- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:96.26-97.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺解释了大与小由于不具备自身独立的实在性且依赖于关系因而并非相反者(5b30),继而通过归谬法阐明,若假定大与小为相反者,将导致同一事物同时接纳相反属性且与自身相悖的不可能后果(5b33)。
" Ἔτι ἐάν τε τιθῇ τις αὐτὰ ποσὰ εἶναι ἐάν τε μὴ τιθῇ, οὐκ ἔστιν αὐτοῖς ἐναντίον οὐδέν· ὃ γὰρ μή ἐστιν αὐτὸ καθ’ αὐτὸ λαβεῖν1 ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, πῶς ἂν εἴη τούτῳ τι ἐναντίον;" Ὅ δὲ λέγει, τοιοῦτόν ἐστι· τὰ ἐναντία πρῶτόν ἐστι καθ’ αὑτὰ ἀπολελυμένην ἔχοντα τὴν ὑπόστασιν, εἶθ’ οὕτως τὸν πρὸς ἄλληλα ἀναδέχεται πόλεμον· οἷον τὸ λευκὸν καὶ τὸ μέλαν πρότερον ἄλλα τινὰ ὄντα (ποιότητες γάρ εἰσιν) οὕτω τὴν πρὸς ἄλληλα μάχην ἀνεδέξαντο· ταύτῃ γὰρ τὰ πρός τι τῶν ἐναντίων διαφέρει, ὅτι τὰ μὲν ἐναντία πρῶτον καθ’ αὑτά ἐστιν (ἐξὸν γὰρ τὸ λευκὸν εἰπόντα μὴ παραλαβεῖν τὸ μέλαν2 μηδ’ εἶναι ὅλως τοῦ λευκοῦ ὄντος καὶ ἔμπαλιν τὸ μέλαν εἶναι τοῦ λευκοῦ μὴ ὄντος), ἔπειτα πρὸς ἄλληλα μάχεται, τὰ δὲ πρός τι ἀλλήλοις συντίκτεται καὶ συναπόλλυται· τὸν γὰρ πατέρα εἰπὼν καὶ τὸν υἱὸν συνεισήγαγον, καὶ τούτου πάλιν ἀφαιρεθέντος συνοίχεται καὶ ὁ υἱός. ἐπεὶ οὖν τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον αὐτὸ καθ’ αὑτὸ οὐκ ἔστιν οὐδ’ ἄν ὑποσταίη τι τούτων αὐτὸ καθ’ αὑτὸ χωρὶς τῆς πρὸς ἕτερον σχέσεως, δῆλον ὡς οὐκ εἰσὶν ἐναντία ἀλλὰ τῶν πρός τι· τὰ γὰρ ἐναντία ἐλέγομεν αὐτὰ καθ’ ἑαυτὰ πρότερον ἰδίαν ὑπόστασιν ἔχειν, εἶθ’ οὕτως ἀλλήλοις μάχεσθαι.
“此外,无论有人设定它们是量,还是不这样设定,它们都没有任何相反者;因为对于那不能就其自身被把握、而是关联于另一事物的东西,怎么会有某种事物与它相反呢?” 而他所说的是这样的意思:相反者首先就其自身存在,具有独立的实在性,然后才这样承受彼此之间的争斗;例如白与黑,先是作为某种别的东西存在(因为它们是性质),这样才承受了彼此之间的战斗。因为关系者正是在这一点上区别于相反者:相反者首先就其自身存在(因为说了“白”的人有可能不引入“黑”,在白存在时黑也完全可以不存在,反过来在白不存在时黑也可以存在),然后才彼此战斗;而关系者则是互相一同产生并一同毁灭的;因为说了“父”,我也就一同引入了“子”,而当父再次被取消时,子也就一同离去了。因此,既然大与小以及多与少并不是就其自身存在的,其中的任何一个也不可能脱离对另一事物的关系而就其自身确立实在,那么显然它们不是相反者,而是属于关系者;因为我们曾说过,相反者首先就其自身具有固有的实在性,然后才这样彼此战斗。
"Ἔτι εἰ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι καὶ αὐτὰ αὑτοῖς εἶναι ἐναντία." Ἐκ τούτων διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσιν αὐτὰ μὴ ὄντα ἐναντία· φησὶ γὰρ ‘εἰ τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται ἐν τῷ αὐτῷ κατὰ τὸν αὐτὸν χρόνον εἶναι τὰ ἐναντία’· τὸ γὰρ αὐτὸ ἔσται καὶ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον, οἷον ἡ κέγχρος πρὸς μὲν κύαμον παραβαλλομένη λέγεται μικρά, πρὸς δὲ σίνηπι μεγάλη, καὶ τοὺς ἐν Ἀθήναις πρὸς μὲν τοὺς ἐν τῇ κώμῃ πολλοὺς ἐρεῖς πρὸς δὲ τοὺς ἐν πάσῃ τῇ Ἑλλάδι ὀλίγους. ὥστε τῶν ἐναντίων ἔσται ταῦτα δεκτικὰ κατὰ τὸν αὐτὸν χρόνον, ὅπερ ἀδύνατον. ἡ δὲ οὐσία δεκτικὴ μὲν τῶν ἐναντίων ἐλέγετο εἶναι, οὐ μέντοι κατὰ τὸν αὐτὸν χρόνον τὰ ἐναντία ἐπιδέχεσθαι· οὐδέποτε γὰρ ἔσται τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον θερμὸν καὶ ψυχρόν, λευκὸν καὶ μέλαν. οὐ μόνον δέ, φησί, τὰ ἐναντία ἐπιδέξεται, ἀλλὰ καὶ αὐτὰ ἑαυτοῖς ἔσται ἐναντία· τὸ γὰρ αὐτὸ καὶ μικρὸν καὶ μέγα λέγεται καὶ πολὺ καὶ ὀλίγον, ὅπερ ἄτοπον· οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτῷ μάχεται.
“此外,如果大与小将是相反者,结果就会是同一事物同时接纳相反者,并且它们自身也与自身相反。” 由此,他通过归谬法表明它们不是相反者;因为他说:“如果大与小是相反者,结果就会是在同一事物中在同一时间存在相反者”;因为同一事物将既是大又是小,既是多又是少;例如黍粒与蚕豆相比被说是小,但与芥菜子相比则是大;你会说雅典的人口与村庄的人口相比是多,但与全希腊的人口相比则是少。因此,这些事物将在同一时间接纳相反者,而这是不可能的。然而实体虽曾被说成是能接纳相反者的,却决不是在同一时间接纳相反者;因为绝不会有同一事物在同一时间既热又冷、既白又黑。他说,不仅它会接纳相反者,而且它们自身也将与自身相反;因为同一事物既被说是小又被说是大,既被说是多又被说是少,而这是荒谬的;因为在存在的事物中,没有任何事物与它自身战斗。
- 3.14ὃ γὰρ μή ἐστιν αὐτὸ καθ’ αὐτὸ λαβεῖν
动词 ἔστιν 与不定式 λαβεῖν 结合构成表示可能性的句式(“可以把握”),关系代词 ὃ 作 λαβεῖν 的宾语。整个关系从句随后被主句中的与格代词 τούτῳ 所承接(“对于那不能……的事物,对它怎么会有……”)。
- 3.14ἐξὸν γὰρ τὸ λευκὸν εἰπόντα μὴ παραλαβεῖν τὸ μέλαν
这是由无人称动词 ἔξεστι 的中性单数主格分词 ἐξόν 省略系动词 ἐστί 作谓语的句式(相当于 ἔξεστι),与 γάρ 连用表原因(“因为有可能……”)。宾格分词 εἰπόντα 作不定式 μὴ παραλαβεῖν 的逻辑主语,指代泛指的人,整句结构为“因为说了‘白’的人有可能不引入‘黑’”。
