καταφάσεων καὶ ἀποφάσεων· οὐδετέρα γὰρ οὔτε συναναιρεῖ τὴν λοιπὴν οὔτε συνεισφέρει. εἰ γὰρ καὶ δοκεῖ ἡ μερικὴ καταφατικὴ εἰσφέρειν τὴν μερικὴν ἀποφατικήν, ἀλλὰ καὶ ἔμπαλιν ἡ ἀποφατικὴ τὴν καταφατικὴν συνεισφέρει, ὅταν δι’ ἑαυτὰς ἀληθεύωσιν. αἱ δὲ καθόλου συναναιροῦσι μὲν ἑαυταῖς τὰς μερικάς, ἀλλὰ καὶ συνεισφέρουσιν, ὅπερ τοῖς ὑστέροις τῇ φύσει ὑπῆρχε, καὶ οὐ συνεισφέρονται ὑπὸ τῶν μερικῶν, ὅπερ εἶχον τὰ τῇ φύσει πρῶτα. ἀλλ’ οὐδὲ αἱ ἀντιφατικῶς ἀντικείμεναι οὔτε συναναιροῦσιν οὔτε συνεισφέρουσιν ἀλλήλας· τοὐναντίον δὲ τῆς ἑτέρας οὔσης ἀληθοῦς τὴν ἑτέραν ἐπὶ τοῦ αὐτοῦ εἶναι ἀληθῆ ἀδύνατον.

因此,正如在这里,没有人会因为马、狗或任何类似之物分有了较少的能力并且在这一方面比人更为单纯,就说它在时间或本性上已经是第一位的,同样,也没有人会说肯定在否定之先。再者,当有灵魂之物被划分为动物、植动物和植物时,植动物也具有植物的种差——我指的是滋养的、生育的、生长的[能力]——但在触觉以及在同一处所周围的运动方面超过了[植物];而马除了从一处到另一处的运动、欲望和表象之外,还具有这些能力以及全部感觉能力;此外,人还具有理性的能力。结果,人在所有事物中是最复合的,植物是更单纯的,无理性动物和植动物则居于中间;当然没有人会因为植物相对于人体内灵魂能力的复合而言更为单纯,就说它在本性上是第一位的。那么,也许有人会说:复合事物借以具有其存在的单纯事物,在本性上和时间上难道不是必然预先存在于复合事物吗? “是的”,我说,“但说‘单纯之物’和说‘更单纯之物’并不是同一回事”;因为单纯之物充当元素的角色或是元素,预先存在于由它们组合而成的事物;然而,在由单纯之物组合而成的事物中,有可能一些是更复合的,另一些是较少复合的,在这些事物中,较少复合的事物在本性上决不再优先于更复合的事物。比如我说的是什么?据说言说的部分有八个,一切言说都是由它们组合而成的。这些部分预先存在于一切言说;当这些部分被取消时,一切言说也都被取消。但在由这些部分组合而成的言说中,有可能一些仅由两个部分组合而成,例如“人跑”,另一些由三个部分组合而成,例如“那人跑”,另一些由四个部分组合而成,例如“这那人跑”,另一些由五个部分组合而成,例如“这那人跑得好”;其余的情况也是同样。很显然,仅由两个部分组合而成的比由三个部分组合而成的更单纯,而这一个又比由四个部分组合而成的更单纯,这一个又比由五个部分组合而成的更单纯,而由八个部分组合而成的则是更复合的,例如“但请怜悯我这个不幸的、尚有知觉的人”;当然,说“人跑”的〔言说〕在本性上决不优先于说“但请怜悯我这个不幸的、尚有知觉的人”的〔言说〕。因为在本性上优先的,乃是协同取消却不被协同取消、协同被引入却不协同引入[另一者]的事物,正如动物在本性上优先于人;但在上述的言说中情况并非如此;因为它们之中没有一个协同取消或协同引入另一者。因此,在自然物上也是同样的道理;因为在这些事物中,种借以构成的种差和属是单纯的,当它们被取消时,种也一同被取消;然而在诸种之中,没有任何一个在本性上是优先或居后的,即使一个分有了较多的种差而另一个分有了较少的[种差],正如比如在马和人身上;因为这些之中没有一个协同取消或协同引入其余者。在肯定与否定上也是同样的道理;因为没有一方协同取消或协同引入其余者。因为即使特称肯定[命题]似乎引入特称否定[命题],但是相反,在它们因其自身而为真时,否定[命题]也协同引入肯定[命题]。而全称[命题]固然同自身一起取消特称[命题],但它们也协同引入它们——这正是本性上居后者所具有的特征——并且它们不被特称[命题]所协同引入,而这正是本性上在先者所具有的特征。但是,矛盾对立的[命题]也绝不相互协同取消或协同引入;相反,在其中一个为真时,另一个在同一事物上为真是绝对不可能的。

语法注2 条
  1. 1.5οὐκέτι τὰ ἧττον σύνθετα οὐκ ἔστι πρῶτα

    此处出现 οὐκέτι 与 οὐκ ἔστι 的双重否定,在句法上属于晚期希腊语中常见的冗余否定强化,意为“较少复合的事物在本性上决不再优先”。

  2. 1.5πρῶτον γάρ ἐστι τῇ φύσει τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ

    这是定义“本性上在先”的倒置述语结构:表语 πρῶτον τῇ φύσει 前置,主语则由两个并列的分词短语(τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ 与 τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ)构成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:13.35-15.13