← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§103.22-105.4

第三格第二式的证明与非推论组合

注解亚里士多德《前分析篇》28a28–28a33,详细阐述第三格第二式(Felapton)通过换位、归谬法和设置词项的三种证明方式,随后通过反例说明因前提性质不合而不能成立推论的两种非推论组合(全称肯定大前提配全称否定小前提,以及两前提皆为全称否定)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.109

" Ὁ γὰρ αὐτὸς ἔσται τρόπος τῆς δείξεως ἀντιστραφείσης τῆς ΡΣ προτάσεως." Ὁ αὐτὸς τῷ προτέρῳ τρόπῳ·1 ὥσπερ γὰρ ἐν ἐκείνῳ ἀντιστρέφοντες τὴν ἐλάττονα πρότασιν καθόλου καταφατικὴν οὖσαν ἐποιοῦμεν μερικὴν καταφατικὴν καὶ ἐγίνετο ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου τῆς δ’ ἐλάττονος μερικῆς καταφατικῆς, οὕτω κἀν τούτῳ τῷ τρόπῳ τῆς αὐτῆς ἀντιστραφείσης γίνεται ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. δειχθείη δ’ ἂν καὶ διὰ τοῦ ἀδυνάτου καθάπερ ἐπὶ τοῦ πρότερον. εἰ γὰρ ψεῦδος τὸ μὴ παντὶ τὸ Π τῷ Ρ ὑπάρχειν, τουτέστι τὸ ἄλογον τῷ ζῴῳ, ἀληθὲς τὸ παντί· τοῦτο γὰρ ἀντιφατικῶς ἀντίκειται. εἰ τοίνυν τὸ μὲν ἄλογον, τουτέστι τὸ Π, τεθείη κατὰ τὸν ἀντιλέγοντα παντὶ τῷ Ρ, τουτέστι τῷ ζῴῳ, ὑπάρχειν, ἦν δὲ καὶ τὸ Ρ παντὶ τῷ Σ, τουτέστι τὸ ζῷον παντὶ τῷ λογικῷ, δῆλον ὅτι γίνεται ὁ πρῶτος τρόπος τοῦ πρώτου σχήματος ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγων συμπέρασμα, ὅτι τὸ Π, τουτέστι τὸ ἄλογον, παντὶ τῷ Σ, τουτέστι τῷ λογικῷ, ὑπάρχει. ὑπέκειτο δὲ ἐξ ἀρχῆς οὐδενί· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον διὰ τί ἠκολούθησεν; διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Π παντὶ τῷ Ρ ὑπάρχειν· ψευδὴς ἄρα ἡ ὑπόθεσις αὕτη, ἐπειδὴ μηδεμιᾷ ἀληθεῖ ὑποθέσει ψεῦδος ἀκολουθεῖ, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ μὴ παντὶ τῷ Ρ τὸ Π, ὅπερ ἔδει δεῖξαι. δυνατὸν δὲ καὶ τῇ δι’ ἐκθέσεως δείξει κἀπὶ ταύτης τῆς συζυγίας χρήσασθαι. εἰ γὰρ τὸ ζῷον παντὶ λογικῷ ὑπάρχει, μέρος ἄρα τοῦ ζῴου ἐστὶ τὸ λογικόν· εἰ τοίνυν μηδενὶ λογικῷ τὸ ἄλογον ὑπάρχει, μέρει ἄρα τοῦ ζῴου, τῷ λογικῷ, τὸ ἄλογον οὐχ ὑπάρχει. ἢ καὶ οὕτως· εἰ ληφθείη τι τοῦ λογικοῦ, οἷον ὁ ἄνθρωπος, 〈ὃς〉 δῆλον ὅτι καὶ μέρος ἐστὶ τοῦ ζῴου, ἐπεὶ καὶ τὸ ἄλογον οὐδενὶ λογικῷ, ὥστε οὐδὲ τῷ ἀνθρώπῳ, ὃς μέρος ἐστὶ τοῦ ζῴου, οὐ παντὶ ἄρα ζῴῳ ὑπάρχει [ὁ ἄνθρωπος].2

“因为在前提ΡΣ换位之后,证明的方式将是相同的。” 与前一种格式相同;因为正如在那一格式中,我们通过将全称肯定的小前提换位而使其成为特称肯定,并且由全称大前提与特称肯定小前提产生了第一格的第三式一样,在这一格式中,当同一前提换位后,同样产生了得出特称否定结论的第一格第四式。而且,正如在前一种情况中一样,也可以通过归谬法来进行证明。因为如果Π不属于所有Ρ(即无理性的不属于动物)是假的,那么属于所有则是真的;因为这是矛盾对立的。那么,如果按照反对者的主张,设定无理性的(即Π)属于所有Ρ(即动物),并且Ρ原本也属于所有Σ(即动物属于所有有理性的),显而易见由两个全称肯定前提就产生了第一格的第一式,得出全称肯定结论:Π(即无理性的)属于所有Σ(即有理性的)。但最初曾设定它不属于任何〔Σ〕;因此同一个词项既属于所有,又不属于任何,这是不可能的。这一不可能的结果因何而随之而来呢?是因为我们假设了Π属于所有Ρ;因此这一假设是假的,因为没有任何真的假设会随之得出假,而矛盾对立的命题(即Π不属于所有Ρ)是真的,这正是所要证明的。在这种前提组合中,同样可以使用通过设置词项的证明。因为如果动物属于所有有理性的,那么有理性的就是动物的一部分;因此,如果无理性的不属于任何有理性的,那么无理性的也就不属于动物的一部分(即有理性的)。或者也可以这样[证明]:如果取有理性的某物,例如人,〈他〉显然也是动物的一部分,既然无理性的也不属于任何有理性的,从而也不属于作为动物一部分的人,因此[无理性的]不属于所有动物。

§1.110

"Ἐὰν δὲ τὸ μὲν Ρ μηδενὶ τὸ δὲ Π παντὶ ὑπάρχῃ τῷ Σ, οὐκ ἔσται συλλογισμός." Πρῶτος τρόπος ἀσυλλόγιστος ἐν τούτῳ τῷ σχήματι, ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς, διὰ τὸ μὴ ἔχειν τὴν συζυγίαν τὸ ἴδιον τοῦ τρίτου σχήματος, ὅπερ ἦν τὸ εἶναι τὴν ἐλάττονα καταφατικήν.3 συνάγεται γὰρ ἐν τούτῳ τὸ παντὶ καὶ τὸ οὐδενί· οἷον τὸ μὲν παντὶ οὕτως· ζῷον κατὰ παντὸς ἀνθρώπου, ἵππος κατ’ οὐδενὸς ἀνθρώπου, καὶ συνάγεται ζῷον κατὰ παντὸς ἵππου· τὸ δὲ οὐδενὶ οὕτως· ζῷον παντὶ ἀνθρώπῳ, ἄψυχον οὐδενὶ ἀνθρώπῳ, καὶ συμπέρασμα ζῷον οὐδενὶ ἀψύχῳ. ἄξιον δὲ ἐπιστῆσαι ὅτι ἐν μὲν τῷ πρώτῳ σχήματι παραδείγματα παρατιθέμενος τὸν μείζονα ὅρον πρῶτον ἔταττε, δεύτερον δὲ τὸν μέσον καὶ τρίτον τὸν ἐλάττονα, ἐν δὲ τῷ δευτέρῳ σχήματι πρῶτον ἔταττε τὸν μέσον ὡς ἀμφοτέρων κατηγορούμενον, ἐν δὲ τούτῳ τῷ τρίτῳ τὸν μέσον ἔσχατον ὡς ἀμφοτέροις ὑποκείμενον.

“但如果Ρ不属于任何Σ,而Π属于所有Σ,则不会产生推论。” 这是该格中的第一种非推论式,由全称肯定大前提和全称否定小前提构成,这是因为该前提组合不具备第三格的固有特性,即小前提必须是肯定的。因为在这一[组合]中,既能得出“属于所有”,也能得出“不属于任何”。例如,“属于所有”如下:动物断言于所有人,马[不断言]于任何人,得出的结论是动物断言于所有的马;而“不属于任何”如下:动物属于所有人,无生命的[不属于]任何人,结论是动物不属于任何无生命的。值得注意的是,在第一格中列举实例时,他把大项排在第一位,中项排在第二位,小项排在第三位;但在第二格中,他把中项排在第一位,因为它是两者的谓项;而在第三格中,他把中项排在最后,因为它是两者的主项。

§1.111

"Οὐδ’ ὅταν ἄμφω κατὰ μηδενὸς τοῦ Σ λέγηται, οὐκ ἔσται συλλογισμός." Δεύτερος οὗτος τρόπος ἀσυλλόγιστος ἐν τούτῳ τῷ σχήματι, ἐξ ἀμφοτέρων καθόλου ἀποφατικῶν, διὰ τὴν αὐτὴν αἰτίαν τῷ πρὸ αὐτοῦ· ὅθεν ἤδη δῆλον ὅτι ἐπὶ παντὸς σχήματος αὕτη ἡ συζυγία ἀσυλλόγιστος ἡ ἐξ ἀμφοτέρων ἀποφατικῶν. συνάγει δὲ τὸ μὲν παντὶ οὕτως· ζῷον οὐδενὶ ἀψύχῳ, ἵππος οὐδενὶ ἀψύχῳ, καὶ τὸ συμπέρασμα ζῷον παντὶ ἵππῳ. τὸ δὲ οὐδενὶ οὕτως· ἄνθρωπος οὐδενὶ ἀψύχῳ, ἵππος οὐδενὶ ἀψύχῳ, καὶ συμπέρασμα ἄνθρωπος οὐδενὶ ἵππῳ.

“当两者都不对任何Σ述说时,也不会产生推论。” 这是该格中的第二种非推论式,由两个全称否定前提构成,其原因与前一个相同;由此已经显明,在每一个格中,由两个否定前提构成的这种组合都是不能产生推论的。它得出“属于所有”如下:动物不属于任何无生命的,马不属于任何无生命的,结论是动物属于所有的马。而得出“不属于任何”如下:人不属于任何无生命的,马不属于任何无生命的,结论是人不属于任何马。

语法注3 条
  1. 1.109Ὁ αὐτὸς τῷ προτέρῳ τρόπῳ

    省略了系动词的句子。与格 τῷ προτέρῳ τρόπῳ 与 ὁ αὐτός 搭配,表示同一或比较的基准(“与前一格式相同”),指的是与第一式(Darapti)中通过换位进行证明的方法相一致。

  2. 1.109οὐ παντὶ ἄρα ζῴῳ ὑπάρχει [ὁ ἄνθρωπος]

    句末方括号中的 [ὁ ἄνθρωπος] 在校勘本中被标为删除。动词 ὑπάρχει 真正的主语是整个论证所要推导出的结论大项 τὸ ἄλογον(“无理性的”),即得出“无理性的不属于所有动物”这一特称否定结论。翻译根据校勘删除了人这一主语,将真正的主语理解为“无理性的”。

  3. 1.110διὰ τὸ μὴ ἔχειν τὴν συζυγίαν τὸ ἴδιον τοῦ τρίτου σχήματος, ὅπερ ἦν τὸ εἶναι τὴν ἐλάττονα καταφατικήν

    由 διὰ τὸ μὴ ἔχειν...(带冠词不定式结构表示原因)构成的复合句,后接由关系代词 ὅπερ 引导的解释性定语从句。ὅπερ 的先行词是 τὸ ἴδιον,表语性带冠词不定式句 τὸ εἶναι τὴν ἐλάττονα καταφατικήν(“小前提是肯定的”)说明了该固有特性的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:103.22-105.4