- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:100.21-102.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯解释了相反者的定义是如何从上与下的处所对立中引出的,讨论了量不接纳“更多与更少”这一规定,并阐明严格意义上唯独属于量的固有性质乃是被称作“相等与不相等”。
" Ἐοίκασι δὲ καὶ τὸν τῶν ἄλλων ἐναντίων ὁρισμὸν ἀπὸ τούτων ἐπιφέρειν· τὰ γὰρ πλεῖστον ἀλλήλων διεστηκότα τῶν ἐν τῷ αὐτῷ γένει ἐναντία ὁρίζονται." Ἐπειδὴ κάτω, φησί, τὴν γῆν ὑπενόησαν εἶναι, αὕτη δὲ ὡς πρὸς ἕκαστον τοῦ κόσμου πέρας τὴν πλείστην διάστασιν διέστηκε, λέγω δὴ τὴν κατὰ διάμετρον, ἐναντίον δὲ τῷ ἄνω τὸ κάτω, ὑφ’ ἓν δὲ γένος ἀνάγονται ταῦτα τὸ ποσόν, ἐκ τούτων καὶ πᾶσι τοῖς ἐναντίοις τὸν ὁρισμὸν ἐπιφέρουσιν ἐναντία λέγοντες εἶναι τὰ πλεῖστον ἀλλήλων διεστηκότα τῶν ὑπὸ τὸ αὐτὸ γένος.
“人们似乎也是从这些事物出发将其他相反者的定义应用上去的;因为他们把同一种属中彼此相隔最远的事物定义为相反者。” 他说,既然人们设想地球是在下的,而地球相对于宇宙的每一个边界相隔着最大的间距(我指的是沿直径的间距),且下与上相反,并且这些都被归入量这单一的种属之下,因此他们从这些出发把这一定义也应用到一切相反者上,称同一种属之下彼此相隔最远的事物为相反者。
"Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον." Εἰπὼν ὅτι ἴδιον τοῦ ποσοῦ τὸ μηδὲν ἔχειν ἐναντίον καὶ δείξας ὅτι παντὶ τοῦτο ὑπάρχει, οὐ προσέθηκεν ‘οὐκ ἴδιον δὲ τοῦτο τοῦ ποσοῦ, ὅτι καὶ τῇ οὐσίᾳ ὑπάρχει’,1 ὥσπερ καὶ ἐπὶ τῆς οὐσίας ἐποίησε· δῆλον γὰρ τοῦτο ἦν ἐκ τῶν περὶ τῆς οὐσίας εἰρημένων· εἰ γὰρ ἐκεῖ ἔλεγεν ὅτι ‘οὐκ ἴδιον δὲ τῆς οὐσίας τὸ μηδὲν ἔχειν ἐναντίον, ὅτι καὶ τῷ ποσῷ ὑπάρχει’, δῆλον ὅτι κἀνταῦθα οὐκ ἴδιον ἔσται τοῦ ποσοῦ, ὅτι καὶ τῇ οὐσίᾳ ὑπάρχει. ὥστε τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον, ἀλλ’ εἰ ἄρα, δεῖ λέγειν ὅτι τὸ ποσὸν τῶν ἐναντίων ἐστὶ δεκτικόν,2 ὥσπερ ἐλέγομεν καὶ τῇ οὐσίᾳ μηδὲν μὲν εἶναι ἐναντίον, αὐτὴν δὲ τῶν ἐναντίων εἶναι δεκτικήν. τί οὖν, φασίν, οὐκ ἔστι τὸ παχὺ καὶ τὸ λεπτὸν τοῦ ποσοῦ καὶ τὸ πλατὺ καὶ τὸ στενόν, ἅπερ ἐναντία ἐστίν; ἀλλὰ λέγομεν ὅτι ταῦτα οὔκ εἰσι ποσὰ ἀλλ’ ἐν ποσοῖς ἔχει τὸ εἶναι, ὥσπερ καὶ τὸ μέγα καὶ τὸ μικρόν· παχὺ γὰρ λέγομεν τὸ πολλὴν ἔχον τὴν κατὰ βάθος διάστασιν, καὶ πλατὺ τὸ τὴν κατὰ πλάτος, στενὸν δὲ καὶ λεπτὸν τὸ ὀλίγην ἔχον τὴν κατά τε βάθος καὶ πλάτος διάστασιν. καὶ ὅσα δὲ περὶ τῶν ἄλλων εἰρήκαμεν, μεγάλου λέγω καὶ μικροῦ καὶ πολλοῦ καὶ ὀλίγου, ταῦτα καὶ ἐπὶ τούτων ἐροῦμεν· καὶ γὰρ ταῦτα τῶν πρός τί ἐστιν.
“量似乎也不接纳更多与更少。” 在谈到不具有任何相反者是量的固有性质并证明了这属于全部[量]之后,他并没有像在实体上所做的那样补充说“但这不是量的固有性质,因为它也属于实体”;因为这一点从关于实体的论述中已经是清楚的。因为如果他在那里说“不具有任何相反者并不是实体的固有性质,因为它也属于量”,那么显然在这里也不是量的固有性质,因为它也属于实体。因此没有任何事物与量相反;而如果一定要说的话,必须说量是容受相反者的,正如我们曾说实体没有任何相反者,但它本身能够容受相反者一样。人们说:“那么,粗与细、宽与窄岂不是属于量的,并且它们就是相反者吗?”但我们说,这些并不是量,而是在量之中具有其存在,正如大与小一样;因为我们把在深度上有很大间距的事物称为粗,把在宽度上有很大间距的称为宽,而把在深度和宽度上间距微小的事物称为窄和细。凡是我们关于其他事物——我指的是大与小、多与少——所说过的话,关于这些事物我们也将同样说;因为这些也属于关系者。
"Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον." Ἐπ’ ἄλλο μεταβέβηκεν ἴδιον τοῦ ποσοῦ, τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ τοῦτο εἰκότως· εἴρηται γὰρ ὅτι ὅπου ἐστὶν ἡ ἐναντιότης, ἐκεῖ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐκ τῆς τῶν ἐναντίων μίξεως γίνεται. ἰστέον δὲ ὅτι καὶ τοῦτο πάλιν ἀποδοκιμάζει ὡς καὶ τῇ οὐσίᾳ ὑπάρχον, καὶ ἐφ’ ἕτερον ἴδιον μεταβαίνει καί φησιν·
“量似乎也不接纳更多与更少。” 他转向了量的另一个固有性质,即不接纳更多与更少。这是理所当然的;因为前面说过,凡是有相反性存在的地方,那里就会由相反者的混合产生出更多与更少。但应当知道,他再次否定了这个性质,因为它也属于实体,于是他转向了另一个固有性质,并且说:
"Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι." Τοῦτο κυρίως ἴδιόν ἐστι τοῦ ποσοῦ, ἐπειδὴ καὶ μόνῳ ὑπάρχει καὶ παντί· γραμμὴ γὰρ γραμμῇ ἴση τε καὶ ἄνισος λέγεται καὶ τόπος τόπῳ καὶ ἐπιφάνεια ἐπιφανείᾳ καὶ σῶμα σώματι καὶ χρόνος χρόνῳ καὶ λόγος λόγῳ καὶ ἀριθμὸς ἀριθμῷ. ἐὰν δὲ ἐπ’ ἄλλου τινὸς λέγωμεν τὸ ἴσον καὶ ἄνισον, οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· οἷον λέγομεν ὅτι ἴσον ἐστὶ τοῦτο τὸ λευκὸν σῶμα τούτῳ τῷ λευκῷ σώματι, καὶ ἄνισον δὲ ὡσαύτως, οὐ καθὸ δὲ λευκὰ ἀλλὰ καθὸ σώματα, ἅπερ ἐστὶ τοῦ ποσοῦ.3 ἀλλὰ μᾶλλον τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἐπὶ τῶν τοιούτων ῥηθείη κυρίως· λευκὸν γὰρ λευκῷ ὅμοιον καὶ ἀνόμοιον λέγεται, καὶ ἐπὶ τῶν τοιούτων ὡσαύτως.
“量最独特的固有性质乃是被称作相等和不相等。” 这在严格意义上是量的固有性质,因为它既仅属于量,又属于全部量;因为线对线被称作相等和不相等,处所对处所、表面对表面、物体对物体、时间对时间、言语对言语、数对数也是如此。如果我们对其他任何事物说相等和不相等,那并不是就其自身而言,而是按附贴性而言;例如我们说这个白色的物体与那个白色的物体相等,不相等也是同样,但这不是就它们是白色的而言,而是就它们是物体而言,而物体是属于量的。相反,对于这类事物,严格意义上倒不如说类似和不类似;因为白色对白色被称作类似和不类似,在诸如此类的事物上也是同样。
- 3.20οὐ προσέθηκεν ‘οὐκ ἴδιον δὲ τοῦτο τοῦ ποσοῦ, ὅτι καὶ τῇ οὐσίᾳ ὑπάρχει’
引用句内部的 ὅτι 是表示原因的连词(“因为……”)。整体结构平行于关于实体的讨论(3b27–29“这不是实体的固有性质,因为它也属于量”),注疏者在此解释亚里士多德为何在此处没有特意补述其对应的陈述。
- 3.20ἀλλ’ εἰ ἄρα, δεῖ λέγειν ὅτι τὸ ποσὸν τῶν ἐναντίων ἐστὶ δεκτικόν
惯用短语 εἰ ἄρα 带有让步或限定意味(“如果真要说的话”),其主语和动词被省略。它引出了一个修正:既然量自身没有任何相反者,若一定要就相反性做出表述,就应当说量能够容受相反者。
- 3.22ἅπερ ἐστὶ τοῦ ποσοῦ
关系代名词 ἅπερ(中性复数)的先行词是紧邻的 σώματα(中性复数)。属格 τοῦ ποσοῦ 表示所属或范畴归属(“属于量”)。这表明等与不等不是就其为白而言,而是就其为物体而言,而物体正是属于量的。
