- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:106.15-108.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》28b14–28b15,说明第三格第三式与第四式亦可通过归谬法和设定法(ecthesis)加以证明,进而通过归谬法论证第五式(特称否定大前提与全称肯定小前提)的有效性。
" Ἔστι δὲ ἀποδεῖξαι καὶ διὰ τοῦ ἀδυνάτου καὶ τῇ ἐκθέσει, καθάπερ καὶ ἐπὶ τῶν προτέρων." Ἀμφοτέρους δυνατὸν δεῖξαι τῇ εἰς ἄτοπον ἀπαγωγῇ, καὶ πρῶτόν γε τὸν πρῶτον δείξομεν. εἰ γάρ τις εἴποι ψεῦδος εἶναι τὸ τινὶ τῷ Ρ τὸ Π ὑπάρχειν,1 τουτέστι τὸν ἄνθρωπον τινὶ ἐμψύχῳ, δῆλον ὅτι ἀληθὲς ἔσται τὸ οὐδενί. εἰ τοίνυν τὸ μὲν Π, τουτέστιν ὁ ἄνθρωπος, οὐδενὶ τῷ Ρ, τουτέστι τῷ ἐμψύχῳ, ὡς ὁ ἀντιλέγων βούλεται, τὸ δὲ Ρ, τὸ ἔμψυχον, παντὶ τῷ Σ, τουτέστι τῷ ζῴῳ (τοῦτο γὰρ ὑπέκειτο), τὸ ἄρα Π, ὁ ἄνθρωπος, οὐδενὶ τῷ Σ, τῷ ζῴῳ, ὑπάρξει· γίνεται γὰρ ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος. ὑπέκειτο δὲ καὶ τινὶ ζῴῳ ὑπάρχειν τὸν ἄνθρωπον· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενὶ ὑπάρξει, ὅπερ ἄτοπον. τὸ ἄτοπον ἠκολούθησε δῆλον ὅτι διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Π μηδενὶ τῷ Ρ ὑπάρχειν, τουτέστιν ὁ ἄνθρωπος μηδενὶ ἐμψύχῳ· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ τινί, ὅπερ ἔδει δεῖξαι. δείκνυται δὲ καὶ τῇ ἐκθέσει οὕτως· εἰ γὰρ ὁ ἄνθρωπος τινὶ ζῴῳ ὑπάρχει τὸ δὲ ἔμψυχον παντί, ἐὰν ληφθῇ τι τοῦ ζῴου ᾧ ὑπάρχει ὁ ἄνθρωπος, τοῦτο κοινὸν ἔσται μέρος τοῦ τε ἀνθρώπου καὶ τοῦ ἐμψύχου· ἔστιν ἄρα τι τοῦτο τοῦ ἐμψύχου ᾧ ὑπάρχει ὁ ἄνθρωπος. ὁμοίως δὲ καὶ τὸν δεύτερον τρόπον δείξομεν διὰ μὲν τοῦ ἀδυνάτου οὕτως· εἴ τις εἴποι ψευδὲς εἶναι τὸ τινὶ λευκῷ ὑπάρχειν τὸ ζῷον, δῆλον ὅτι ἀληθὲς ἐρεῖ τὸ μηδενὶ λευκῷ ὑπάρχειν τὸ ζῷον· οὐκοῦν καὶ τὸ ἀνάπαλιν οὐδενὶ ζῴῳ ὑπάρξει τὸ λευκόν. εἰ τοίνυν οὐδενὶ ζῴῳ τὸ λευκόν, ὡς ὁ ἀντιλέγων βούλεται, ὑπέκειτο δὲ καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ὑπάρχειν, δῆλον ὅτι συνάγεται τὸ λευκὸν μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· γίνεται γὰρ πάλιν ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος. ὑπέκειτο δὲ καὶ τινὶ ἀνθρώπῳ τὸ λευκὸν ὑπάρχειν· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενὶ ὑπάρξει, ὅπερ ἄτοπον. τὸ ἄτοπον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ μηδενὶ λευκῷ τὸ ζῷον ὑπάρχειν· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντικείμενον τὸ τινί, ὅπερ ἔδει δεῖξαι. ὁμοίως δὲ καὶ τῇ ἐκθέσει τὸ αὐτὸ δείξομεν· εἰ γὰρ τὸ μὲν ζῷον κατὰ παντὸς ἀνθρώπου τὸ δὲ λευκὸν κατὰ τινός, ἐὰν ληφθῇ τι τοῦ ἀνθρώπου ᾧ ὑπάρχει τὸ λευκόν, οἷον Σκύθης, τούτῳ ὑπάρξει τὸ ζῷον· τινὶ ἄρα λευκῷ τὸ ζῷον ὑπάρξει, ὅπερ ἔδει δεῖξαι.
“同样可以通过不可能法以及通过设定法来证明,正如在前述各格式中那样。” 通过归谬法来证明这两种格式都是可能的,我们将首先证明第一种。因为如果有人说Π属于某个Ρ(即人属于某种有生命的)是假的,显而易见属于无一则是真的。因此,如果正如反对者所主张的那样,Π(即人)不属于任何Ρ(即有生命的),而Ρ(有生命的)属于所有Σ(即动物)(因为这曾被预先假定),那么Π(人)将不属于任何Σ(动物);因为这里构成了第一格的第二式。但预先也曾假定人属于某种动物;因此同一事物既属于某个又不属于任何,这是荒谬的。显而易见,这一荒谬之所以随之产生,是因为我们假定了Π不属于任何Ρ,即人不属于任何有生命的;因此这是假的,而属于某个则是真的,这正是所要证明的。通过设定法也可以这样证明:因为如果人属于某种动物而有生命的属于所有[动物],那么如果取人所属于的动物的某一部分,这一部分将是人与有生命的两者共有的部分;因此存在有生命的某一部分,人属于这一部分。同样地,我们也将通过不可能法这样证明第二种格式:如果有人说动物属于某种白的这一命题是假的,显而易见他会说动物不属于任何白的这一命题是真的;因此,反过来白也不属于任何动物。因此,如果正如反对者所主张的那样,白不属于任何动物,而预先也假定了动物属于所有人,显而易见得出白不属于任何人;因为这里再次构成了第一格的第二式。但预先也曾假定白属于某个人;因此同一事物既属于某个又不属于任何,这是荒谬的。这一荒谬之所以随之产生,是因为我们假定了动物不属于任何白的;因此这是假的,而相反的命题,即属于某个,则是真的,这正是所要证明的。同样地,通过设定法我们也可以证明同样的内容:因为如果动物陈述于所有人,而白陈述于某个人,那么如果取白所属于的人的某一部分(例如斯基泰人),动物将属于这一部分;因此动物将属于某种白的,这正是所要证明的。
"Ἐὰν δ’ ὁ μὲν ᾖ κατηγορικὸς ὁ δὲ στερητικός, καθόλου δὲ ὁ κατηγορικός." Τὰς συζυγίας ἐκτιθέμενος τὰς ἐκ τῆς μιᾶς καθόλου τῆς δὲ ἑτέρας μερικῆς ἐξέθετο προτέρας τὰς ἐκ τῶν δύο καταφατικῶν, τήν τε ἔχουσαν τὸν μείζονα καθόλου τὸν δὲ ἐλάττονα μερικὸν καὶ τὸ ἀνάπαλιν, καὶ ἀμφοτέρας ἔδειξε συλλογιστικὰς οὔσας· ἐν ἑκατέρᾳ γὰρ ἐσώζετο τὸ ἴδιον τοῦ τρίτου σχήματος τὸ τὴν ἐλάττονα εἶναι καταφατικήν. λοιπὸν ἐκτίθεται τὰς ἐκ τῆς ἑτέρας μὲν καταφατικῆς τῆς δὲ ἑτέρας ἀποφατικῆς, τῆς καταφατικῆς καθόλου οὔσης μερικῆς δὲ τῆς ἀποφατικῆς, καὶ πρώτην τὴν ἐν τῷ ἐλάττονι ὅρῳ ἔχουσαν τὸ κατηγορικόν,2 καὶ δείκνυσιν αὐτὴν συλλογιστικὴν οὖσαν· ὅταν γάρ, φησίν, ὁ ἐλάττων ᾖ κατηγορικός, ἔσται συλλογισμός. πέμπτος οὗτος τρόπος συλλογιστικὸς ἐν τῷ τρίτῳ σχήματι, ἐκ μερικῆς ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. εὐπορήσεις δὲ κἀνταῦθα ὑλῶν λαμβάνων γένος καὶ εἶδος καί τι ἐπὶ μέρους αὐτοῖς συμβεβηκὸς καὶ τοῦτο μὲν μείζονα ὅρον τιθείς, τὸ δὲ εἶδος μέσον, τὸ δὲ γένος ἐλάττονα· οἷον λευκὸν οὐ παντὶ ἀνθρώπῳ, ζῷον παντὶ ἀνθρώπῳ, καὶ συνάγεται λευκὸν οὐ παντὶ ζῴῳ. δείκνυσι δὲ τοῦτον τὸν τρόπον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· οὐ γὰρ οἷόν τε ἦν αὐτὸν δι’ ἀντιστροφῆς ἀποδεῖξαι, διότι ἡ μὲν μείζων οὐδὲ ὅλως ἀντιστρέφει μερικὴ οὖσα ἀποφατική, ἡ δὲ ἐλάττων εἰ ἀντιστραφῇ, πρὸς τὴν μερικὴν καταφατικὴν ἀντιστρέφει, καὶ γίνονται ἄμφω μερικαί· ἐκ δὲ ἀμφοῖν μερικῶν οὐχ οἷόν τε γενέσθαι συλλογιστικὴν συζυγίαν, ὡς ἤδη εἴπομεν. διόπερ τῇ εἰς ἄτοπον ἀπαγωγῇ δείκνυσι τὴν συζυγίαν οὕτως· εἰ γάρ τις εἴποι ψεῦδος εἶναι τὸ συμπέρασμα τὸ λέγον μὴ παντὶ ζῴῳ τὸ λευκὸν ὑπάρχειν, δῆλον ὅτι τὸ παντὶ ἔσται· ἔστω οὖν λευκὸν παντὶ ζῴῳ· ἀλλὰ μὴν καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ὑπῆρχεν· οὕτω γὰρ ὑπέκειτο· τὸ ἄρα λευκὸν συναχθήσεται παντὶ ἀνθρώπῳ ὑπάρχειν· ὑπέκειτο δὲ καὶ οὐ παντί· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐ παντὶ ἔσται, ὅπερ ἀδύνατον.
“如果一个词项是肯定的而另一个是否定的,且肯定是全称的。” 在提出由一个全称前提和另一个特称前提构成的组合时,[亚里士多德]首先提出了由两个肯定前提构成的组合——既包括大前提全称而小前提特称的组合,也包括其相反的组合——并证明了两者都是能构成推论的;因为在两者中都保留了第三格的特有性质,即小前提是肯定的。余下的是,他提出了由一个是肯定的而另一个是否定的、肯定是全称的而否定是特称的组合,并首先提出了在小项中具有肯定性质的组合,证明它是能构成推论的;因为他说,当小项是肯定的时,推论便成立。这是第三格中的第五个有效推论式,由特称否定的大前提和全称肯定的小前提构成,得出特称否定的结论。在此你同样可以不乏质料实例,只要取一个属、一个种,以及某种部分地偶性地属于它们的东西,并将这[偶性属性]设为大项,种设为中项,属设为小项即可;例如,白不属于所有人,动物属于所有人,得出的结论是白不属于所有动物。他通过归谬法证明了这一格式;因为通过换位来论证它是不可能的,这是因为大前提作为特称否定根本不能换位,而小前提即使换位,也只能换位为特称肯定,从而两者都变成了特称;但从两个特称前提中不可能产生能构成推论的组合,正如我们已经说过的。因此,他通过归谬法如下证明该组合:因为如果有人说表明白不属于所有动物的结论是假的,显而易见属于所有将是真的;那么假定白属于所有动物;但动物原本也属于所有人;因为原先是这样假定的;因此将得出白属于所有人;但原先也假定它不属于所有人;因此同一事物既属于所有又不属于所有,这是不可能的。
- 1.114τὸ τινὶ τῷ Ρ τὸ Π ὑπάρχειν
带冠词的不定式短语(τὸ ... ὑπάρχειν)充当间接引语不定式 εἶναι(由 εἴποι 支配)的宾格主语。在其内部,τὸ Π 是不定式 ὑπάρχειν 的宾格主语,τῷ Ρ 为与格补足语,τινί 则是修饰量的与格不定代词。
- 1.115τὴν ἐν τῷ ἐλάττονι ὅρῳ ἔχουσαν τὸ κατηγορικόν
修饰省略名词 τὴν [συζυγίαν] 的分词短语。介词短语 ἐν τῷ ἐλάττονι ὅρῳ 字面上意为“在小项中”,但在语境中转喻性地指代“在小前提中”,与下文引用的亚里士多德习惯用语(ὁ ἐλάττων ᾖ κατηγορικός)相呼应。
