- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:111.30-113.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐明了第三格中小前提为否定的非推论性组合的实例词项,随后作为前三格(第4–6章)的总结,论述了一个普遍定理:在所有格的非推论性组合中,哪些可以通过前提换位得出小项对于大项的反向结论(从而能够转化为推论)。
" Ὅταν δὲ ὁ ἐλάττων ᾖ στερητικός, οὐκ ἔσται συλλογισμός. ὅροι τοῦ ὑπάρχειν ζῷον, ἄνθρωπος, ἄγριον, τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, ἐπιστήμη, ἄγριον." Αὕτη ἀσυλλόγιστος, ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς. τὸ δὲ ἄγριον ἐν τούτοις οὐκ ἐπὶ τῶν ἀλόγων μόνων ζῴων τέτακται ἀλλὰ καὶ ἐπὶ φυτῶν· λέγονται γὰρ καὶ φυτὰ εἶναι ἄγρια· “φηγοὶ δ’ ἀγριάδες κείνης ἔτι σήματα μολπῆς” Ἀπολλώνιος.1 ζῷον οὖν τινὶ ἀγρίῳ, οἷον λέοντι (φυτῷ γὰρ οὐχ ὑπάρχει), ἄνθρωπος οὐδενὶ ἀγρίῳ, καὶ ζῷον παντὶ ἀνθρώπῳ.
“当小[前提]为否定时,将不会有推论。属于的词项为:动物、人、野生的;不属于的[词项为]:动物、知识、野生的。” 这是非推论性的,由作为特称肯定的大前提和作为全称否定的小前提构成。而在这些词项中,“野生的”不仅被指派给无理性的动物,也被指派给植物;因为植物也被说是野生的:“野生的栎树至今仍是那歌唱的遗迹”,阿波罗尼奥斯[说]。因此,动物属于某个野生的东西,例如狮子(因为它不属于植物),人不属于任何野生的东西,并且动物属于所有人。
"Ὅταν δὲ ὁ μείζων ᾖ καθόλου, τοῦ μὲν μὴ ὑπάρχειν κόραξ, χιών, λευκόν." Μέσος ἐν τούτοις τὸ λευκόν, μείζων ὁ κόραξ, ἐλάττων χιών· κόραξ οὐδενὶ λευκῷ, χιὼν οὐ παντὶ λευκῷ, καὶ συνάγεται κόραξ οὐδεμιᾷ χιόνι. τοῦ δὲ παντὶ ὑπάρχειν ὅρους μὲν λαβεῖν οὐκ ἔστιν· ἡ δὲ δεῖξις πάλιν διὰ τοῦ ἀδιορίστου, ὥσπερ καὶ πρότερον. τὰ δὲ περὶ τῶν λοιπῶν ἀσυλλογίστων συζυγιῶν λεγόμενα δῆλά ἐστιν.
“当大[前提]为全称时,不属于的[词项为]:渡鸦、雪、白的。” 在这些之中,中项是“白的”,大项是“渡鸦”,小项是“雪”;渡鸦不属于任何白的东西,雪并非属于所有白的东西,由此得出渡鸦不属于任何雪。然而,要取得属于所有的词项是不可能的;但正如前面一样,证明再次通过无限定[前提]来进行。至于关于其余非推论性组合所说的话,则是显而易见的。
"Δῆλον δὲ καὶ ὅτι ἐν ἅπασι τοῖς σχήμασιν, ὅταν μὴ γίνηται συλλογισμός, κατηγορικῶν μὲν ἢ στερητικῶν ἀμφοτέρων καὶ ἐπὶ μέρους τῶν ὅρων ὄντων,2 οὐδὲν ὅλως γίνεται ἀναγκαῖον." Ὁ περὶ τῶν τριῶν σχημάτων αὐτῷ λόγος πέρας ἀπείληφεν. ἐνταῦθα δὲ παραδίδωσι θεώρημά τι τοῖς τρισὶν ἑπόμενον σχήμασι· τρέπεται γὰρ ἐπὶ τὴν τῶν ἐν τοῖς τρισὶ σχήμασιν ἀσυλλογίστων συζυγιῶν ἐξέτασιν, καὶ διορίζει τάς τε παντελῶς ἀχρήστους συζυγίας καὶ τὰς ἐν μὲν τῇ παρούσῃ συνθέσει ἀσυλλογίστους δυναμένας δὲ θεραπείας τινὸς ἀξιωθῆναι καὶ δι’ ἀντιστροφῆς τινων ἄλλων γενέσθαι συλλογιστικάς. λέγει οὖν ὅτι ἐν πᾶσι κοινῶς τοῖς σχήμασι, ὅσαι ἀσυλλόγιστοι γίνονται συζυγίαι ἢ ἐξ ὁμοιοσχημόνων προτάσεων ἢ ἐκ μερικῶν, οὔτε πρὸς τὴν παροῦσαν σύνθεσιν χρησιμεύουσιν οὔτε ἀντιστραφεῖσαι ποιοῦσι συλλογισμόν, ἀλλὰ παντελῶς εἰσιν ἄχρηστοι. ὅσαι δὲ ἀνομοιοσχήμονές τέ εἰσι καὶ τὴν ἀποφατικὴν ἔχουσι καθόλου, αὗται διὰ τῆς ἀντιστροφῆς οὐκέτι μὲν τὸ αὐτὸ δεικνύουσιν, ἀνάπαλιν δὲ τὸν ἐλάττονα ὅρον πρὸς τὸν μείζονα συνάγουσιν, οἷον ἡ πρώτη ἀσυλλόγιστος ἐν τῷ πρώτῳ σχήματι ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος· εἰ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β οὐδενὶ τῷ Γ. οὕτω μὲν οὖν ἀσυλλόγιστος. εἰ δὲ ἀντιστρέψωμεν τὰς δύο προτάσεις κατὰ τὰς οἰκείας ἀντιστροφάς, συνάγεται τὸ Γ μὴ παντὶ τῷ Α ὑπάρχειν. εἰ γὰρ τὸ Β οὐδενὶ τῷ Γ, καὶ τὸ Γ οὐδενὶ τῷ Β, καὶ εἰ τὸ Α παντὶ τῷ Β, καὶ τὸ Β τινὶ τῷ Α· ἀρξάμενος οὖν ἀπὸ τῆς ἐλάττονος προτάσεως καὶ συνθεὶς λέγω οὕτως· τὸ Γ οὐδενὶ τῷ Β, τὸ Β τινὶ τῷ Α· γίνεται γὰρ ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. οὕτως οὖν τὸ μὲν αὐτὸ οὐκέτι ἔδειξε, συλλογιστικὴ δὲ δυναμένη [μὴ] εἶναι ἐφάνη.3 οὕτω μὲν οὖν ἐν μὲν τῷ πρώτῳ σχήματι τὰς δύο προτάσεις δεῖ ἀντιστρέφειν, ἐν δὲ τῷ δευτέρῳ τὴν ἐλάττονα, ἐν δὲ τῷ τρίτῳ τὴν μείζονα. εἰσὶ μὲν οὖν ἐν μὲν τῷ πρώτῳ σχήματι οἱ τοῦτον τὸν τρόπον δυνάμενοι εἶναι συλλογιστικοὶ δύο, ὅ τε προειρημένος καὶ ἕτερος ὁ ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς καὶ τῆς ἐλάττονος καθόλου ἀποφατικῆς· ὁμοίως γὰρ καὶ τούτων ἀντιστραφεισῶν τὸ ἔλαττον τῷ μείζονι συνάπτεται. ἐν δὲ τῷ δευτέρῳ σχήματι ὁμοίως ὁ ἐκ μερικῆς καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος. καὶ ἐν τῷ τρίτῳ σχήματι ὁμοίως αἱ δύο συμπλοκαί, ὧν ἡ μὲν ἐκ δύο καθόλου τῶν ὅρων σύγκειται, ὧν ὁ ἐλάττων ἀποφατικός, ἡ δὲ ἐκ μερικοῦ καὶ καθόλου, ὧν ὁ μὲν μείζων μερικὸς καταφατικὸς ὁ δὲ ἐλάττων καθόλου ἀποφατικός. ἅπασαι οὖν αὗται αἱ συμπλοκαὶ κατὰ τοὺς δύο ὅρους ἀντιστραφεῖσαι δεικνύουσι τινὶ μὴ ὑπάρχειν τὸ ἔλαττον τῷ μείζονι, ὅ ἐστι μερικὸν ἀποφατικὸν συμπέρασμα. αὐτὸς δὲ μόνην τὴν πρώτην ἔταξεν ὡς ἐν παραδείγματι.
“同样显然的是,在所有的格中,当推论不能产生时,若双方[前提]均为肯定或否定,或者词项[前提]是特称的,则完全不会产生任何必然的结论。” 他关于三个格的论述已告结束。在此,他提出了一个随附于这三个格的定理;因为他转向考察三个格中的非推论性组合,并区分了完全无用的组合,与那些在当前的组合中虽是非推论性、但值得给予某种补救并能通过换位而对某些其他事物变成推论性的组合。因此他说,在所有各格中普遍地,凡是由同质命题或特称命题构成的非推论性组合,既不适用于当前的组合,换位后也不能构成推论,而是完全无用的。然而,凡是质不同且具有全称否定[前提]的组合,这些组合通过换位虽然不再证明同一件事,但反过来得出小项相对于大项的结论;例如,第一格中由作为全称肯定的大前提和作为全称否定的小前提构成的第一个非推论性[组合]:“如果A属于所有B,而B不属于任何C”。按这种方式,它是非推论性的。但如果我们按照各自本有的换位来换位这两个前提,就会得出C并不属于所有A。因为如果B不属于任何C,C也不属于任何B;如果A属于所有B,B也属于某个A;因此从小前提开始并加以组合,我这样说:C不属于任何B,B属于某个A;因为这样就产生了第一格的第四式,推导出特称否定的结论。因此按这种方式,它虽不再表明同一件事,却显现出能够成为推论性的。因此,在第一格中必须换位两个前提,在第二格中换位小前提,在第三格中换位大前提。那么,在第一格中能够以这种方式成为推论性的有两种:前面所说的那种,以及另一种由作为特称肯定的大前提和作为全称否定的小前提构成的组合;因为同样地,当它们换位时,小项便与大项联系起来。在第二格中,同样是由作为特称肯定的大前提和作为全称否定的小前提构成的组合。在第三格中,同样有两种结合,其一是由词项[前提]双方均为全称组成,其中小前提是否定的;其二是由特称与全称组成,其中大前提为特称肯定,小前提为全称否定。因此,所有这些结合在就两个词项换位之后,都证明小项不属于大项的某一部分,即得出特称否定的结论。但他本人仅列出了第一个作为范例。
- 1.121“φηγοὶ δ’ ἀγριάδες κείνης ἔτι σήματα μολπῆς” Ἀπολλώνιος
省略了引述动词(如 φησίν)的诗句引用结构。单独的主格人名 Ἀπολλώνιος 表示出处的归属(即“阿波罗尼奥斯[说]”)。
- 1.123κατηγορικῶν μὲν ἢ στερητικῶν ἀμφοτέρων καὶ ἐπὶ μέρους τῶν ὅρων ὄντων
由 καί 连接的两个独立属格短语(κατηγορικῶν μὲν ἢ στερητικῶν ἀμφοτέρων[省略分词/名词,指前提]与 ἐπὶ μέρους τῶν ὅρων ὄντων)。在此处亚里士多德的语境中,ὅροι 转喻性地指称前提命题本身。
- 1.123συλλογιστικὴ δὲ δυναμένη [μὴ] εἶναι ἐφάνη
底本中置于方括号内的 [μὴ] 被视为抄写错误而予以删除。作为与前句“虽不再表明同一件事”相对比的分句(δέ),该结构肯定性地表达“[通过换位]显现出能够成为推论性的”。
