← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§108.4-109.23

第三格第五式的设定法与无效前提组合

针对亚里士多德《前分析篇》第1卷第6章28b20–28,斐洛庞奴斯注解了第三格第五式(Bocardo)通过设定法的证明,并借由对立词项与特称否定前提的不确定性,阐明大前提肯定而小前提否定的组合不能构成有效推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.116

" Δείκνυται δὲ καὶ ἄνευ τῆς ἀπαγωγῆς, ἐὰν ληφθῇ τι τῶν Σ ᾧ τὸ Π μὴ ὑπάρχει." Τὴν δι’ ἐκθέσεώς φησι δεῖξιν. εἰ γὰρ λευκὸν οὐ παντὶ ἀνθρώπῳ, τὸ δὲ ζῷον παντὶ ἀνθρώπῳ, ἐὰν ληφθῇ τι τοῦ ἀνθρώπου ᾧ μὴ ὑπάρχει τὸ λευκόν, οἷον ὁ Αἰθίοψ, ἔστι δὲ τοῦτο τοῦ ζῴου μέρος1 (παντὶ γὰρ ἀνθρώπῳ τὸ ζῷον ὑπάρχει δῆλον ὅτι), τὸ συμπέρασμα προφανές, ὅτι τὸ λευκὸν οὐ παντὶ ζῴῳ ὑπάρχει, οἷον τῷ Αἰθίοπι.

“如果不通过归谬法,而取某个Π不属于的Σ,也是可以证明的。” 他所说的是通过设定法来进行的证明。因为如果白不属于所有人,而动物属于所有人,如果取白不属于的某个人的部分,例如埃塞俄比亚人,而这又是动物的一部分(因为动物显然属于所有人),那么结论就是显然的:白不属于所有动物,例如不属于埃塞俄比亚人。

§1.117

"Ὅταν δὲ ὁ μείζων ᾖ κατηγορικός, οὐκ ἔσται συλλογισμός." Ὑποθέμενος τὴν μὲν καθόλου πρότασιν κατηγορικὴν τὴν δὲ μερικήν στερητικὴν καὶ δείξας ὅτι οὕτως ἐχουσῶν τῶν προτάσεων, ἐὰν ἐν τῷ ἐλάττονι ὅρῳ τεθῇ τὸ καθόλου κατηγορικὸν ἐν δὲ τῷ μείζονι τὸ μερικὸν ἀποφατικόν, γίνεται συλλογισμός, νῦν τὸ ἀνάπαλιν ὑποτίθεται ἐν μὲν τῷ μείζονι τὸ καθόλου κατηγορικόν, ἐν δὲ τῷ ἐλάττονι τὸ μερικὸν ἀποφατικόν, καὶ δείκνυσιν ἀσυλλόγιστον οὖσαν ταύτην τὴν συζυγίαν διὰ τὸ τὴν ἐλάττονα τὸ ἴδιον ἀπολωλεκέναι, λέγω δὴ τὸ καταφατικόν·2 συνάγει γὰρ καὶ παντὶ καὶ οὐδενί. καὶ τὸ μὲν παντὶ οὕτως· ἔμψυχον παντὶ ζῴῳ, ἄνθρωπος οὐ παντὶ ζῴῳ, καὶ συμπέρασμα ἔμψυχον παντὶ ἀνθρώπῳ.

“但当大前提是肯定的时,推论将不成立。” 在预先假定全称前提为肯定而特称前提为否定,并且证明了在前提如此配置的情况下,如果在小项中置全称肯定而在大项中置特称否定就会构成推论之后,现在他反过来假定在大项中置全称肯定而在小项中置特称否定,并指出这一组合是不能构成推论的,因为小前提失去了其特有性质,我是指作为肯定前提的性质;因为它既能得出属于所有的结论,也能得出不属于任何的结论。关于属于所有,情况如下:有生命的存在属于所有动物,人不属于所有动物,结论是有生命的存在属于所有人。

§1.118

"Τοῦ δὲ μηδενὶ οὐκ ἔστι λαβεῖν ὅρους, εἰ τινὶ μὲν ὑπάρχει τῷ Σ τὸ Ρ τινὶ δὲ μή." Ἐάν, φησί, τὴν μερικὴν ἀποφατικὴν δι’ ἑαυτὴν ἀληθεύουσαν λάβωμεν, ἰσοδυναμήσει τῇ μερικῇ καταφατικῇ, καὶ τὸ καθόλου ἀποφατικὸν ἀδύνατον διὰ τῶν τοιούτων ὅρων συναγαγεῖν. εἰ γάρ, φησί, τὸ μὲν Π παντὶ τῷ Σ ὑπάρχει τὸ δὲ Ρ μὴ παντί, εἶτα τοῦτο δι’ ἑαυτὸ λάβωμεν ἀληθές, ἰσοδυναμήσει τῷ τινὶ καὶ ποιήσει συλλογιστικὴν συζυγίαν ὥστε συνάγεσθαι τὸ Π τινὶ τῷ Ρ ὑπάρχειν. εἰ τοίνυν καὶ τὸ μηδενὶ συνάγει διὰ τὴν ὑπόθεσιν, τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἄτοπον. δυνατὸν δὲ καὶ ἄλλως δεῖξαι. εἰ γὰρ δυνατόν, μηδενὶ τῷ Ρ ὑπαρχέτω τὸ Π· οὐκοῦν οὐδὲ τὸ Ρ οὐδενὶ τῷ Π· τὸ δὲ Π παντὶ τῷ Σ· τὸ ἄρα Ρ οὐδενὶ τῷ Σ. ἦν δὲ καὶ οὐ παντί, ταὐτὸν δὲ εἰπεῖν τινί· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί. οὐκ ἄρα δυνατὸν τὸ μηδενὶ συναγαγεῖν, ἵνα διὰ τούτου δειχθῇ ἀσυλλόγιστος ἡ συζυγία καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συνάγουσα, ἐὰν ἡ μερικὴ ἀποφατικὴ δι’ ἑαυτὴν ληφθῇ ἀληθεύουσα.3 εἰ τοίνυν ἀσυλλόγιστος ὁ τρόπος ἔσται, δεῖ τὴν μερικὴν ἀποφατικὴν ἐν τῷ ἐλάττονι ὅρῳ κειμένην οὕτω λαμβάνεσθαι ὡς διὰ τὴν καθόλου ἀληθεύουσαν, ἵνα καθόλου ἀποφατικὴ ληφθεῖσα ἡ ἐλάττων πρότασις ἀσυλλόγιστον ἐργάσηται τὴν συζυγίαν.

“如果Ρ属于某个Σ而不属于某个Σ,则不可能取得属于无一的词项。” 他说,如果我们把特称否定理解为凭其自身为真,它将等同于特称肯定,并且不可能通过这样的词项得出全称否定。因为他说,如果Π属于所有Σ而Ρ不属于所有[Σ],随后我们把这理解为凭其自身为真,它将等同于属于某个,并构成一个能形成推论的组合,从而得出Π属于某个Ρ。因此,如果通过假设它也得出不属于任何,那么同一事物就既属于某个又不属于任何,这是荒谬的。通过另一种方式也能够证明这一点。因为如果可能的话,设Π不属于任何Ρ;因此Ρ也不属于任何Π;但Π属于所有Σ;因此Ρ不属于任何Σ。但原本它也是不属于所有,换言之即属于某个;因此同一事物既属于某个又不属于任何。因此,如果特称否定被取作凭其自身为真,那么为了借此证明该组合既得出属于所有又得出不属于任何从而不能构成推论,得出不属于任何是不可能的。因此,如果这一格式要是不能构成推论的,位于小项中的特称否定必须被理解为因全称否定而为真,以便小前提被当作全称否定来取时使该组合成为不能构成推论的。

§1.119

"Ἀλλ’ ὥσπερ ἐν τοῖς πρότερον ληπτέον· ἀδιορίστου γὰρ ὄντος τοῦ τινὶ μὴ ὑπάρχειν4 καὶ τὸ μηδενὶ ὑπάρχον ἀληθὲς εἰπεῖν τινὶ μὴ ὑπάρχειν· μηδενὶ δὲ ὑπάρχοντος οὐκ ἔσται συλλογισμός." Ὥσπερ πρότερον, φησίν, ἀδιόριστον τὴν μερικὴν ἀποφατικὴν λαμβάνοντες, τουτέστιν ἄμφω σημαίνουσαν, καὶ τὸ καθόλου ἀποφατικὸν καὶ τὸ μερικόν, ἐδείκνυμέν τινας ἀσυλλογίστους συζυγίας λαμβάνοντες τὴν μερικὴν ἀποφατικὴν σημαίνουσαν τὸ καθόλου ἀποφατικόν, οὕτω καὶ ἐνταῦθα, ἐὰν ὡσαύτως αὐτὴν ἐκδεξώμεθα ἐπὶ τῆς καθόλου ἀποφατικῆς, εὑρήσομεν αὐτὴν ἀσυλλόγιστον· οὐδεμία γὰρ πρότασις ἐν τούτῳ τῷ σχήματι τὴν ἐλάττονα ἀποφατικὴν ἔχουσα συλλογιστική ἐστι· συνάγει γὰρ καὶ τὸ παντὶ καὶ τὸ μηδενί. καὶ τοῦ μὲν παντὶ παρεθήκαμεν ὅρους. τοῦ δὲ μηδενὶ νῦν παραθησόμεθα, ὡς εἴρηται, εἰς τὴν καθόλου ἀποφατικὴν μεταλαμβάνοντες τὴν μερικὴν ἀποφατικὴν οὕτως· ἔμψυχον παντὶ ζῴῳ, λίθος οὐ παντὶ ζῴῳ, καὶ συμπέρασμα ἔμψυχον οὐδενὶ λίθῳ.

“但应当像在前述各情形中那样来取;因为既然不属于某种是不确定的,说不属于任何的事物不属于某种也是真的;而不属于任何时将不会有推论。” 他说,正如先前我们将特称否定不加限定地取用,即意味全称否定和特称否定两者,并通过取意味全称否定的特称否定证明了某些不能构成推论的组合,在此处也是同样,如果我们同样将其理解为全称否定,我们将发现它是不能构成推论的;因为在这一格式中,凡是小前提为否定的组合都不是能构成推论的;因为它既得出属于所有,又得出不属于任何。关于属于所有,我们已经列出了词项。而关于不属于任何,正如已经说过的,我们现在通过将特称否定转换为全称否定来如下列出词项:有生命的存在属于所有动物,石块不属于所有动物,结论是有生命的存在不属于任何石块。

语法注4 条
  1. 1.116ἔστι δὲ τοῦτο τοῦ ζῴου μέρος

    小句 ἔστι δὲ τοῦτο τοῦ ζῴου μέρος 充当与条件从句 ἐὰν ληφθῇ 并列的插入补充;主句是 τὸ συμπέρασμα προφανές,其中系动词 ἐστί 被省略。

  2. 1.117διὰ τὸ τὴν ἐλάττονα τὸ ἴδιον ἀπολωλεκέναι, λέγω δὴ τὸ καταφατικόν

    由介词 διά 引导的带冠词不定式结构(διὰ τὸ ... ἀπολωλεκέναι),其宾格主语是 τὴν ἐλάττονα。小句 λέγω δὴ τὸ καταφατικόν 是同位语性插入语,具体解释了前面的 τὸ ἴδιον。

  3. 1.118ἵνα διὰ τούτου δειχθῇ ἀσυλλόγιστος ἡ συζυγία καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συνάγουσα, ἐὰν ἡ μερικὴ ἀποφατικὴ δι’ ἑαυτὴν ληφθῇ ἀληθεύουσα

    目的从句 ἵνα ... δειχθῇ 依存于前面的 οὐκ ἄρα δυνατὸν τὸ μηδενὶ συναγαγεῖν。分词 συνάγουσα 与主语 ἡ συζυγία 一致,说明无效的理由。后续的 ἐὰν 从句规定了主干陈述中否定结论推导无法成立的假定条件。

  4. 1.119ἀδιορίστου γὰρ ὄντος τοῦ τινὶ μὴ ὑπάρχειν

    属格独立结构,其中带中性定冠词的不定式短语 τοῦ τινὶ μὴ ὑπάρχειν 作主语,形容词 ἀδιορίστου 作表语,充当说明原因的分句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:108.4-109.23