← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§114.23-115.23

第二格诸式向第一格的还原

注释亚里士多德《前分析篇》29b2,通过列举具体式说明第二格的两个全称式(Cesare、Camestres)如何通过否定前提的换位还原为第一格第二式,以及两个特称式(Baroco、Festino)如何通过归谬法分别还原为第一格的第一式与第二式全称推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.127

" Οἱ μὲν γὰρ ἐν τῷ δευτέρῳ φανερὸν ὅτι δι’ ἐκείνων τελειοῦνται, πλὴν οὐχ ὁμοίως πάντες, ἀλλ’ οἱ μὲν καθόλου τοῦ στερητικοῦ ἀντιστραφέντος, τῶν δ’ ἐν μέρει ἑκάτερος διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς." Ἑκάτερος γὰρ τῶν ἐν τῷ δευτέρῳ σχήματι πρώτων καθόλου δύο τρόπων ἀντιστραφείσης τῆς ἀποφατικῆς προτάσεως συνετίθετο τῇ τάξει τοῦ δευτέρου τρόπου τοῦ πρώτου σχήματος. ἐλέγομεν γὰρ οὕτως· τὸ Μ μηδενὶ τῷ Ν ὑπαρχέτω, τῷ δὲ Ξ παντί· εἰ δὲ τὸ Μ τῷ Ν οὐδενὶ ὑπάρχει, καὶ τὸ Ν οὐδενὶ τῷ Μ· καὶ ἐντεῦθεν ἐγίνετο σύνθεσις κατὰ τὸν δεύτερον τρόπον τοῦ πρώτου σχήματος· τὸ Ν οὐδενὶ τῷ Μ, τὸ Μ παντὶ τῷ Ξ, τὸ Ν οὐδενὶ τῷ Ξ. ὁμοίως καὶ ὁ δεύτερος τρόπος ἀνήγετο εἰς τὸν δεύτερον τοῦ πρώτου σχήματος διὰ δύο ἀντιστροφῶν. οὕτω μὲν οὖν οἱ καθόλου διὰ τῆς ἀντιστροφῆς. οἱ δὲ δύο οἱ μερικοὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀνήγοντο καὶ αὐτοὶ εἰς τὸ πρῶτον σχῆμα λαμβανομένων τῶν ἀντιφατικῶς ἀντικειμένων καὶ διὰ τοῦ πρώτου σχήματος ἀδυνάτων δεικνυμένων· οὔτε γὰρ ἡ καθόλου καταφατικὴ ἀντεστρέφετο, ἐπεὶ ἀσυλλόγιστον ἐποίει τὴν συζυγίαν πρὸς τὴν μερικὴν ἀντιστρέφουσα,1 οὔτε ἡ μερικὴ ἀποφατικὴ ὅλως ἀντέστρεφεν. διὸ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἀνάγονται καὶ οὗτοι ἐπὶ τοὺς ἐν τῷ πρώτῳ σχήματι καθόλου· εἰ γὰρ τὸ Μ τῷ μὲν Ν παντὶ τῷ δὲ Ξ μὴ παντί, ἀνάγκη τὸ Ν μὴ παντὶ τῷ Ξ· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί· εἰ τοίνυν τὸ Μ τῷ Ν παντί, ὑπέκειτο δὲ καὶ τὸ Ν τῷ Ξ παντί,2 τὸ ἄρα Μ τῷ Ξ παντί· γίνεται γὰρ ὁ πρῶτος τρόπος τοῦ πρώτου σχήματος· ὑπέκειτο δὲ καὶ μὴ παντί· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ μὴ παντί, ὅπερ ἄτοπον. οὕτω μὲν οὖν ὁ τέταρτος τοῦ δευτέρου εἰς τὸν πρῶτον τοῦ πρώτου ἀνήγετο σχήματος. ὁ δὲ τρίτος ἐν δευτέρῳ ἐδείκνυτο μὲν καὶ δι’ ἀντιστροφῆς καὶ διὰ τοῦτο ἀνήγετο εἰς τὸ πρῶτον σχῆμα, ἀλλ’ οὐκ εἰς τοὺς καθόλου ἀλλ’ εἰς τοὺς μερικούς. διὰ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ οὗτος εἰς τὸν δεύτερον καθόλου τοῦ πρώτου ἀνάγεται σχήματος οὕτως· τὸ Μ μηδενὶ τῷ Ν, τῷ δὲ Ξ τινὶ ὑπαρχέτω· λέγω ὅτι τὸ Ν οὐ παντὶ τῷ Ξ ὑπάρχει· εἰ γὰρ παντὶ εἴποις, τὸ μὲν Μ οὐδενὶ τῷ Ν, τὸ δὲ Ν παντὶ τῷ Ξ· τὸ ἄρα Μ οὐδενὶ τῷ Ξ· ὑπέκειτο δὲ καὶ τινί, ὅπερ ἄτοπον· γέγονε γὰρ πάλιν ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος.

“因为显然,第二格中的[推论]是通过它们[第一格全称推论]得以完全的,只是并非全都以同样的方式,而是全称的推论是否定[前提]被换位,而特称的推论各自分别通过归于不可能[得以完全]。” 因为在第二格中最初的两个全称式各自在否定前提被换位时,便按照第一格第二式的次序被组合起来。因为我们曾这样表述:设Μ属于无Ν,但属于全Ξ;然而如果Μ属于无Ν,则Ν也属于无Μ;由此便产生了按照第一格第二式的组合:Ν属于无Μ,Μ属于全Ξ,[因此]Ν属于无Ξ。同样,第二式也是通过两次换位被还原为第一格的第二式。于是,全称[推论]就是这样通过换位[被还原]的。而两个特称[推论]本身也是通过归于不可能而被还原为第一格的,这是通过取其矛盾对立的[命题]并通过第一格显明其不可能而做到的;因为既不是全称肯定[前提]被换位(因为当它换位为特称[肯定]时,便构成了非推论性的组合),特称否定[前提]也根本不能换位。因此,通过归于不可能,它们也被还原为第一格中的全称[推论];因为如果Μ一方面属于全Ν,另一方面不属于全Ξ,则必然Ν不属于全Ξ;因为如果这是假的,则“属于全”是真的;那么,如果Μ属于全Ν,且假定Ν也属于全Ξ,因此Μ属于全Ξ;因为这就构成了第一格的第一式;但先前也曾假定[Μ]并不属于全[Ξ];因此同一个东西既属于全,又不属于全,这是荒谬的。于是,第二格的第四式就是这样被还原为第一格的第一式的。而第二格中的第三式虽然也通过换位得到证明,并因此被还原为第一格,但不是还原为全称[式],而是还原为特称[式]。然而通过归于不可能,这一式同样被还原为第一格的第二全称式,如下所示:设Μ属于无Ν,而属于某Ξ;我说Ν并不属于全Ξ;因为如果你说“属于全”,则一方面Μ属于无Ν,另一方面Ν属于全Ξ;因此Μ属于无Ξ;但先前也曾假定[Μ属于]某[Ξ],这是荒谬的;因为第一格的第二式再次形成了。

语法注2 条
  1. 1.127ἐπεὶ ἀσυλλόγιστον ἐποίει τὴν συζυγίαν πρὸς τὴν μερικὴν ἀντιστρέφουσα

    主格分词 ἀντιστρέφουσα 承前指向主语 ἡ καθόλου καταφατική,在由 ἐπεὶ 引导的原因从句中作主要动词 ἐποίει 的状语。介词短语 πρὸς τὴν μερικήν 修饰分词 ἀντιστρέφουσα(“换位为特称[肯定]”),意指全称肯定前提在换位为特称肯定后,与原本的特称否定前提相结合,从而构成了非推论性组合(双特称前提无效)。

  2. 1.127ὑπέκειτο δὲ καὶ τὸ Ν τῷ Ξ παντί

    直陈式未完成过去时 ὑπέκειτο(源自 ὑπόκειμαι,“被假定/作为前提”)在此用于归谬法论证的步骤中,指代刚才作为结论之矛盾对立命题所设立的假设(εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί)。连词 καί 表示在已有大前提(τὸ Μ τῷ Ν παντί)之外,将这一假设作为小前提一同并置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:114.23-115.23