- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:97.30-99.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于大/小与多/少并非相反者而是在量中确立的关系者这一结论(6a8),菲洛波庞论述了二者的本义适用范围(连续量与分立量)和借用例,并通过阐明关系者依存于其他范畴,消解了此前将多与少称为量这一表述与当下论述之间的表面矛盾。
" Οὐκ ἔστιν ἄρα τὸ μέγα τῷ μικρῷ ἐναντίον, οὐδὲ τὸ πολὺ τῷ ὀλίγῳ." Πρότερον ὑπέθετο αὐτὰ ἐναντία καὶ ἔδειξεν ὅτι ποσὰ οὔκ εἰσιν, ἔπειτα ὑπέθετο ποσὰ καὶ ἔδειξεν ὡς οὐκ εἰσιν ἐναντία· κατὰ γὰρ τὸ ἀληθὲς οὔτε ποσά ἐστιν οὔτε ἐναντία, ἀλλὰ τῶν πρός τι. ὅτι μὲν οὖν οὐκ ἔστι ποσὰ διὰ τῆς ἐνστάσεως ἔδειξεν, ὅτι δὲ οὐδὲ ἐναντία διὰ τῆς ἀντιπαραστάσεως. εἰσὶν οὖν, ὅπερ εἶπον, τῶν πρός τι ἐν ποσοῖς ἔχοντα τὸ εἶναι. λέγεται δὲ τὸ μὲν μέγα καὶ μικρὸν κυρίως ἐπὶ τοῦ συνεχοῦς (μέγα γὰρ σῶμα καὶ μικρὸν λέγομεν, ὁμοίως καὶ μακρὸν καὶ βραχύ, καὶ ἐπιφάνειαν ὡσαύτως, καὶ τὰ λοιπὰ τοῦ συνεχοῦς εἴδη μεγάλα ἢ μικρὰ ἢ μακρὰ ἢ βραχέα κυρίως λέγομεν), τὸ δὲ πολὺ καὶ ὀλίγον ἐπὶ τοῦ διωρισμένου καὶ θέσιν μὴ ἔχοντος· πολὺς γὰρ ὁ χρόνος καὶ ὀλίγος λέγεται, ὁμοίως καὶ ὁ ἀριθμός. ὅθεν καὶ αὐτὸς ἐπὶ τῶν ὑποδειγμάτων γυμνάσας τὸν λόγον τὸ μὲν μέγα καὶ τὸ μικρὸν ἐπὶ τοῦ ὄρους καὶ τῆς κέγχρου παρέλαβεν, ἅπερ ἦν τοῦ συνεχοῦς (σῶμα γὰρ ἑκάτερον), τὸ δὲ πολὺ καὶ τὸ ὀλίγον ἐπὶ τοῦ ἀριθμοῦ, λέγω δὴ τῶν ἐν Ἀθήναις ἀνθρώπων καὶ τῶν ἐν τῇ κώμῃ, ἅπερ ἦν τοῦ διωρισμένου· ὁ γὰρ ἀριθμὸς διωρισμένον ποσόν. πολλάκις δὲ καταχρηστικῶς τὸ μὲν μικρὸν καὶ τὸ μέγα ἐπὶ τοῦ διωρισμένου φέρομεν, τὸ δὲ πολὺ ἐπὶ τοῦ συνεχοῦς· λέγομεν γὰρ μικρὸν εἶναι τὸν λόγον Δημοσθένους ἢ μέγαν τῷ περὶ ἕνα καὶ συνεχῆ σκοπὸν βλέπειν. ὥστε τὸ μικρὸν καὶ τὸ μέγα καὶ ἐπὶ τούτου διὰ τὸ συνεχές τε καὶ ἡνωμένον τοῦ σκοποῦ φέρειν εἰώθαμεν· ἀμέλει οὐκ ἂν εἴποιμεν τοὺς ἐννέα λόγους τῶν δημοσίων μακρὸν λόγον (οὐ γάρ ἐστιν εἷς καὶ συνεχὴς ὁ τούτων σκοπός), οὐδ’ ἔτι τοὺς ἕνδεκα κατὰ Φιλίππου, ἀλλὰ πολλοὺς αὐτοὺς λέγομεν. καὶ τὸ ὕδωρ δὲ πολὺ λέγομεν συνεχὲς ὂν ἴσως διὰ τὸ εὐδιαίρετον. λέγομεν δὲ καὶ τὴν ὁδὸν πολλάκις πολλὴν συνεχῆ οὖσαν1 διὰ τὸ εἰς πολλὰ διῃρῆσθαι στάδια καὶ τοῖς ποσὶν ἐν τῇ βαδίσει τρόπον τινὰ διῃρῆσθαι. Ἀπορῆσαι δὲ κἀνταῦθα εἰκότως ἄξιον, πῶς μικρῷ μὲν πρόσθεν τὸ πολὺ καὶ ὀλίγον ποσὰ εἶναι ἔλεγεν, ἐν οἷς ἔλεγεν ὅτι κυρίως μὲν ποσὰ ταῦτα μόνα λέγεται, ἅπερ ἔφθη προδιδάξας, τά τε πέντε τοῦ συνεχοῦς εἴδη, γραμμὴν ἐπιφάνειαν σῶμα χρόνον καὶ τόπον, καὶ τὰ δύο τοῦ διωρισμένου, λόγον τε καὶ ἀριθμόν, τὰ δὲ ἄλλα, φησί, πάντα κατὰ συμβεβηκός· εἰς ταῦτα γὰρ βλέποντες, φησί, καὶ τὰ ἄλλα ποσὰ λέγομεν, οἷον πολὺ τὸ λευκὸν λέγεται τῷ γε τὴν ἐπιφάνειαν πολλὴν εἶναι· πῶς οὖν ταῦτα πρότερον εἰπών, δι’ ὧν σαφῶς τὸ πολὺ καὶ τὸ ὀλίγον ποσὰ εἶπεν, ἐν τούτοις φησὶ μὴ εἶναι τὸ πολὺ καὶ τὸ ὀλίγον τοῦ ποσοῦ ἀλλὰ τῶν πρός τι; καὶ εἰ ἐνταῦθα ἀληθῶς δέδεικται τὸ μὴ εἶναι αὐτὰ τοῦ ποσοῦ, κακῶς ἀνωτέρω ποσὰ εἶναι αὐτὰ εἴρηκε. τί οὖν πρὸς τοῦτό φαμεν; ὃ πολλάκις ἡμῖν εἴρηται, ὅτι τὰ πρός τι οὐκ ἔχει φύσιν ἀφωρισμένην, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις συνίσταται. καὶ ἔστι τὸ πολὺ καὶ ὀλίγον καὶ μέγα καὶ μικρὸν καὶ διπλάσιον καὶ ἥμισυ καὶ τὰ παραπλήσια πρός τι ἐν ποσῷ συνιστάμενα, οὐκ ἐν ποιῷ, ὥσπερ καὶ τὸ λευκότερον καὶ γλυκύτερον καὶ βαρύτερον πρός τί ἐστιν ἐν ποιῷ τὴν ὕπαρξιν ἔχοντα. ὅταν οὖν λέγωμεν πολὺ τὸ λευκόν, ἐπεὶ τὸ πολὺ καὶ ὀλίγον πρός τι ὄντα περὶ τὸ ποσὸν καὶ οὐ περὶ τὸ ποιὸν καταγίνεται, οὐ κυρίως δηλονότι λέγομεν οὐδὲ καθ’ αὑτά, ἀλλὰ διότι ἡ ἐπιφάνεια πολλή, ἥτις ἦν τοῦ ποσοῦ. οὐ τοῦτο οὖν ἔλεγεν ἀνωτέρω ὅτι τὸ πολὺ αὐτὸ καθ’ αὑτὸ ποσόν ἐστιν, ἀλλ’ ὅτι ἐν ποσῷ πρός τι. καὶ οὐ δεῖ γε τοῦτο ἐπὶ τοῦ ποσοῦ φέρειν, εἰ μὴ κατὰ συμβεβηκός, τῷ ἐν ποσῷ εἶναι ἐπιδεχομένῳ τὸ πολὺ καὶ ὀλίγον.2
“因此,大与小并不相反,多与少也不相反。” 起初他假设它们是相反者,并证明了它们不是量;接着他假设它们是量,并证明了它们不是相反者;因为按照真理,它们既不是量也不是相反者,而是属于关系者。因此,它们不是量是他通过直接反驳表明的,而它们不是相反者则是通过对置反驳表明的。所以正如我所说,它们是关系者,其存在乃是在量之中。大与小在严格意义上是就连续者而言的(因为我们说大的物体和小的物体,同样也说长的和短的,对表面也是如此,对于连续者的其余诸种,我们也严格地称为大的或小的、长的或短的);而多与少则是就分立的且不具有位置者而言的;因为时间被说是多的或少的,数也是如此。由此,他自己在例证中展开论述时,在大与小上采用了山和黍粒,这些是属于连续者的(因为每一个都是物体);而在多与少上采用了数,我是指在雅典的人和在村庄里的人,这些是属于分立者的;因为数是分立的量。但我们常常转用性地将小与大应用于分立者,将多应用于连续者;因为我们说德摩斯梯尼的演说小或大,是由于它着眼于单一且连续的目标。因此,即便在此情形下,我们也习惯于由于目标的连续性与统一性而应用小与大;当然,我们不会把公法演说中的九篇演说称为一篇“长演说”(因为它们的目标不是单一且连续的),也不会把反腓力演说的十一篇称为长演说,而是说它们是“多的”。并且尽管水是连续的,我们大概由于它易于分割而称它为“多的”。而且尽管道路是连续的,我们也常常称它为“多的”,这是由于它被分割成了许多斯塔德,并且在行走中以某种方式被脚步所分割。然而在此处,人们也有理由提出疑问:在不久之前他何以说多与少是量?在那些地方他说,严格意义上只有那些他先前讲授过的才被称为量——连续者的五种(线、面、体、时间与地点)以及分立者的两种(言论与数),而所有其余的事物,他说,都只是偶性地被称为量;因为他说,通过着眼于这些,我们才把其他事物也称为量,例如白之所以被说成是多的,乃是由于表面是多的。那么,他既然先前说了这些、借此明确指出了多与少是量,他又何以在这里说多与少不属于量而是属于关系者呢?并且如果在这里真实地证明了它们不属于量,那么在上面说它们是量就是不妥当的了。那么对此我们该说什么呢?正如我们经常所说的那样:关系者并不具有受界定的本性,而是在其他诸范畴中得以确立。多与少、大与小、两倍与一半以及类似的事物,乃是在量中得以确立的关系者,而不是在性质中;正如更白、更甜、更重乃是在性质中具有其实存的关系者一样。因此,当我们说“白是多的”时,既然多与少作为关系者是关涉量而不是关涉性质的,显而易见我们并不是在严格意义上或就其自身这么说的,而是因为表面是多的,而表面乃是属于量的。所以他上面并不是说多本身是量,而是说它是量中的关系者。并且若非出于偶性,人们就不应当把这应用于量,这是由于〔它〕存在于接纳多与少的量之中。
- 3.16συνεχῆ οὖσαν
与宾格名词 τὴν ὁδόν 一致的现在分词。与前句中的 καὶ τὸ ὕδωρ δὲ πολὺ λέγομεν συνεχὲς ὄν 相对应,在语境中带有让步意味,即“道路尽管是连续的(却由于被划分为许多斯塔德而被说成是多的)”。
- 3.16τῷ ἐν ποσῷ εἶναι ἐπιδεχομένῳ τὸ πολὺ καὶ ὀλίγον
表示原因的带冠词不定式结构(τῷ ... εἶναι)。与格分词 ἐπιδεχομένῳ 与 ποσῷ 一致并修饰它,构成“由于〔它〕存在于接纳多与少的量之中”的句式结构。
