- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:115.24-117.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐明了第一格的特称推论如何不仅能通过自身直接证明,而且能通过归谬法经由第二格还原为第一格的全称推论,随后论证了第三格中具有全称前提的推论如何通过归谬法无需中介地“立即”还原为第一格的全称推论。
" Οἱ δ’ ἐν τῷ πρώτῳ οἱ κατὰ μέρος ἐπιτελοῦνται μὲν καὶ δι’ ἑαυτῶν, ἔστι δὲ καὶ διὰ τοῦ δευτέρου σχήματος δεικνύναι εἰς ἀδύνατον ἀπάγοντας." Δείξας τοὺς ἐν τῷ δευτέρῳ σχήματι ἀναγομένους εἰς τοὺς ἐν τῷ πρώτῳ καθόλου νῦν βούλεται δεῖξαι ὅτι καὶ οἱ ἐν τῷ πρώτῳ σχήματι μερικοὶ συλλογισμοὶ καὶ αὐτοὶ ὑπὸ τοὺς καθόλου ἀνάγονται, οὐκ αὐτόθεν οὐδὲ δι’ ἑαυτῶν ἀλλὰ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἀναφερόμενοι ἐπὶ τοὺς καθόλου τοῦ δευτέρου σχήματος καὶ δι’ ἐκείνου ἐπὶ τοὺς καθόλου τοὺς ἐν τῷ πρώτῳ σχήματι. τοῦτο δὲ οὐχ ὡς ἀτελεῖς·1 δείκνυνται γὰρ καὶ δι’ ἑαυτῶν δεικτικῶς συλλογιστικοὶ ὄντες· δείκνυνται δὲ καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐπὶ τὸ δεύτερον ἀναγόμενοι σχῆμα καὶ δι’ ἐκείνου ἐπὶ τοὺς ἐν τῷ πρώτῳ σχήματι καθόλου. ὁ μὲν οὖν πρότερος αὐτῶν ἐκ καθόλου καταφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς συνάγει μὲν τῇ κατ’ εὐθεῖαν δείξει μερικὸν καταφατικὸν οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β τινὶ τῷ Γ, καὶ τὸ Α τινὶ τῷ Γ. συνάγεται δὲ καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ οὕτως· εἰ γὰρ ψεῦδος τὸ τινί, ἀληθὲς τὸ μηδενὶ τῷ Γ τὸ Α· τῷ δὲ Β παντὶ ὑπῆρχεν· γίνεται οὖν τοῦ δευτέρου σχήματος ὁ πρῶτος τρόπος, ὥστε καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπάρξει· ὑπέκειτο δὲ καὶ τινί, ὅπερ ἀδύνατον. ὥστε ἐδείχθη καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ διὰ τοῦ δευτέρου σχήματος· τὸ δὲ δεύτερον σχῆμα ἀνήγετο ὑπὸ τοὺς ἐν τῷ πρώτῳ καθόλου· καὶ οἱ ἐν τῷ πρώτῳ ἄρα μερικοὶ ὑπὸ τοὺς ἐν τῷ αὐτῷ σχήματι καθόλου ἀνάγονται διὰ τοῦ δευτέρου. ὡσαύτως δὲ καὶ ὁ ἕτερος τοῦ πρώτου σχήματος μερικὸς εἰς τοὺς καθόλου ἀναχθήσεται. εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ, τὸ Α ἄρα οὐ παντὶ τῷ Γ· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντὶ τῷ Γ τὸ Α· εἰ τοίνυν τὸ Α τῷ μὲν Β μηδενὶ τῷ δὲ Γ παντί, γίνεται πάλιν τὸ δεύτερον σχῆμα· τὸ Β ἄρα οὐδενὶ τῷ Γ· ἀλλ’ ὑπέκειτο τινί. καὶ οὗτος ἄρα διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰς τὸ δεύτερον ἀνήχθη σχῆμα, τοῦτο δὲ εἰς τοὺς ἐν τῷ πρώτῳ καθόλου. οὕτως ἄρα καὶ οἱ ἐν πρώτῳ μερικοὶ ὑπὸ τοὺς καθόλου ἀνάγονται.
“第一格中的特称[推论]也可以通过自身得以完全,但也可以通过引归于不可能经由第二格加以证明。” 在显明了第二格中的[推论]还原为第一格中的全称[推论]之后,现在[亚里士多德]意图表明,第一格中的特称推论本身也被还原到全称[推论]之下,不是直接地也不是通过自身,而是通过引归于荒谬被带回到第二格的全称[推论],并经由它被带回到第一格中的全称[推论]。而这并不是由于[它们是]不完全的;因为作为直接证明性的推论,它们也被显明是通过自身成立的;但它们也被显明是通过引归于荒谬被还原到第二格,并经由它被还原到第一格中的全称[推论]。于是,它们之中的前一个由作为大前提的全称肯定和作为小前提的特称肯定构成,通过直接证明得出特称肯定,如下所示:Α属于全Β,Β属于某Γ,[因此]Α也属于某Γ。但通过引归于荒谬它也被推导出来,如下所示:因为如果“属于某”为假,则“Α属于无Γ”为真;但[Α]先前属于全Β;于是便构成了第二格的第一式,以致Β也将属于无Γ;但先前也曾假定属于某,这是不可能的。因此,通过归于不可能经由第二格它也被显明了;而第二格曾被还原到第一格中的全称[推论]之下;因此第一格中的特称[推论]也经由第二格被还原到同一格中的全称[推论]之下。同样地,第一格的另一个特称[推论]也将被还原到全称[推论]。因为如果Α属于无Β,而Β属于某Γ,因此Α不属于全Γ;因为如果这是假的,则“Α属于全Γ”为真;那么,如果Α属于无Β,却属于全Γ,便再次构成了第二格;因此Β属于无Γ;但先前曾假定属于某。因此这一式也是通过归于不可能被还原到第二格,而这[第二格]又被还原到第一格中的全称[推论]。因此,第一格中的特称[推论]也是这样被还原到全称[推论]之下的。
"Οἱ δὲ ἐν τῷ τρίτῳ καθόλου μὲν ὄντων τῶν ὅρων2 εὐθὺς ἐπιτελοῦνται δι’ ἐκείνων τῶν συλλογισμῶν." Δείξας ἀμφότερα τὰ σχήματα ὑπὸ τοὺς ἐν τῷ πρώτῳ καθόλου ἀναγόμενα ἑξῆς πειρᾶται καὶ τοὺς ἓξ τοὺς ἐν τῷ τρίτῳ σχήματι συλλογισμοὺς ὑπ’ ἐκείνους δεῖξαι. καὶ λέγει ὅτι οἱ μὲν δύο οἱ ἐκ καθόλου τῶν ὅρων ὄντες εὐθὺς ἀνάγονται. τὸ δὲ εὐθὺς οὐχ ὅτι καὶ αὐτοὶ τέλειοι ὡς ἐκεῖνοι, ἀλλ’ ὅτι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ οὐ δι’ ἄλλων πρῶτον περανθέντες δι’ ἐκείνων εἰς τοὺς ἐν πρώτῳ καθόλου ἀνάγονται,3 ὥσπερ οἱ μερικοὶ τοῦ πρώτου σχήματος τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐπὶ τὸ δεύτερον σχῆμα καὶ δι’ ἐκείνου εἰς τοὺς καθόλου ἀνήγοντο, ἀλλὰ ἀμέσως δι’ αὐτῶν περαίνονται. ἐπειδὴ γὰρ ὁ μὲν καταφατικὸν ὁ δὲ ἀποφατικὸν ἐπὶ μέρους συνάγουσι, δῆλον ὅτι, ἡνίκα ἂν τὰ ἀντικείμενα τούτοις λαμβάνοιτο, τῷ μὲν ἐπὶ μέρους καταφατικῷ τὸ καθόλου ἀποφατικὸν ἀντίκειται, τῷ δὲ ἐπὶ μέρους ἀποφατικῷ τὸ καθόλου καταφατικόν· ὥστε ἐπεὶ ἐν ἀμφοῖν οἱ δύο ὅροι καθόλου εὑρίσκονται, παρακολουθήσει συμπέρασμα τῷ μὲν πρώτῳ καθόλου ἀποφατικόν, τῷ δὲ δευτέρῳ καθόλου καταφατικόν, ἅπερ ποιεῖ τοὺς δύο καθόλου ἐν πρώτῳ σχήματι. ὥστε δῆλον ὅτι οὗτοι ἀμέσως ὑπ’ ἐκείνων γεγόνασιν.
“第三格中的[推论]在各词项为全称时,立即通过那些推论[第一格全称推论]得以完全。” 在显明了两个格都被还原到第一格中的全称[推论]之下之后,接下来[亚里士多德]试图显明第三格中的六个推论也处于它们之下。并且他说,由全称词项构成的两个[推论]是立即被还原的。而“立即”并不是因为它们自身也如那些推论一样是完全的,而是因为通过归于不可能,它们被还原到第一格中的全称[推论]并不是首先通过其他[推论]得出结论然后再通过它们[被还原](正如第一格的特称[推论]通过引归于荒谬被还原到第二格,并经由它被还原到全称[推论]那样),而是直接通过它们得出结论。因为既然一个得出特称肯定,另一个得出特称否定,显然,每当取它们的对立[命题]时,全称否定对立于特称肯定,全称肯定对立于特称否定;因此,既然在这两者中两个词项都被发现是全称的,那么对于第一个将随之得出全称否定的结论,对于第二个将随之得出全称肯定的结论,而这正好构成了第一格中的两个全称[推论]。因此显然,这些推论是直接形成于它们之下的。
- 1.128τοῦτο δὲ οὐχ ὡς ἀτελεῖς
谓语动词的省略。τοῦτο 指代前句中第一格特称推论还原为全称推论这一事实,在 ὡς 引导的从句中省略了如“被说成(λέγεται)”之类的谓语动词,且 ἀτελεῖς 的逻辑主语为特称推论。这一对比结构澄清:这并不是因为它们不完全才需要还原(因为它们自身就是直接且完全的),而是指归谬法提供了另一种证明路径。
- 1.129καθόλου μὲν ὄντων τῶν ὅρων
表示条件的独立属格。引文中的 ὅροι(词项)在上下文中指两道前提命题皆为全称(斐洛庞努斯随后的释义 οἱ ἐκ καθόλου τῶν ὅρων ὄντες 证实了这一点)。该短语修饰后面的 εὐθύς(立即),指明了第三格中具有两个全称前提的格式(Darapti 与 Felapton)无需经由第二格而直接还原为第一格的条件。
- 1.129οὐ δι’ ἄλλων πρῶτον περανθέντες δι’ ἐκείνων εἰς τοὺς ἐν πρώτῳ καθόλου ἀνάγονται
否定词 οὐ 的修饰范围与复合分词结构。否定词 οὐ 并非仅否定主动词 ἀνάγονται,而是否定“首先通过其他推论得出结论然后再经由它们被还原”这一整套复合动作(δι’ ἄλλων πρῶτον περανθέντες δι’ ἐκείνων ... ἀνάγονται),从而与后文的 ἀλλὰ ἀμέσως δι’ αὐτῶν περαίνονται(而是直接通过它们得出结论)形成强烈的正反对比。
