- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:113.21-114.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解亚里士多德《前分析篇》第一卷第七章(29a27–29b1),讨论了无限定前提替代特称肯定前提的作用、不完全推论通过第一格的完全化(直接换位法与归谬法),以及所有推论均可还原为第一格全称推论的论点。
" Δῆλον δὲ καὶ ὅτι τὸ ἀδιόριστον ἀντὶ τοῦ κατηγορικοῦ τοῦ ἐν μέρει τιθέμενον τὸν αὐτὸν ποιήσει συλλογισμὸν ἐν ἅπασι τοῖς σχήμασιν." Εἰκότως· ἰσοδυναμεῖ γὰρ τῇ μερικῇ καταφατικῇ, ὥστε καὶ ἀσυλλόγιστοι αἱ ἐκ τῆς ἑτέρας ἀπροσδιορίστου, ἐὰν οὕτως ὦσι κείμεναι ὥσπερ εἴρηται. εἰ δὲ ἀντὶ τοῦ ἐν μέρει τὸ ἀδιόριστον, καὶ αὗται διὰ τῶν ἀντιστροφῶν συνάξουσιν ἀπροσδιόριστον ἀποφατικὸν συμπέρασμα. ἄξιον δὲ ἀπορίας, εἰ αἱ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ταῖς μερικαῖς, αἱ μὲν καταφατικαὶ ταῖς καταφατικαῖς, αἱ δὲ ἀποφατικαὶ ταῖς ἀποφατικαῖς, γίνονται δὲ συλλογιστικαὶ συζυγίαι ἔχουσαι τὴν ἑτέραν τῶν προτάσεων μερικὴν ἀποφατικήν, ὥσπερ ἐν τῷ τετάρτῳ τρόπῳ τοῦ δευτέρου σχήματος καὶ ἐν τῷ πέμπτῳ τοῦ τρίτου, διὰ τί εἰπὼν ὅτι ‘τὸ ἀδιόριστον ἐὰν ἀντὶ τοῦ μερικοῦ ληφθῇ’ τοῦ κατηγορικοῦ μόνου φησίν,1 οὐκέτι δὲ καὶ τοῦ ἀποφατικοῦ. φημὶ οὖν ὅτι ἤτοι διὰ τοῦ κατηγορικοῦ καὶ τὸ ἀποφατικὸν ἐδήλωσεν, ἢ ὅτι ἐν τῷ πρώτῳ σχήματι ὅλως οὐκ ἐνδέχεται μερικὴν ἀποφατικὴν παραληφθῆναι πρότασιν· ὅθεν οὐδὲ ἐν τοῖς λοιποῖς σχήμασιν αἱ ἔχουσαι τὸ μερικὸν ἀποφατικὸν δι’ ἀντιστροφῆς δειχθῆναι ἠδύναντο ἀλλὰ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ.
“同样显然的是,置于特称肯定[前提]之位置上的无限定[前提],将在所有格中产生相同的推论。” 理所当然;因为它与特称肯定等值,因此如果像前面所说的那样配置,有一方为无限定[前提]的[组合]也是非推论性的。但如果以无限定[前提]代替特称[前提],这些组合也将通过换位得出无限定否定的结论。然而值得质疑的是,如果无限定前提与特称前提等值,肯定与肯定等值,否定与否定等值,并且正如在第二格第四式和第三格第五式中那样,存在着前提之一为特称否定的推论性组合,那么为什么他在说“如果以无限定代替特称”时,只提及肯定[前提],而不再提及否定[前提]呢?因此我说,要么他是通过肯定[前提]也指明了否定[前提],要么是因为在第一格中完全不可能采用特称否定前提;因此,在其余各格中,具有特称否定的组合也不能通过换位得到证明,而只能通过归谬法(归于不可能)得到证明。
"Φανερὸν δὲ καὶ ὅτι πάντες οἱ ἀτελεῖς συλλογισμοὶ τελειοῦνται διὰ τοῦ πρώτου σχήματος· ἢ γὰρ δεικτικῶς ἢ διὰ τοῦ ἀδυνάτου περαίνονται πάντες." Ἐξυμνῆσαι τὸ πρῶτον σχῆμα βούλεται, διότι δι’ αὐτοῦ τὰ λοιπὰ σχήματα τὸ τέλειον ἴσχει· οἱ μὲν γὰρ ἐν τῷ δευτέρῳ σχήματι τελειοῦνται ἀντιστραφείσης τῆς μείζονος τῆς καθόλου ἀποφατικῆς καὶ ποιούσης τὸ πρῶτον σχῆμα, οἱ δὲ ἐν τῷ τρίτῳ τῆς ἐλάττονος ἀντιστρεφομένης τῆς καταφατικῆς.2 ὅτι δὲ καὶ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ διὰ τοῦ πρώτου σχήματος τελειοῖ τὸν συλλογισμόν, δείκνυσιν αὐτὸς ἐπάγων παραδείγματα τοῦ τρίτου σχήματος.
“同样显然的是,所有不完全的推论都是通过第一格得以完全的;因为一切推论要么是直接地、要么是通过不可能而达致完成的。” 他希望赞颂第一格,因为其余各格正是通过它才获得了完全性;因为第二格中的[推论]是在全称否定的大前提换位并构成第一格时得以完全的,而第三格中的[推论]是在肯定的小前提被换位时[得以完全的]。至于归于不可能同样是通过第一格使推论得以完全,这一点他本人通过补充第三格的例子作出了证明。
"Ἔστι δὲ καὶ ἀναγαγεῖν πάντας τοὺς συλλογισμοὺς εἰς τοὺς ἐν τῷ πρώτῳ σχήματι καθόλου συλλογισμούς." Πρὸ μὲν οὖν τούτων ἐδείκνυε τοὺς ἐν τῷ πρώτῳ σχήματι συλλογισμοὺς πάντας πάντων τῶν ἄλλων τελειοτέρους. νῦν δὲ δείκνυσι τοὺς δύο τοὺς πρώτους καὶ τῶν λοιπῶν τῶν ἐν τῷ αὐτῷ σχήματι τελειοτέρους3 ἐξυμνῶν αὐτοὺς ὡς εἰς ἀπόδειξιν χρησίμους διὰ τὸ καθόλου· τούτοις γὰρ ὁ ἀποδεικτικὸς κέχρηται, μᾶλλον δὲ τῷ καταφατικῷ, σπανίως δὲ καὶ τῷ ἀποφατικῷ, διότι κατασκευάζει μὲν ὡς ἐπὶ τὸ πολὺ ὁ ἀποδεικτικός, σπανίως δὲ καὶ ἀνασκευαῖς κέχρηται.
“也可以将所有的推论都还原为第一格中的全称推论。” 在这些之前,他证明了第一格中的所有推论都比其余一切推论更为完全。但现在他证明了最初的两个[式]甚至比同格中其余的式更为完全,赞颂它们因其全称性而适用于论证;因为进行论证者使用这些推论,毋宁说是[更多地]使用肯定推论,很少也使用否定推论,因为进行论证者大部分情况下是进行立论,而很少使用反驳。
- 1.124ἄξιον δὲ ἀπορίας, εἰ αἱ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ταῖς μερικαῖς, ... διὰ τί εἰπὼν ... τοῦ κατηγορικοῦ μόνου φησίν
在从属于 ἄξιον [ἐστί] 的间接疑问从句 διὰ τί ... φησίν 之前,插入了由 εἰ 引导的长条件/原因从句(εἰ αἱ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ... γίνονται δέ ...)。在疑问句中,属格短语 τοῦ κατηγορικοῦ μόνου 充当动词 φησίν(蕴涵提及/述及之意)支配的宾语。
- 1.125οἱ μὲν γὰρ ἐν τῷ δευτέρῳ σχήματι τελειοῦνται ἀντιστραφείσης τῆς μείζονος τῆς καθόλου ἀποφατικῆς καὶ ποιούσης τὸ πρῶτον σχῆμα, οἱ δὲ ἐν τῷ τρίτῳ τῆς ἐλάττονος ἀντιστρεφομένης τῆς καταφατικῆς
在对偶结构 οἱ μὲν γὰρ ... οἱ δέ ... 中,后半句省略了主谓动词 τελειοῦνται 以及相当于 ποιούσης τὸ πρῶτον σχῆμα 的分词成分。前半句的独立属格 ἀντιστραφείσης τῆς μείζονος ... 与后半句的独立属格 τῆς ἐλάττονος ἀντιστρεφομένης τῆς καταφατικῆς 形成了严格的对应。
- 1.126δείκνυσι τοὺς δύο τοὺς πρώτους καὶ τῶν λοιπῶν τῶν ἐν τῷ αὐτῷ σχήματι τελειοτέρους
此句为双重宾格结构,τοὺς δύο τοὺς πρώτους 为直接宾语,τελειοτέρους 为述语宾格。置于比较属格(τῶν λοιπῶν)之前的 καί 起到强调比较对象的作用,传达出“甚至比同格中其余各项都更完全”的含义。
