← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§102.25-103.21

第三格第一式的设置词项证明与第二式

斐洛庞努斯解释了第三格第一式(Darapti)通过设置词项(ecthesis)的证明过程以及为何全称结论不能总是成立,随后解析了第二式(Felapton)的证明与词项选取。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.107

" Καὶ τῷ ἐκθέσθαι ποιεῖν τὴν ἀπόδειξιν." Ὅρα πῶς καὶ αὐτὸς οἶδε διαφέρουσαν τὴν ἔκθεσιν τῆς ἀντιστροφῆς1 τῆς μερικῆς καταφατικῆς, ὡς ἐλέγομεν ἐν τῷ περὶ ἀντιστροφῶν λόγῳ· νῦν γὰρ μετὰ τὸ ἀποδεῖξαι διὰ τῆς ἀντιστροφῆς φησὶ δυνατὸν καὶ διὰ τῆς ἐκθέσεως πιστώσασθαι τὸ λεγόμενον. πῶς οὖν δείκνυται διὰ τῆς ἐκθέσεως; εἰ τὸ Π καὶ τὸ Ρ τῷ Σ ὑπάρχει παντί, δῆλον καὶ μέρει τινὶ αὐτοῦ· ἐὰν οὖν τι μέρος λάβωμεν τοῦ Σ, οἷον τὸ Ν, τοῦτο, φησί, κοινὸν μέρος ἔσται τοῦ τε Π καὶ τοῦ Ρ, ὥστε τινὶ μέρει τοῦ Ρ, τουτέστι τῷ Ν, ὑπάρχει τὸ Π ἐξ ἀνάγκης. καὶ ἐπὶ τῶν ὅρων δὲ πάλιν, εἰ τὸ ζῷον καὶ ἡ οὐσία παντὶ ἀνθρώπῳ ὑπάρχει, καὶ τινὶ δῆλον ὅτι· ἐὰν οὖν ληφθῇ τι τοῦ ἀνθρώπου, οἷον Σωκράτης, οὗτος καὶ τῆς οὐσίας τι ἔσται καὶ τοῦ ζῴου, ὥστε τινὶ οὐσίᾳ, τουτέστι Σωκράτει, ὑπάρχει τὸ ζῷον. δυνατὸν δὲ καὶ οὕτω δεῖξαι· εἰ γὰρ τὸ Ρ παντὶ τῷ Σ ὑπάρχει, τὸ ἄρα Σ μέρος ἐστὶ τοῦ Ρ· εἰ οὖν τὸ Π παντὶ τῷ Σ ὑπάρχει, τὸ δὲ Σ μέρος τοῦ Ρ, τὸ ἄρα Π μέρει τοῦ Ρ ὑπάρχει, ὅπερ ἦν τὸ Σ. τὸ μὲν οὖν τινὶ ἐξ ἀνάγκης ἀεὶ συνάγεται.2 τὸ δὲ παντὶ ἔστιν ὅτε, ἐὰν ληφθῇ ὁ μείζων ὅρος καθολικώτερος τοῦ ἐλάττονος· οἷον ἔμψυχον παντὶ ἀνθρώπῳ, ζῷον παντὶ ἀνθρώπῳ, καὶ συμπέρασμα ἔμψυχον παντὶ ζῴῳ. ἀλλὰ τὸ μὲν τινὶ ἐξ ἀνάγκης συνάγεται καὶ ἀεί, τὸ δὲ παντὶ οὐκ ἀεί.

“并且也可以通过设置词项来进行证明。” 请看,正如我们在论换位的学说中所说的那样,他自己也知晓设置词项有别于特称肯定命题的换位;因为现在在通过换位进行了证明之后,他说也可以通过设置词项来确证所言之事。那么,如何通过设置词项来证明呢?如果Π和Ρ属于所有Σ,显而易见它们也属于它的某一部分;因此,如果我们在Σ中取某一部分,例如Ν,他说,这将是Π和Ρ两者的公共部分,从而Π必然属于Ρ的某一部分,即属于Ν。在具体的词项上同样如此:如果动物和实体属于所有人,显而易见它们也属于某个人;因此,如果在人之中取某一个,例如苏格拉底,他既是实体的某物,又是动物的某物,从而动物属于某种实体,即属于苏格拉底。也可以这样来证明:因为如果Ρ属于所有Σ,那么Σ就是Ρ的一部分;因此,如果Π属于所有Σ,而Σ是Ρ的一部分,那么Π就属于Ρ的一部分,即原本是Σ的那个部分。因此,“属于某个”总是必然地被推导出来;而“属于所有”则有时能被推导出来,如果大项被取为比小项更具普遍性的话:例如,有灵魂属于所有人,动物属于所有人,结论是有灵魂属于所有动物。但是,“属于某个”是必然且总是被推导出来的,而“属于所有”则并非总是如此。

§1.108

"Καὶ ἂν τὸ μὲν Ρ παντὶ τῷ Σ τὸ δὲ Π μηδενὶ ὑπάρχῃ." Δεύτερος οὗτος τρόπος συλλογιστικὸς ἐν τούτῳ τῷ σχήματι, ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα· οἷον ἄλογον οὐδενὶ λογικῷ, ζῷον παντὶ λογικῷ, καὶ συνάγεται ἄλογον οὐ παντὶ ζῴῳ. ἐπεὶ γὰρ ἡ καθόλου καταφατικὴ πρὸς τὴν μερικὴν ἀντιστρέφει, εἰ τὸ ζῷον παντὶ λογικῷ, τὸ λογικὸν τινὶ ζῴῳ· εἰ τοίνυν τὸ μὲν ἄλογον οὐδενὶ λογικῷ, τὸ δὲ λογικὸν τινὶ ζῴῳ, γίνεται ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα· τὸ ἄρα ἄλογον οὐ παντὶ ζῴῳ. δεῖ δὲ λαμβάνειν ὅρους, ὥσπερ καὶ ἐπὶ τοῦ τετάρτου τρόπου τοῦ πρώτου σχήματος, ἀντιδιῃρημένα ἀλλήλοις εἴδη καὶ κοινόν τι ἀμφοῖν καὶ τὸ μὲν κοινὸν ποιεῖν ἐλάττονα ὅρον, τῶν δὲ ἀντιδιῃρημένων τὸν μὲν μείζονα τὸν δὲ μέσον ὅρον.3

“并且如果Ρ属于所有Σ,而Π不属于任何〔Σ〕。” 这是该格中的第二种推论式,由全称否定大前提和全称肯定小前提得出特称否定结论:例如,无理性的不属于任何有理性的,动物属于所有有理性的,推导出的结论是无理性的不属于所有动物。因为全称肯定命题换位为特称命题,如果动物属于所有有理性的,那么有理性的就属于某种动物;因此,如果无理性的不属于任何有理性的,而有理性的属于某种动物,就产生了第一格的第四式,由全称否定大前提和特称肯定小前提得出特称否定结论:因此无理性的不属于所有动物。正如在第一格第四式中一样,必须选取相互区分的各个种以及两者的某种共有者作为词项,并将共有者作为小项,而对于相互区分的各种,将其中之一作为大项,另一个作为中项。

语法注3 条
  1. 1.107διαφέρουσαν τὴν ἔκθεσιν τῆς ἀντιστροφῆς

    分词 διαφέρουσαν 作表认知动词 οἶδε 的补充分词(起间接陈述的作用)。动词 διαφέρω 支配表示区别/比较的属格 τῆς ἀντιστροφῆς。

  2. 1.107τὸ μὲν οὖν τινὶ ἐξ ἀνάγκης ἀεὶ συνάγεται

    中性冠词 τὸ 将与格 τινὶ 实词化,作为名词性主语表示“‘属于某个’的结论”。后文与之形成对比的 τὸ δὲ παντί 亦同此结构。

  3. 1.108τῶν δὲ ἀντιδιῃρημένων τὸν μὲν μείζονα τὸν δὲ μέσον ὅρον

    短语 τῶν ἀντιδιῃρημένων 是部分属格,置于分句之首,修饰受 ποιεῖν 支配的双重宾格结构(直接宾语 τὸν μέν / τὸν δέ 与宾语补足语 μείζονα / μέσον ὅρον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:102.25-103.21