- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:110.19-111.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论证了第三格中含有一条无限定前提的其余两个推论格式,列出了第三格中全部十种有效组合,并说明了对非推论性组合的处理方法。
πάλιν ἕτερος ἐκ τῆς μείζονος ἀδιορίστου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς οὕτως· εἰ τὸ Π τῷ Σ ὑπάρχει, τὸ δὲ Ρ παντὶ τῷ Σ, καὶ τὸ Σ τῷ Π κατὰ τὴν ἀντιστροφήν· ὥστε ἐπεὶ τὸ μὲν Ρ παντὶ τῷ Σ, τὸ δὲ Σ τῷ Π, τὸ Ρ τῷ Π ὑπάρξει, καὶ ἐπειδὴ ἀντιστρέφει τὸ κατηγορικόν,1 καὶ τὸ Π τῷ Ρ ὑπάρξει, ὅπερ ἔδει δεῖξαι. ὁ τέταρτος ἐκ τῆς μείζονος ἀδιορίστου ἀποφατικῆς καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς· οὗτος δὲ δι’ ἀντιστροφῆς οὐ περαίνεται, εἴγε ἡ μερικὴ ἀποφατικὴ οὐκ ἀντιστρέφει (ταύτῃ γὰρ ἰσοδυναμεῖ ἡ ἀδιόριστος), ἡ δὲ καταφατικὴ πρὸς τὴν μερικὴν ἀντιστρέφει, καὶ ἔσονται ἄμφω μερικαί, ἐξ ὧν οὐδέποτε συλλογισμὸς γίνεται. δειχθήσεται οὖν τῇ εἰς ἄτοπον ἀπαγωγῇ οὕτως· εἰ τὸ Π τῷ Σ οὐχ ὑπάρχει, τὸ δὲ Ρ παντὶ ὑπάρχει, τὸ Π τῷ Ρ οὐχ ὑπάρξει· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί· εἰ τοίνυν τὸ μὲν Π παντὶ τῷ Ρ, τὸ δὲ Ρ παντὶ τῷ Σ ὑπέκειτο, τὸ ἄρα Π παντὶ τῷ Σ ὑπάρξει· ὑπέκειτο δὲ καὶ μὴ ὑπάρχειν· τὸ αὐτὸ ἄρα καὶ παντὶ ὑπάρξει καὶ οὐχ ὑπάρξει, ὅπερ ἄτοπον. τὸ ἄτοπον διὰ τί ἠκολούθησε; διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Π παντὶ τῷ Ρ ὑπάρχειν· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἐξ ἀρχῆς τὸ μὴ ὑπάρχειν, ὅπερ ἔδει δεῖξαι. εἰσὶν οὖν ἅπασαι συλλογιστικαὶ συζυγίαι ἐν τῷ τρίτῳ σχήματι δέκα κατὰ τὴν τάξιν τὴν ὑποκειμένην. Αἱ ἐν τῷ τρίτῳ σχήματι συλλογιστικαὶ συζυγίαι εἰσὶ δέκα· αʹ ἐξ ἀμφοτέρων καθόλου καταφατικῶν. βʹ ἐξ ἀμφοτέρων καθόλου, τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς. γʹ ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς. δʹ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς. εʹ ἐκ μερικῆς ἀποφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς. ϛʹ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς. ζʹ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς. ηʹ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς. θʹ ἐκ τῆς μείζονος ἀπροσδιορίστου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς. ιʹ ἐκ τῆς μείζονος ἀπροσδιορίστου ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς. Τὰ δὲ περὶ τῶν ἀσυλλογίστων συζυγιῶν εἰρημένα, τῶν τε μερικῶν καὶ τῶν ἀπροσδιορίστων, δῆλά ἐστιν ἐκ τῶν εἰρημένων ἐν τοῖς ἄλλοις σχήμασι περὶ αὐτῶν· διὸ παραιτητέον τὰς ὑπολοίπους συζυγίας ἀσυλλογίστους πάσας οὔσας,2 ἵνα μὴ πολλάκις τὰ αὐτὰ λέγειν ἀναγκαζώμεθα. πλὴν ἐπειδή τινες τῶν ἐν αὐτοῖς παρειλημμένων ὅρων ἔχουσι βραχεῖαν ἐπίστασιν, ἐκείνων ἐπιμνησθῆναι3 εὔλογον.
再者,另一个是由作为无限定肯定的大前提和作为全称肯定的小前提如下构成的:如果Π属于Σ,而Ρ属于所有Σ,则通过换位Σ也属于Π;所以既然Ρ属于所有Σ,而Σ属于Π,Ρ将属于Π,并且由于肯定命题可以换位,Π也将属于Ρ,这正是所要证明的。第四个是由作为无限定否定的大前提和作为全称肯定的小前提构成的。但这不能通过换位得出结论,因为特称否定不能换位(因为无限定等同于特称),而肯定命题换位为特称,这样两者都将成为特称,而由特称前提绝不能产生推论。因此,将通过归谬法如下证明:如果Π不属于Σ,而Ρ属于所有,则Π将不属于Ρ;因为如果这是假的,那么“属于所有”就是真的;如果Π设定为属于所有Ρ,而Ρ属于所有Σ,那么Π将属于所有Σ;但之前也曾设定它不属于;因此同一事物既属于所有又不属于,这是荒谬的。这种荒谬何以随之而来?是因为我们假定了Π属于所有Ρ;因此这是假的,而最初的“不属于”是真的,这正是所要证明的。所以,按照下列次序,在第三格中能够构成推论的组合总共有十种。 第三格中能构成推论的组合有十种: 第一,由双方均为全称肯定构成。 第二,由双方均为全称,大前提为否定、小前提为肯定构成。 第三,由大前提为特称肯定、小前提为全称肯定构成。 第四,由大前提为全称肯定、小前提为特称肯定构成。 第五,由大前提为特称否定、小前提为全称肯定构成。 第六,由大前提为全称否定、小前提为特称肯定构成。 第七,由大前提为全称肯定、小前提为无限定肯定构成。 第八,由大前提为全称否定、小前提为无限定肯定构成。 第九,由大前提为无限定肯定、小前提为全称肯定构成。 第十,由大前提为无限定否定、小前提为全称肯定构成。 另一方面,关于非推论性组合(无论特称还是无限定)所谈论的内容,从其他各格中关于它们所说的话中已十分清楚;因此,既然其余的组合全都是非推论性的,就应当将它们略去,免得我们被迫屡次重复相同的话。不过,由于在它们之中所选取的某些词项需要略作考察,提及那些词项是合情合理的。
- 1.120ἀντιστρέφει τὸ κατηγορικόν
τὸ κατηγορικόν 是中性名词化主语,指“肯定命题”。动词 ἀντιστρέφει 用作不及物动词,意为“换位”。
- 1.120διὸ παραιτητέον τὰς ὑπολοίπους συζυγίας ἀσυλλογίστους πάσας οὔσας
动形容词 παραιτητέον 作无人称用法,后接宾格宾语 τὰς ὑπολοίπους συζυγίας(因 παραιτέομαι 为异形动词)。ἀσυλλογίστους πάσας οὔσας 是修饰该宾语的附带情况/原因分词短语(“因为它们全都是非推论性的”)。
- 1.120ἐκείνων ἐπιμνησθῆναι
动词 ἐπιμνησθῆναι(ἐπιμιμνῄσκομαι 的不定词)作为表示提及的动词,支配属格补足语 ἐκείνων。其先行词指代前文的 τινες τῶν ... ὅρων(“那些[词项]”)。
