← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§95.1-96.25

确定量与大小等关系的区分

斐洛波诺斯详细阐释了亚里士多德的直接反驳:二肘等本然的量表示确定的量度,而大和小是不定的且仅相对于他物而被述说,因而不是量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13

" Ἔτι τὸ μὲν δίπηχυ καὶ τρίπηχυ καὶ ἕκαστον τῶν τοιούτων ποσὸν σημαίνει, τὸ δὲ μέγα ἢ μικρὸν οὐ σημαίνει ποσὸν ἀλλὰ μᾶλλον πρός τι." Τὸ γὰρ κυρίως, φησί, ποσὸν καὶ περὶ ὅσον ἐστὶ σημαίνει,1 οἷον ἥδε ἡ γραμμὴ καὶ ποσόν ἐστι τῇ αὑτῆς φύσει καὶ περὶ ὅσον ἐστὶ σημαίνει· τρίπηχυς γὰρ φέρε εἰπεῖν ἢ δίπηχύς ἐστιν. ὥστε καὶ τὸ περὶ ὅσον ποσὸν καταγίνεται σημαίνουσι τὰ κυρίως ποσά. τὸ δὲ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ ἔχει ὡρισμένον ποσόν· ἀόριστον γάρ ἐστιν ἕκαστον τούτων. ὥστε ταῦτα ποσὰ οὐκ ἔστι. τί οὖν, εἴποι τις ἂν ἴσως, οὐκ ἔστι ποσὸν ἀόριστον; ὅταν γὰρ εἴπω συνεχὲς ἢ ἀριθμὸν ἢ γραμμὴν ἢ τῶν τοιούτων τι, ποσὸν μέν τι λέγω, οὐ μὴν ἔτι καὶ τὸ περὶ ὅσον ἐστὶν ἀφορίζω, ὥσπερ ὅταν λέγω τρία ἢ πέντε ἢ τρίπηχυ. λέγω οὖν ὡς οὐδὲ ἐν τούτοις ἡ αὐτὴ ἀοριστία θεωρεῖται,2 ἥτις καὶ ἐν τῷ μικρῷ καὶ μεγάλῳ καὶ πολλῷ καὶ ὀλίγῳ;’ ἀεὶ μὲν γὰρ τὰ γένη ἀοριστότερά ἐστι τῶν ἰδίων εἰδῶν· ζῷον γοῦν εἰπὼν οὐχ οὕτως ὁρίζω τὸ ὑποκείμενον ὡς ὅταν εἴπω ἄνθρωπον ἢ ἵππον. πλὴν ἐπεὶ μὴ φωνή ἐστιν ἁπλῶς ὁμώνυμος τὸ ζῷον, ἀλλ’ οὐσία τίς ἐστι κοινῶς πλείοσιν ὑπάρχουσα, ἔστιν ἀφορίσαι τὸ ὑπὸ τῆς τοῦ ζῴου φωνῆς σημαινόμενον καὶ εἰπεῖν ὅτι ἐστὶν οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ἔστιν ὡρισμένη τις φύσις ἡ ὑπὸ τοῦ ζῴου σημαινομένη. οὕτως οὖν καὶ ἐπὶ τῶν προκειμένων· τὸ γὰρ τοῦ συνεχοῦς ὄνομα, γενικώτερον ὄν, ἔστι μὲν ἀοριστότερον τοῦ ἀφωρισμένου ποσοῦ οἷον τοῦ τριπήχεος (τοῦτο γὰρ ἤδη ἄτομόν ἐστιν, ὥσπερ κἀκεῖ Σωκράτης ἄτομόν ἐστιν), ὁμοίως καὶ τὸ τοῦ ἀριθμοῦ γενικώτερον τοῦ τρία καὶ πέντε ἀτόμου ὄντος, ἀλλ’ ὅμως κἀν τούτοις ἔστι τι ὡρισμένως δηλούμενον· συνεχὲς γάρ ἐστιν οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, διωρισμένον δὲ τὸ μὴ οὕτως ἔχον, καὶ γραμμὴν μὲν λέγων τὸ ἐφ’ ἓν λέγω διαστατὸν μέγεθος,3 ἐπιφάνειαν δὲ τὸ ἐπὶ δύο καὶ σῶμα τὸ τριχῇ διαστατόν. καὶ τούτων ἕκαστον ὥρισται ἀεὶ ὡσαύτως ἔχον καὶ οὐχὶ πρὸς διάφορον σχέσιν διάφορον ἀναδέχεται φύσιν, ὥσπερ τὸ μέγα καὶ μικρὸν καὶ τὸ πολὺ καὶ ὀλίγον· εἰ γὰρ μέγα τις λέγει φέρε τὸ ὑπερέχον ἑτέρου καὶ διὰ τοῦτο φέρε μέγα τις τὸ ὄρος λέγει τὸν Ὄλυμπον ὡς τοῦ Ὑμηττοῦ ὑπερέχοντα, ἀλλὰ τὸν αὐτὸν τοῦτον πρὸς τὴν γῆν παραβάλλων μικρὸν ἐρεῖ ὡς ἐλλείποντα αὐτῆς. οὐκ ἄρα τὸ λεγόμενον εἶναι μέγα ἀφωρισμένον τί ἐστι ποσόν, ὥσπερ τῶν εἰρημένων ποσῶν ἕκαστον οὐ μόνον ποσόν ἐστιν ἀλλὰ καὶ περὶ ὅσον ἐστὶν ἀφορίζει, οἷον ἢ ὅτι ἐφ’ ἓν διαστατὸν ὡς ἡ γραμμή, ἢ ὅτι ἐπὶ δύο ὡς ἡ ἐπιφάνεια, ἢ ὅτι ἐν τῇ τῶν μερῶν ἑνώσει θεωρεῖται ὡς τὸ συνεχές, ἢ ἐν τῇ τούτων διαιρέσει καὶ διακρίσει ὡς τὸ διωρισμένον. ἄλλως τε τὸ μέγα καὶ τὸ μικρὸν ἐν τοῖς μερικοῖς ποσοῖς ἤδη καταγίνεται, οἷον ἐν τῇδε τῇ γραμμῇ ἐν τῷδε τῷ σώματι ἐν τῇδε τῇ ἐπιφανείᾳ, ὁμοίως καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον ἐν τῷδε τῷ ἀριθμῷ. ὥστε τούτων ἕκαστον ἐν τοῖς ἀτόμοις ποσοῖς καταγίνεται· οὐδὲ γὰρ ἔστιν ἁπλῶς γένος τι μεγάλου ἢ μικροῦ. εἰ οὖν δεῖ ἄτομα ἀτόμοις συγκρίνειν καὶ μὴ ἄτομα γένεσι, τὸ δὲ μέγα καὶ τὸ μικρὸν ἐν ἀτόμοις ποσοῖς καταγίνεται, τὰ δὲ ἄτομα ποσὰ οὐ μόνον ὅτι ποσὰ σημαίνει ἀλλὰ καὶ περὶ ὅσον ἕκαστον αὐτῶν καταγίνεται, οἷον ὁ τρία ὁ πέντε, οὐκ ἄρα ποσὸν τὸ μέγα καὶ τὸ μικρόν. ὅθεν καὶ ὁ Ἀριστοτέλης τοιούτοις ἐχρήσατο τοῖς ὑποδείγμασιν εἰπὼν ὅτι τὸ μὲν δίπηχυ καὶ τρίπηχυ καὶ ἕκαστον τῶν τοιούτων, τοῦτ’ ἔστι τῶν ἐν ὑπάρξει ἀτόμων ποσῶν· εἴπερ γὰρ ὅλως ποσόν ἐστι τὸ μέγα καὶ τὸ μικρόν, πάντως γε ἄτομόν ἐστιν, ἐπεὶ μή ἐστιν, ὅπερ εἶπον, ἁπλῶς τι μέγα, ἀλλ’ 〈ὃ〉 λέγομεν εἶναι μέγα, ἐν ὑπάρξει ἐστὶ καὶ ἄτομον μέγεθος. οὐκοῦν εἰ πᾶν μὲν ἄτομον ποσὸν καὶ περὶ ὅσον ἐστὶν ἀφορίζει, τὸ δὲ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον ἄτομα ὄντα ἀόριστά τινά ἐστιν, οὐκ ἄρα ποσά ἐστι τὸ μέγα καὶ τὸ μικρόν. καὶ οὕτω μὲν διὰ τῆς ἐνστάσεως οὐδὲ συγχωρεῖ αὐτὰ ποσὰ εἶναι, διὰ δὲ τῆς ἀντιπαραστάσεως συγχωρήσας αὐτὰ εἶναι ποσὰ δείκνυσιν αὐτὰ μὴ ὄντα ἐναντία. ἄρχεται δὲ τῆς ἀντιπαραστάσεως ἐντεῦθεν·

“此外,二肘、三肘以及诸如此类的每一个都表示量,但大或小并不表示量,而宁可表示关系者。” 因为他说,严格意义上的量也表示它涉及多大;例如,这条线就其自身本性而言是一个量,并且表示它涉及多大;因为比方说它是三肘或二肘。因此,严格意义上的量也表示它们涉及多大的量而存在。但大与小,以及多与少,并没有一个被限定的量;因为这些之中的每一个都是不定的。因此这些不是量。也许有人会说:“那么怎样呢,难道没有不定的量吗?因为当我说了‘连续的’或‘数’或‘线’或诸如此类的某种事物时,我虽说出了某种量,但并未进一步限定它涉及多大,就像我说‘三’或‘五’或‘三肘’时那样。难道我说在这些之中所见到的不定性,与在小、大、多、少之中所见到的并不相同吗?”因为属总是比其自身的种更为不定;无论如何,当我说“动物”时,我并不像说“人”或“马”时那样限定基底。然而,既然“动物”并不仅仅是一个同名异义的语词,而是共同属于较多事物的某种实体,那么便有可能限定由“动物”这一语词所表示的东西,并说它是有灵魂的感觉实体,并且存在着由“动物”所表示的某种被限定的本性。因此在所提出的事物上也是如此:因为“连续的”这一名称更为普遍,固然比限定的量(例如三肘)更为不定(因为这已经是不可分割的个体,正如在那个领域中苏格拉底是个体一样),同样“数”这一名称也比作为个体的三和五更为普遍,但尽管如此,在这些之中也存在着被限定地表明的东西;因为连续的是其各部分在某个共同界限上结合在一起的,而分离的则不是这样,并且当我说“线”时,我指的是朝一个方向延展的大小,说“面”时是指朝两个方向,说“物体”时是指朝三个方向延展的大小。并且这些之中的每一个都被限定为始终处于同一状态,而不像大与小以及多与少那样依不同的关系接纳不同的本性;因为比方说如果有人称超过另一事物者为大,并因此称奥林匹斯山为大(比方说是由于它超过了海梅托斯山),但若将这座同样的山与大地相比,他便会称其为小(由于它不及大地)。因此,被称为大的东西并不是某种被限定的量,并不像前述各个量那样不仅是量,而且还限定它涉及多大——例如要么像线那样朝一个方向延展,要么像面那样朝两个方向延展,要么像连续量那样在各部分的统一中被观察,要么像分离量那样在各部分的分离与区别中被观察。此外,大与小已经存在于个别的量之中,例如在这条线、这个物体、这个面之中,同样多与少也存在于这个数之中。因此这些之中的每一个都存在于个体量之中;因为根本不存在大或小的某种属。那么,如果必须将个体与个体相比较,而不是将个体与属相比较,而大与小存在于个体量之中,并且个体量不仅表示它们是量,而且还表示它们各自涉及多大而存在(例如三或五),那么大与小就不是量。因此亚里士多德也使用了这样的例子,说“二肘和三肘以及诸如此类的每一个”,即现实存在中的个体量;因为如果大与小果真是量,它们就必定是个体,因为正如我说过的,并不存在单纯意义上的某种大,而是我们称之为大的东西在现实存在中存在且是个体的大小。因此,如果每一个个体量都限定它涉及多大,而大与小以及多与少虽是个体却又是某种不定的东西,那么大与小就不是量。这样,通过直接否定,他甚至不承认它们是量,而通过让步反驳,他在承认了它们是量之后表明它们不是相反者。并且他从这里开始让步反驳:

语法注3 条
  1. 3.13περὶ ὅσον ἐστὶ σημαίνει

    间接疑问从句 περὶ ὅσον ἐστί(“涉及多大”)充当动词 σημαίνει 的直接宾语。介词 περί 在此处表示范围或幅度,指量自身被限定的度量(poson aphōrismenon)。

  2. 3.13λέγω οὖν ὡς οὐδὲ ἐν τούτοις ἡ αὐτὴ ἀοριστία θεωρεῖται

    这是引入注释者对假设论敌的提问(τί οὖν...;)之回答的陈述句:“那么我说,在这些[属概念]中所见到的不定性,并不等同于……”。尽管部分版本在此处标有问号,但在句法上它充当陈述句,直接引出随后由 ἀεὶ μὲν γὰρ τὰ γένη...(“因为属总是……”)所承接的论证理由。

  3. 3.13ἀλλ’ 〈ὃ〉 λέγομεν εἶναι μέγα, ἐν ὑπάρξει ἐστὶ καὶ ἄτομον μέγεθος

    补入的关系代名词 〈ὃ〉 构成包含先行词的主语从句(“我们称之为大的东西”)。全句的主干为“ὃ λέγομεν εἶναι μέγα(主语)... ἐστὶ(系词)... ἐν ὑπάρξει καὶ ἄτομον μέγεθος(表语)”,与前半句形成对比:“并不存在无条件的大,而是我们称之为大的东西是现实存在且是个体的大小”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:95.1-96.25