- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:99.16-100.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞对《范畴篇》6a12–6a13进行注解,解释了亚里士多德虽引述了将处所中的“上”与“下”视为相反者的通常看法,但实际上事物本性中只存在中心与周边,因而上与下并非绝对的相反者,而是出于位置与关系的。
" Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ περὶ τὸν τόπον δοκεῖ ὑπάρχειν· τὸ γὰρ ἄνω τῷ κάτω ἐναντίον τιθέασιν." Ἐπειδήπερ ἀπέδειξε τὸ μέγα καὶ τὸ μικρὸν μήτε ποσὰ ὄντα μήτε ἐναντία, φησὶν ὅτι εἰ ὅλως βούλεταί τις ἐπὶ τοῦ ποσοῦ ἐναντιότητα θεωρῆσαι, λαμβανέτω τὸ ἄνω καὶ τὸ κάτω· ταῦτα γὰρ καὶ πλεῖστον διεστήκασιν ἀλλήλων καὶ διὰ τοῦτο καὶ τὸν ὁρισμὸν τῶν ἐναντίων ἐπιδέχεται· οὕτως γὰρ ὁρίζονται τὰ ἐναντία ‘τὰ πλεῖστον ἐν τῷ αὐτῷ γένει ἀλλήλων διεστῶτα’. τούτῳ δὲ αὐτὸς οὐκ ἀρέσκεται· κατὰ ἀλήθειαν γὰρ οὐκ ἔστιν ἐν τῇ φύσει τῶν ὄντων τὸ ἄνω καὶ τὸ κάτω, ἀλλὰ τὸ πέριξ καὶ τὸ μέσον, ἃ οὐκ ἔστιν ἐναντία ἀλλὰ τῶν πρός τι· τὸ γὰρ πέριξ μέσου ἐστὶ πέριξ. τὸ δὲ ἄνω καὶ τὸ κάτω τὴν κατὰ διάμετρον διάστασιν ἀφεστάναι1 ὀφείλουσιν ἀλλήλων· ἡ δὲ γῆ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν, ἐν ᾗ τὰ βαρέα πάντα φέρεται· πῶς οὖν τὸν τῆς γῆς τόπον, τοῦτ’ ἔστι τὸ τοῦ παντὸς κέντρον, ἐναντίον ἐροῦμεν τῷ τοῦ πυρὸς τόπῳ, τοῦτ’ ἔστι τῇ κοίλῃ τῆς σελήνης περιφερείᾳ; οὐ γὰρ τὴν τοῦ παντὸς διάμετρον ταῦτα διεστήκασιν ἀλλήλων. ὥστε οὐ πλεῖστον διεστήκασι· πλεῖστον γὰρ διεστήκασι τὰ πᾶσαν τὴν διάμετρον διεστηκότα. οὐκοῦν οὐδὲ ἐναντία ταῦτά ἐστιν, οὐδ’ ἄνω τε καὶ κάτω, ἀλλ’, ὡς εἶπον, τῶν πρός τι (τὸ γὰρ πέριξ μέσου ἐστὶ πέριξ), εἰ μή τις κάτω ὑπόθοιτο πᾶσαν ἅμα τὴν γῆν, διότι τοῖς καθ’ ὁτιοῦν αὐτῆς μέρος οἰκοῦσιν ὑπὸ ποσὶ καὶ κάτω ἐστὶν ἡ γῆ, ὁ δὲ οὐρανὸς ἄνω. εἰ δὲ κατὰ τὴν ἐπιφάνειαν αὐτῆς βούλεταί τις τὸ κάτω λέγειν, ἄνω δὲ τὴν σφαῖραν, εὑρεθήσεται τὸ αὐτὸ καὶ ἄνω καὶ κάτω ὄν· ἡ γὰρ ἄνω τῆς γῆς ἐπιφάνεια ὡς μὲν πρὸς τὸν οὐρανὸν κάτω ἐστίν, ὡς δὲ πρὸς τὴν ὑποκάτωθεν ἑαυτῆς ἐπιφάνειαν ἄνω. ἀλλὰ καὶ τῶν ἡμισφαιρίων ἑκάτερον ἄνω τε καὶ κάτω ἔσται, κατὰ τὴν διάφορον κίνησιν ἀμείβοντα καὶ τὴν σχέσιν.2 ἀλλ’ οὐδέν ἐστιν ἅμα ἐν ἑαυτῷ κατὰ τὸ αὐτὸ τὰ ἐναντία ἔχον. ὥστε οὐ δυνατὸν ἐν τῇ φύσει τῶν ὄντων εἶναι κυρίως τὸ ἄνω καὶ κάτω, εἰ μή τί γε κατὰ τὸν εἰρημένον τρόπον πᾶσαν ἅμα τὴν γῆν κάτω λέγειν τις βούλοιτο. θέσει δέ ἐστι τὸ ἄνω καὶ τὸ κάτω, ὡς ἡ ὑπὲρ κεφαλὴν ἡμῶν ὀροφή· ὡς γὰρ πρὸς ἡμᾶς ἄνω ἐστίν, ὡς δὲ πρὸς τοὺς ὑπὲρ αὐτὴν κάτω.
“量之相反性尤其显得在于处所之中;因为人们将上与下设立为相反者。” 既然他证明了大与小既不是量也不是相反者,他就说,如果有人到底想在量中考察相反性,那就让他取上与下吧;因为这两者彼此相隔最远,并且因此也接纳相反者的定义;因为相反者就是这样被定义的:“在同一种属中彼此相隔最远者”。但他自己对这并不满意;因为按照真理,在事物的本性中并没有上与下,而是有周边与中心,它们不是相反者而是属于关系者;因为周边乃是中心的周边。而上与下理应彼此相隔沿直径的间距;但地球对整个宇宙而言占据着中心的地位,一切沉重之物都向其运动;那么,我们又怎能说地球的处所(即全宇宙的中心)与火的处所(即月球的凹面圆周)相反呢?因为它们并不是以全宇宙的直径彼此相隔。因此它们并不是相隔最远的;因为相隔最远的是相隔整个直径的事物。所以这些既不是相反者,也不是上与下,而是正如我所说属于关系者(因为周边乃是中心的周边),除非有人假定整个地球统统在下,这是由于对居住在地球任何一部分的人来说,地球都在脚下且在下,而天空在上。但是,如果有人想按照它的表面来谈论下,而把球体称为上,那么同一事物就会被发现既是在上又是在下;因为地球的上表面相对于天空是在下,而相对于其自身下方的表面则是在上。而且两个半球中的每一个也都将既在上又在下,按照不同的运动转换其关系。但是,没有任何事物能在同一时刻就同一方面在自身中具有相反者。因此,在事物的本性中严格意义上不可能存在上与下,除非确实按照上述方式有人想把整个地球统统称为下。而上与下乃是出于位置的,就像我们头顶上方的天花板;因为相对于我们而言它是在上,但相对于在它上方的人而言则是在下。
"Τὴν πρὸς τὸ μέσον χώραν κάτω τιθέντες διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὰ πέρατα τοῦ κόσμου εἶναι." Οἱ βουλόμενοι, φησί, τὸ ἄνω καὶ τὸ κάτω ἐν τῇ φύσει τῶν ὄντων εἶναι διὰ τὸ τὴν γῆν ὡς πρὸς ἕκαστον πέρας τοῦ κόσμου τὴν κατὰ διάμετρον διάστασιν ἀφεστηκέναι, διὰ τοῦτο3 τὴν γῆν κάτω βούλονται.
“将朝向中心的区域设立为下,因为中心对宇宙边界的间距是最大的。” 他说,那些希望上与下存在于事物的本性之中的人,由于地球相对于宇宙的每一个边界相隔着沿直径的间距,正是因此而希望地球是在下的。
- 3.17τὴν κατὰ διάμετρον διάστασιν ἀφεστάναι
宾格短语 τὴν κατὰ διάμετρον διάστασιν 作为表示空间距离范围的状语性宾格(同源宾格),依附于完成时不定词 ἀφεστάναι。
- 3.17κατὰ τὴν διάφορον κίνησιν ἀμείβοντα καὶ τὴν σχέσιν
中性复数现在分词 ἀμείβοντα 在语法上与主语 τῶν ἡμισφαιρίων ἑκάτερον 呼应。尽管 ἑκάτερον 是单数,但分词依照其部分属格补足语 ἡμισφαιρίων 的中性复数含义而作了按义一致(constructio ad sensum)。
- 3.18διὰ τὸ τὴν γῆν ... ἀφεστηκέναι, διὰ τοῦτο
表示原因的介词短语 διὰ τὸ ... ἀφεστηκέναι(定冠词加不定词结构)在后文中被代词短语 διὰ τοῦτο 复指重述(resumptive),以强调主动词 βούλονται 的原因。
