← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§117.3-118.5

第三格特称式的逐步还原与实然推论总结

解释第三格的特称推论如何通过换位或归于不可能被还原为第一格的特称推论,并进而通过第二格间接还原为第一格全称推论(29b21)。随后注解了关于无模态(实然)推论在三个格中的各自特征及其相互关系的总结,准备过渡到必然推论(29b26)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.130

" Ὅταν δ’ ἐν μέρει ληφθῶσι, διὰ τῶν ἐν μέρει συλλογισμῶν τῶν ἐν τῷ πρώτῳ σχήματι· οὗτοι δὲ ἀνήχθησαν εἰς ἐκείνους, ὥστε καὶ οἱ ἐν τῷ τρίτῳ σχήματι οἱ κατὰ μέρος." Οἱ μὲν οὖν καθόλου, φησίν, ἐν τῷ τρίτῳ σχήματι αὐτόθεν εἰς τὸ πρῶτον ἀνάγονται σχῆμα διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς. οἱ δὲ ἐν μέρει οὐχ οὕτως, ἀλλ’ ἐπειδὴ καὶ ἡ ἀντιστροφὴ τούτων καὶ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ διὰ τῶν μερικῶν τῶν ἐν τῷ πρώτῳ ἐπιτελεῖται, οὗτοι δὲ ἀνήγοντο εἰς τοὺς καθόλου τοῦ ἰδίου σχήματος διὰ τοῦ δευτέρου, δῆλον ὅτι καὶ οἱ ἐν τῷ τρίτῳ μερικοὶ ἀναχθήσονται ὑπὸ τοὺς ἐν τῷ πρώτῳ καθόλου διὰ τῶν ἐν πρώτῳ μερικῶν καὶ δι’ ἐκείνους1 διὰ τοῦ δευτέρου σχήματος. παραδείγματος δὲ χάριν ὑποκείσθω ἡμῖν ὁ ἐκ δύο καταφατικῶν μερικός· τὸ γὰρ Α παντὶ τῷ Β, τὸ δὲ Γ τινὶ τῷ Β, καὶ τὸ συμπέρασμα τὸ Α τινὶ τῷ Γ. εἰ γὰρ τὸ Γ τινὶ τῷ Β, καὶ τὸ Β τινὶ τῷ Γ· εἰ τοίνυν τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ, δῆλον ὅτι γέγονεν ὁ μερικὸς τοῦ πρώτου σχήματος. ὡσαύτως εἰς τὸν μερικὸν ἀνάγεται καὶ διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς· εἰ γὰρ ψεῦδος τὸ τινὶ τῷ Γ τὸ Α, ἀληθὲς τὸ οὐδενί· εἰ τοίνυν τὸ Α οὐδενὶ τῷ Γ, τὸ δὲ Γ τινὶ τῷ Β, γέγονε πάλιν ὁ μερικὸς τοῦ πρώτου σχήματος. οὗτοι δὲ εἰς τοὺς καθόλου ἀνήγοντο διὰ τοῦ δευτέρου σχήματος· οὐκοῦν καὶ οἱ τοῦ τρίτου μερικοὶ διὰ τούτων εἰς τοὺς καθόλου τοῦ πρώτου ἀναχθήσονται.

“而当[各前提]被特称地取时,则通过第一格中的特称推论;而这些推论已被还原到那些[全称推论],以致第三格中的特称[推论]也是如此。” 于是,他说第三格中的全称[推论]是通过归于不可能直接被还原到第一格的。但特称[推论]却非如此,而是既然这些推论的换位和归于不可能都是通过第一格中的特称推论完成的,并且这些推论曾通过第二格被还原到自身格的全称推论,显然,第三格中的特称推论也将通过第一格中的特称推论,并经由它们通过第二格,被还原到第一格中的全称推论之下。作为一个例子,让我们假定由两个肯定前提构成的特称[推论]:因为Α属于全Β,而Γ属于某Β,并且结论是Α属于某Γ。因为如果Γ属于某Β,则Β也属于某Γ;那么,如果Α属于全Β,而Β属于某Γ,显然第一格的特称推论便构成了。同样地,通过归于不可能它也被还原到特称推论:因为如果“Α属于某Γ”为假,则“属于无”为真;那么,如果Α属于无Γ,而Γ属于某Β,第一格的特称推论便再次构成了。而这些推论曾通过第二格被还原到全称推论;因此第三格的特称推论也必将通过这些推论被还原到第一格的全称推论。

§1.131

"Οἱ μὲν οὖν τῶν συλλογισμῶν ὑπάρχειν ἢ μὴ ὑπάρχειν δεικνύντες εἴρηνται πῶς ἔχουσι, καὶ καθ’ ἑαυτοὺς οἱ ἐκ τοῦ αὐτοῦ σχήματος καὶ πρὸς ἀλλήλους οἱ ἐκ τῶν ἑτέρων.2" Τριῶν ὄντων τῶν τρόπων, ἀναγκαίου τε καὶ ὑπάρχοντος καὶ ἐνδεχομένου, συμπεραίνων τὰ εἰρημένα ὥσπερ ὑπομιμνήσκει ἡμᾶς, ὅτι περὶ τοῦ ὑπάρχοντος τρεῖς πάντες οἱ ἐκτεθέντες συλλογισμοί, μέλλων [ἀλλ’] ἐπὶ τοὺς ἀναγκαίους μεταβαίνειν. εἴρηται οὖν, φησί, καὶ ἰδίᾳ ἕκαστον τῶν σχημάτων πῶς ἔχει, οἷον ὅτι οὐ δι’ ἀντιστροφῆς οἱ ἐν τῷ πρώτῳ δείκνυνται, οἱ δὲ ἐν τῷ δευτέρῳ διὰ τοῦ ἀδυνάτου καὶ δι’ ἀντιστροφῆς, οἱ δὲ ἐν τῷ τρίτῳ διά τε τούτων καὶ δι’ ἐκθέσεως, καὶ ποῖα ἕκαστον συνάγει συμπεράσματα, καὶ εἴ τι ἄλλο ἴδιον ἔχουσιν. εἴρηται δὲ καὶ ὅπως ἔχουσι πρὸς ἀλλήλους οἱ ἐκ τῶν τριῶν σχημάτων, τουτέστιν ὅσα αὐτοῖς κοινὰ ὑπάρχει ἢ οὐχ ὑπάρχει.

“于是,推论中显示属于或不属于的那些,无论同一格的推论就自身而言如何,还是不同格的推论彼此相对而言如何,都已被说明了。” 在有必然、实然和可能这三种样态的情况下,在对已说明的内容作总结时,[亚里士多德]仿佛在提醒我们,对于三个[格]而言所陈列的所有推论都是关于实然的,因为他正要过渡到必然推论。因此,他说,不仅每一个格就其自身而言处于何种状态已被说明——例如第一格中的推论不是通过换位被证明的,第二格中的则是通过不可能和通过换位[被证明的],第三格中的则是通过这两者以及通过外立被证明的,以及每一个格得出何种结论,以及它们是否具有某种其他特有属性。而且来自三个格的推论彼此相对而言处于何种状态,也就是说,凡是共同属于它们或不属于它们的事物,也已被说明了。

语法注2 条
  1. 1.130δι’ ἐκείνους

    介词 διά 支配宾格 ἐκείνους 本来表示原因(“由于”),但此处与前面的 διὰ τῶν ἐν πρώτῳ μερικῶν 形成平行,表示中介手段(“经由它们”),在功能上等同于支配属格的 δι’ ἐκείνων。

  2. 1.131καὶ καθ’ ἑαυτοὺς οἱ ἐκ τοῦ αὐτοῦ σχήματος καὶ πρὸς ἀλλήλους οἱ ἐκ τῶν ἑτέρων

    引文(lemma)中的名词短语,在句法上充当对前面间接疑问从句 πῶς ἔχουσι(“它们处于何种状态”)的同位语或说明性并列,需补充省略的动词 ἔχουσι 来理解:“即同一格的推论在自身中[如何处于某种状态],以及不同格的推论彼此相对而言[如何处于某种状态]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:117.3-118.5