- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:105.5-106.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在第三格中探讨一个前提为全称、另一个为特称的推论式(第三式Disamis与第四式Datisi),菲洛波诺斯对此阐明了通过换位的证明过程及其实例,并论述了亚里士多德与泰奥弗拉斯托斯在格式排列顺序上产生分歧的原因。
" Ἐὰν δ’ ὁ μὲν ᾖ καθόλου πρὸς τὸ μέσον ὁ δ’ ἐν μέρει." Διεξελθὼν πάσας τὰς ἐξ ἀμφοτέρων καθόλου τῶν προτάσεων γινομένας συζυγίας καὶ δείξας, ποῖαι μὲν συλλογιστικαί, ποῖαι δὲ ἀσυλλόγιστοι, νῦν διδάσκει περὶ τῶν ἐκ μὲν τῆς μιᾶς καθόλου τῆς δὲ ἑτέρας μερικῆς συζυγιῶν ὀκτώ. καὶ πρῶτον ἐκτίθεται τὴν ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς, καὶ δείκνυσιν αὐτὴν συλλογιστικὴν διὰ τῆς ἀντιστροφῆς τῆς μερικῆς. ὑπαρχέτω γάρ, φησί, τὸ μὲν Π τινὶ τῷ Σ, τὸ δὲ Ρ παντὶ τῷ Σ· λέγω, φησίν, ὅτι τὸ Π τινὶ τῷ Ρ ὑπάρχει. πῶς καὶ τίνα τρόπον; εἰ γὰρ τὸ Π τινὶ τῷ Σ, καὶ τὸ Σ τινὶ τῷ Π· πρὸς ἑαυτὴν γὰρ ἡ μερικὴ καταφατικὴ ἀντιστρέφει. εἰ τοίνυν ὑπέκειτο τὸ μὲν Ρ παντὶ τῷ Σ ὑπάρχειν, τὸ δὲ Σ κατὰ τὴν ἀντιστροφὴν τινὶ τῷ Π, γίνεται ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν καταφατικὸν συνάγων συμπέρασμα· τὸ ἄρα Ρ τινὶ τῷ Π ὑπάρξει. ἀλλ’ οὐ τοῦτο ἐβουλόμεθα δεῖξαι, εἰ τὸ Ρ1 τινὶ τῷ Π ὑπάρχει, ἀλλ’ εἰ τὸ Π τινὶ τῷ Ρ. εἰ τοίνυν ἀντιστρέφει ἡ μερικὴ καταφατική, καὶ τὸ Π τινὶ τῷ Ρ ὑπάρξει, ὅπερ ἔδει δεῖξαι. ἔστι δὲ οὗτος τρίτος τρόπος συλλογιστικὸς ἐν τρίτῳ σχήματι. εὐπορήσεις δὲ κἀνταῦθα ὑλῶν εἶδός τι καὶ γένος λαμβάνων καὶ κοινὸν ἀμφοῖν καὶ τὸ μὲν εἶδος μείζονα ὅρον τιθείς, τὸ δὲ γένος μέσον, τὸ δὲ κοινὸν ἀμφοῖν ἐλάττονα· οἷον ἄνθρωπος τινὶ ζῴῳ, ἔμψυχον παντὶ ζῴῳ, καὶ ἄνθρωπος τινὶ ἐμψύχῳ. εἰ γὰρ ὁ ἄνθρωπος τινὶ ζῴῳ, καὶ τὸ ζῷον τινὶ ἀνθρώπῳ· οὐκοῦν εἰ τὸ μὲν ἔμψυχον παντὶ ζῴῳ, τὸ δὲ ζῷον τινὶ ἀνθρώπῳ, συνάγεται τὸ ἔμψυχον τινὶ ἀνθρώπῳ· εἰ δὲ τοῦτο, καὶ ὁ ἄνθρωπος τινὶ ἐμψύχῳ, ὅπερ ἔδει δεῖξαι. τοῦτον δὲ τὸν συλλογισμὸν οἱ περὶ Θεόφραστον τέταρτον ἔταξαν, ὅτι ἐδεήθη δύο ἀντιστροφῶν, Ἀριστοτέλης δὲ τρίτον καὶ ἴσως, διότι ἐν τῷ τρίτῳ σχήματι ἡ ἐλάττων ἦν πρότασις ἡ τὸ κῦρος ἔχουσα μάλιστα· ἀδιαφόρως γὰρ ἐν αὐτῷ ἔχει ἡ μείζων καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν· ἡ δὲ ἐλάττων πάντως τῷ ποιῷ κεκοσμῆσθαι βούλεται, καὶ παρ’ αὐτὴν ἢ συλλογιστικαὶ ἢ ἀσυλλόγιστοι γίνονται αἱ συμπλοκαὶ τῶν προτάσεων. ἐπεὶ οὖν αὕτη τὸ κῦρος ἔχει, προτετίμηκεν ἐν τῇ καταριθμήσει τὴν ἔχουσαν τὴν ἐλάττονα καθόλου,2 ἵνα ἡ τὸ κῦρος ἔχουσα πρότασις μὴ μόνῳ κοσμῆται τῷ ποιῷ ἀλλὰ καὶ τῷ ποσῷ.
“如果一个词项相对于中项是全称的,而另一个是特称的。” 在考察了由两个全称前提产生的所有组合并指明了哪些是能构成推论的、哪些是不能构成推论的之后,现在[亚里士多德]讲授由一个全称前提和另一个特称前提构成的八种组合。首先,他提出了由特称肯定的大前提和全称肯定的小前提构成的组合,并通过对特称前提的换位证明它是能构成推论的。因为他说,假设Π属于某个Σ,而Ρ属于所有Σ;他说,我主张Π属于某个Ρ。如何证明,又以何种方式证明呢?因为如果Π属于某个Σ,那么Σ也属于某个Π;因为特称肯定命题是自身相互换位的。因此,如果先前设定了Ρ属于所有Σ,而根据换位Σ属于某个Π,那么就由全称肯定的大前提和特称肯定的小前提构成了第一格的第三式,得出特称肯定的结论;所以Ρ将属于某个Π。但我们想要证明的并不是这一点,即Ρ是否属于某个Π,而是Π是否属于某个Ρ。因此,如果特称肯定命题换位,Π也将属于某个Ρ,这正是所要证明的。这是第三格中的第三个有效推论式。在此你同样可以不乏质料实例,只要取某个种、某个属以及两者共有的东西,并将种设为大项,属设为中项,两者共有的东西设为小项;例如,人属于某种动物,有生命属于所有动物,因而人属于某种有生命的。因为如果人属于某种动物,动物也属于某个人;所以如果具有生命属于所有动物,而动物属于某个人,就可以得出有生命属于某个人;如果这一点成立,人也就属于某种有生命的,这正是所要证明的。泰奥弗拉斯托斯学派将这种推论排在第四位,因为它需要两次换位,而亚里士多德将其排在第三位,这或许是因为在第三格中,小前提是拥有最大决定权的前提;因为在第三格中,大前提在量和质上都是无所谓的,而小前提则无论如何都要求在质上得到装点,前提的结合究竟是能构成推论还是不能构成推论,完全取决于它。既然这一前提拥有决定权,因而在列举顺序上,他便优先考虑小前提为全称的组合,以便使具有决定权的前提不仅在质上而且也在量上得到装点。
"Πάλιν εἰ τὸ μὲν Ρ τινὶ τῷ Σ τὸ δὲ Π παντὶ ὑπάρχει, ἀνάγκη τὸ Π τινὶ τῷ Ρ ὑπάρχειν." Τέταρτος οὗτος τρόπος συλλογιστικός, ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν καταφατικὸν συνάγων συμπέρασμα· οἷον ζῷον παντὶ ἀνθρώπῳ, λευκὸν τινὶ ἀνθρώπῳ, καὶ συνάγεται ζῷον τινὶ λευκῷ. εἰ γὰρ λευκὸν τινὶ ἀνθρώπῳ, καὶ ἄνθρωπος τινὶ λευκῷ· οὐκοῦν εἰ ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος δὲ τινὶ λευκῷ, δῆλον ὅτι συνάγεται ζῷον τινὶ λευκῷ, ὅπερ ἔδει δεῖξαι· γίνεται γὰρ πάλιν ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος. εὐπορήσεις δὲ κἀνταῦθα ὑλῶν λαμβάνων γένος καὶ εἶδος καί τι ὑπάρχον μὲν αὐτοῖς ἐπὶ μέρους ὑπάρχον δὲ καὶ ἑτέροις τισὶ παρ’ αὐτὰ καὶ τὸ μὲν γένος τιθεὶς μείζονα ὅρον, τὸ δὲ εἶδος μέσον, τὸ δὲ ὑπάρχον αὐτοῖς ἐπὶ μέρους ἐλάττονα.
“再次,如果Ρ属于某个Σ,而Π属于所有Σ,那么Π必然属于某个Ρ。” 这是第四个有效推论式,由全称肯定的大前提和特称肯定的小前提构成,得出特称肯定的结论;例如,动物属于所有人,白属于某个人,得出的结论是动物属于某种白的。因为如果白属于某个人,那么人也属于某种白的;因此,如果动物属于所有人,而人属于某种白的,显而易见得出动物属于某种白的,这正是所要证明的;因为这里再次产生了第一格的第三式。在此你同样可以不乏质料实例,只要取一个属、一个种,以及某种部分地属于它们、但也属于它们之外的某些其他事物的东西,并将属设为大项,种设为中项,将部分地属于它们的东西设为小项即可。
- 1.112ἀλλ’ οὐ τοῦτο ἐβουλόμεθα δεῖξαι, εἰ τὸ Ρ τινὶ τῷ Π ὑπάρχει, ἀλλ’ εἰ τὸ Π τινὶ τῷ Ρ.
指示代词 τοῦτο 之后同位连接了两个间接疑问子句(εἰ τὸ Ρ τινὶ τῷ Π ὑπάρχει 以及 [εἰ] τὸ Π τινὶ τῷ Ρ)。此处的 εἰ 并非引导条件从句,而是作为连词引导间接疑问(“是否”)。
- 1.112προτετίμηκεν ἐν τῇ καταριθμήσει τὴν ἔχουσαν τὴν ἐλάττονα καθόλου
阴性单数宾格分词短语 τὴν ἔχουσαν 用作动词 προτετίμηκεν 的直接宾语,修饰省略的阴性名词 συζυγίαν(组合)。在该分词短语内部,τὴν ἐλάττονα [πρότασιν] 为宾语,καθόλου 为谓词性补足语。
