- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:109.24-110.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞解释了第三格第六格式(Ferison,大前提为全称否定,小前提为特称肯定),通过换位至第一格进行证明并给出了具体词项;他指出泰奥弗拉斯托斯等人为何将该格式置于第五格式(Bocardo)之前,并开始探讨量化限定前提与无限定前提相结合所构成的推论组合。
" Ἐὰν δὲ ὁ στερητικὸς ᾖ καθόλου, ὅταν μὲν ὁ μείζων ᾖ στερητικὸς ὁ δὲ ἐλάττων κατηγορικός, ἔσται συλλογισμός." Ἕκτος οὗτος τρόπος συλλογιστικὸς ἐν τούτῳ τῷ σχήματι, ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς1 μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. δείκνυται δὲ διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος προτάσεως· οἷον τὸ Π οὐδενὶ τῷ Σ, τὸ Ρ τινὶ τῷ Σ ὑπαρχέτω· οὐκοῦν καὶ τὸ Σ τινὶ τῷ Ρ. εἰ τοίνυν τὸ μὲν Π οὐδενὶ τῷ Σ τὸ δὲ Σ τινὶ τῷ Ρ ὑπάρχει, τὸ Π οὐ παντὶ τῷ Ρ ὑπάρξει· γίνεται γὰρ ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. εὐπορήσεις δὲ κἀνταῦθα ὑλῶν λαμβάνων δύο τινὰ παντάπασιν ἀλλήλοις ἀλλότρια καὶ ἕτερον ἀμφοτέροις ὑπάρχον ἐν μέρει καὶ τοῦτο μὲν ἐλάττονα ὅρον τιθείς, τῶν δὲ λοιπῶν τὸν μὲν μείζονα τὸν δὲ μέσον·2 οἷον ἄνθρωπος οὐδενὶ ἵππῳ, λευκὸν τινὶ ἵππῳ, καὶ συνάγεται ‘ἄνθρωπος ἄρα οὐ παντὶ λευκῷ’. ἰστέον δὲ ὅτι τοῦτον τὸν τρόπον οἱ περὶ Θεόφραστον πέμπτον τάττουσι προτάττοντες αὐτὸν τοῦ προειρημένου, διότι οὗτος μὲν δι’ ἀντιστροφῆς κατασκευάζεται, ἐκεῖνος δὲ διὰ μόνης τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ὁ δὲ Ἀριστοτέλης τὸν πέμπτον προέταξε διὰ τὴν εἰρημένην αἰτίαν. Οὗτοι μὲν οὖν οἱ ἓξ τρόποι ἐν τῷ τρίτῳ σχήματι συλλογιστικοὶ προσδιωρισμένων οὐσῶν τῶν προτάσεων. ἐὰν 〈δ’ ἡ〉 μὲν ᾖ προσδιωρισμένη ἡ δὲ ἀπροσδιόριστος,3 γίνονται ἄλλαι τέσσαρες συζυγίαι συλλογιστικαί, τῆς ἀπροσδιορίστου δηλονότι τῇ μερικῇ ἰσοδυναμούσης. συντίθενται δὲ οὕτως· εἷς μὲν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς· εἰ τὸ Π κατὰ παντὸς τοῦ Σ, τὸ δὲ Ρ κατὰ τοῦ Σ, τὸ Π τῷ Ρ ὑπάρξει· ἐπεὶ γὰρ ἀντιστρέφει τὸ κατηγορικόν, τὸ Σ τῷ Ρ ὑπάρξει, ὥστε ἐπεὶ τὸ μὲν Π κατὰ παντὸς τοῦ Σ, τὸ δὲ Σ τῷ Ρ ὑπάρχει, τὸ Π τῷ Ρ ὑπάρξει. ἕτερος ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς καὶ τῆς ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς οὕτως· εἰ τὸ Π μηδενὶ τῷ Σ ὑπάρχει, τὸ δὲ Ρ ὑπάρχει τῷ Σ, ἀντιστρέψει καὶ τὸ Σ τῷ Ρ· ὥστε ἐπεὶ τὸ μὲν Π οὐδενὶ τῷ Σ, τὸ δὲ Σ τῷ Ρ ὑπάρχει, τὸ Π τῷ Ρ οὐχ ὑπάρξει.
“但是,如果否定〔项〕是全称的,当大〔项〕是否定而小〔项〕是肯定时,推论将成立。” 这是该格中的第六个推论格式,从作为全称否定的大前提和作为特称肯定的小前提得出特称否定的结论。它是通过小前提的换位来证明的:例如,设Π不属于任何Σ,而Ρ属于某个Σ;因此Σ也属于某个Ρ。那么,如果Π不属于任何Σ,而Σ属于某个Ρ,Π将不属于所有Ρ;因为这样就构成了第一格的第四格式,从作为全称否定的大前提和作为特称肯定的小前提得出特称否定的结论。在此处你也很容易找到材料,只要取两个完全彼此相异的事物,以及另一个部分地属于两者的事物,并将后者置为小项,其余的则一个置为大项,另一个置为中项;例如,人不属于任何马,白属于某种马,于是得出“因此人不属于所有白物”。应当知道,泰奥弗拉斯托斯一派将这一格式排在第五位,置于前述格式之前,因为这个格式是通过换位得以确立的,而那个格式仅仅通过归谬法得以确立。但亚里士多德由于所说的原因将第五个格式置于前面。因此,在前提具有量项限定的情况下,第三格中能够构成推论的就是这六个格式。但是,如果一者有限定而另一者无限定,则另外产生四种能构成推论的组合,显然无限定的前提等同于特称前提。它们的构成如下:其一是由作为全称肯定的大前提和作为无限定肯定的小前提构成的:如果Π关于所有Σ成立,而Ρ关于Σ成立,则Π将属于Ρ;因为肯定命题可以换位,Σ将属于Ρ,所以既然Π关于所有Σ成立,而Σ属于Ρ,Π将属于Ρ。另一种是由作为全称否定的大前提和作为无限定肯定的小前提如下构成的:如果Π不属于任何Σ,而Ρ属于Σ,Σ也将对Ρ进行换位;所以既然Π不属于任何Σ,而Σ属于Ρ,Π将不属于Ρ。
- 1.120ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς
在介词 ἐκ 的支配下,τῆς μείζονος 和 τῆς ἐλάττονος(省略了 πρότασις)通过 δέ 形成对比,各自附带表语性修饰语(καθόλου ἀποφατικῆς 与 μερικῆς καταφατικῆς),用以表述前提的构成方式:“由作为全称否定的大前提和作为特称肯定的小前提”。
- 1.120καὶ τοῦτο μὲν ἐλάττονα ὅρον τιθείς, τῶν δὲ λοιπῶν τὸν μὲν μείζονα τὸν δὲ μέσον
分词 τιθείς(其逻辑主语与 εὐπορήσεις 一致)支配双重宾格(以 τοῦτο 为宾语,ἐλάττονα ὅρον 为补足语),随后的部分属格 τῶν δὲ λοιπῶν 派生出 τὸν μέν 与 τὸν δέ 作为宾语,分别带有补足语 μείζονα 和 μέσον,结构为“将此置为小项,而其余的则一个置为大项,另一个置为中项”。
- 1.120ἐὰν 〈δ’ ἡ〉 μὲν ᾖ προσδιωρισμένη ἡ δὲ ἀπροσδιόριστος
通过版本校订所补入的 〈δ’ ἡ〉,μέν...δέ 形成两前提(一者 πρότασις 与另一者)的主语对比。接续前句的属格独立结构(προσδιωρισμένων οὐσῶν τῶν προτάσεων),构成条件从句:“如果一[前提]有限定而另一[前提]无限定”。
