- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:93.14-94.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐明,亚里士多德由于量是最普遍的属而无法对其下定义,转而寻求给出其固有特征,并开始考察看似的特征“没有任何相反者”,从而论证了大与小、多与少并非属于量而是属于关系者。
" Ἔτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον." Παραδοὺς ἡμῖν τὴν διαίρεσιν τοῦ ποσοῦ καὶ εἰπὼν ποῖά τέ ἐστι τὰ κυρίως ποσὰ καὶ ποῖα τὰ κατὰ συμβεβηκός, βούλεται νῦν, ὥσπερ ἐπὶ τῆς οὐσίας ἐποίησεν, ἴδιον ἀποδοῦναι τοῦ ποσοῦ· ὁρισμὸν γὰρ ἀποδοῦναι αὐτοῦ οὐκ ἐνῆν διὰ τὴν ἐν τοῖς ἔμπροσθεν εἰρημένην ἡμῖν αἰτίαν, ὅτι τῶν γενικωτάτων γενῶν οὐκ ἔστιν ὁρισμὸν ἀποδοῦναι· τὸ γὰρ ὂν οὐχ ὡς γένος κατηγορεῖται τῶν δέκα κατηγοριῶν, ὡς ἐν Εἰσαγωγαῖς ἀπεδείχθη· εἰ μὲν γὰρ περὶ τοῦδέ τινος τοῦ ποσοῦ ἦν αὐτῷ ὁ λόγος, οἷον τοῦ διπήχεος, δυνατὸν ἦν δι’ ὁρισμοῦ παραστῆσαι αὐτοῦ τὴν φύσιν, γένος λαμβάνοντα τὸ ἁπλῶς ποσόν.1 νῦν δὲ περὶ τοῦ ἁπλῶς ποσοῦ ἐστιν αὐτῷ ὁ λόγος, οὗ γένος γενικώτερον εὑρεῖν οὐκ ἦν, δι’ οὗ τὸν ὁρισμὸν αὐτοῦ ἀποδώσειεν. ὥσπερ δὲ ἐπὶ τῆς οὐσίας εἶπε πρότερον τὰ δοκοῦντα αὐτῆς ἴδια εἶναι, καὶ ἐλέγξας ἔπειτα τὸ ὄντως ἴδιον αὐτῆς ἡμῖν παρέδωκεν, οὕτω καὶ ἐνταῦθα ποιεῖ καὶ ἐξελέγξας πρότερον ὅσα δοκεῖ ἴδια εἶναι τοῦ ποσοῦ ὕστερον τὸ ὄντως ἴδιον αὐτοῦ παραδίδωσι. καὶ πρότερον μέν φησιν ἴδιον εἶναι δοκεῖν τοῦ ποσοῦ τὸ μηδὲν ἔχειν ἐναντίον· τῷ γὰρ ἀφωρισμένῳ ποσῷ τί ἂν εἴη ἐναντίον, οἷον τῷ διπήχει ἢ τῷ τριπήχει;
“此外,量没有任何相反者。” 在向我们传授了量的划分并说明了何种事物是严格意义上的量、何种事物是偶性上的量之后,他现在想要像在实体上所做的那样,给出量自有的特征;因为给出它的定义是不可能的,这是由于我们先前所陈述的理由:即最普遍的属是不可能有定义的;因为正如在《导论》中所证明的,‘存在’并非作为属而被述谓于十个范畴。因为如果他的论述是关于某个特定的量,例如二肘,那么通过取无条件的量作为属,便有可能通过定义来表明其本性;但现在他的论述是关于无条件的量,对于它而言,不可能找到一个更为普遍的属来给出其定义。正如他在实体上先前述说了看似是其固有特征的事物,随后经过审验向我们传授了真正属于它的固有特征那样,他在此处也是这样做的,在预先审验了看似是量的固有特征的诸事物之后,随后传授了真正属于它的固有特征。并且他首先说,没有任何相反者似乎是量的固有特征;因为对于限定的量,例如二肘或三肘,能有什么相反者呢?
"Εἰ μὴ τὸ πολὺ τῷ ὀλίγῳ φαίη τις εἶναι ἐναντίον ἢ τὸ μέγα τῷ μικρῷ." Ἐνταῦθα οἰκείως τὸν περὶ τούτων ἐξετάζει λόγον, εἰ τὸ μέγα καὶ μικρὸν ἐναντία ἐστὶν ἢ ὅλως ποσά· ἐν γὰρ τῷ περὶ τῆς οὐσίας λόγῳ μνημονεύσας αὐτῶν μόνον παρῆλθε, συγχωρήσας αὐτὰ ἐναντία εἶναι. δείκνυσι δὲ νῦν ὅτι ταῦτα οὐκ εἰσὶ ποσὰ ἀλλὰ τῶν πρός τι. καὶ δείκνυσι πάλιν διχῶς, διά τε τῆς ἐνστάσεως ὅτι οὐκ εἰσι ποσά, καὶ τῆς ἀντιπαραστάσεως2 ὅτι εἰ καὶ ποσὰ συγχωρηθείη εἶναι, οὐκ ἔστιν ἐναντία. καὶ πρῶτον μὲν διὰ τῆς ἐνστάσεως λέγων οὕτως· τούτων δὲ οὐδέν ἐστι ποσὸν ἀλλὰ μᾶλλον τῶν πρός τι· οὐδὲν γὰρ αὐτὸ καθ’ αὑτὸ μέγα λέγεται ἢ μικρόν, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται· τῶν γὰρ πρός τι ἴδιον τὸ ἑνὸς τεθέντος τὸ ἕτερον συνεισάγεσθαι καὶ ἀναιρεθέντος συναναιρεῖσθαι·3 πατρὸς γὰρ τεθέντος συνεισάγεται πάντως καὶ ὁ υἱός, καὶ ἀναιρεθέντος συναναιρεῖται. οὕτω δὲ καὶ τὸ πολὺ οὐ λέγεταί τι αὐτὸ καθ’ ἑαυτὸ πολὺ ἀλλὰ πρὸς τὸ ὀλίγον ἀναφερόμενον, καὶ τὸ ὀλίγον ὡσαύτως πρὸς τὸ πολύ. καὶ ἐπὶ τοῦ μικροῦ δὲ καὶ τοῦ μεγάλου ὁμοίως· ἑκάτερον γὰρ πρὸς τὸ ἕτερον τὴν ἀναφορὰν ἔχει καὶ οὐδὲν τούτων αὐτὸ καθ’ ἑαυτὸ ὡρισμένην τινὰ ἔχει φύσιν. καὶ δῆλον ἐντεῦθεν· ὄρος γάρ, φησί, μικρὸν λέγεται, κέγχρος δὲ μεγάλη, καίτοι εἰ ἕκαστον τούτων καθ’ ἑαυτὸ ἐλέγετο καὶ μὴ πρὸς ἕτερον ἀναφερόμενον τῇ πρὸς ἐκεῖνο παραβολῇ, οὐκ ἂν ὄρος μὲν μικρὸν ἐλέγομεν τὴν δὲ κέγχρον μεγάλην· καταγέλαστον γὰρ τοῦτο. νῦν δὲ τὸ μὲν ὄρος μικρὸν λέγομεν δηλονότι ἄλλου ὄρους μικρότερον, τὴν δὲ κέγχρον μεγάλην ἄλλης δηλονότι μείζονα. οὕτω καὶ ἐν Ἀθήναις μὲν ὀλίγους φαμὲν εἶναι ἀνθρώπους, ἢ αὐτὴν πρὸς ἑαυτὴν παραβάλλοντες ἢ πρὸς ἑτέραν πόλιν, ἐν τῇ κώμῃ δὲ πολλούς, ὀλιγωτέρους ὄντας τῶν ἐν Ἀθήναις, πρὸς ἄλλην κώμην τὴν σύγκρισιν δηλονότι ποιούμενοι. ὥστε ἢ δεῖ λέγειν τὴν τοῦ ποσοῦ καὶ τοῦ πρός τι κατηγορίαν μίαν καὶ τὴν αὐτὴν εἶναι ἢ εἰ διωρισμέναι εἰσὶν αἱ κατηγορίαι, οὐχ ὑπὸ τὸ ποσὸν ταῦτα ἀνακτέον, ἀλλὰ μᾶλλον ὑπὸ τὰ πρός τι.
“除非有人说多与少相反,或者大与小相反。” 在此处他恰当地考察了关于这些事物的论述,即大与小是否是相反者,或者根本是否是量;因为在关于实体的论述中,他仅仅提及它们便一带而过,承认了它们是相反者。但他现在表明,这些不是量,而是属于关系者。并且他又从两方面来表明这一点:其一通过直接否定,表明它们不是量;其二通过让步反驳,表明纵使承认它们是量,它们也不是相反者。首先通过直接否定,他是这样说的:“这些之中没有任何一个是量,而宁可属于关系者;因为没有任何东西在自身上被称为大或小,而是相关于另一事物。”因为当一个被确立时另一个便共同被引入,当一个被取消时另一个便共同被取消,这是关系者的固有特征;因为当父亲被确立时,儿子也必定共同被引入,而当父亲被取消时,儿子也共同被取消。这样,多也不是在自身上被称为多,而是相关于少而被述说,少同样也是相关于多而被述说。在小与大的情况下也是如此;因为每一个都具有对另一个的关系,并且它们之中没有任何一个在自身上具有某种被限定的本性。这一点从以下事实是显而易见的:因为他说,一座山被称为小,而一粒粟被称为大;然而,如果这些之中的每一个都是就自身而言被述说,而不是通过与另一事物的比较而相关于它被述说,我们便不会说一座山是小的而一粒粟是大的;因为这是可笑的。但现在我们称山为小,显然是因为它比另一座山小,而称粟为大,显然是因为它比另一粒大。同样,我们说在雅典人少,要么是将雅典自身与自身比较,要么是与另一座城邦比较,而在村庄中人多,尽管他们比雅典的人更少,这显然是将村庄与另一个村庄进行比较。因此,要么必须说量这一范畴与关系者这一范畴是同一个,要么如果诸范畴是区分开的,就不应将这些归入量之下,而宁可归入关系者之下。
- 3.11γένος λαμβάνοντα τὸ ἁπλῶς ποσόν
宾格分词 λαμβάνοντα 与不定式短语 δυνατὸν ἦν δι’ ὁρισμοῦ παραστῆσαι αὐτοῦ τὴν φύσιν 中未明言的泛指逻辑主语(“人”)一致,而没有与主句的与格 αὐτῷ(亚里士多德)保持一致。
- 3.12διά τε τῆς ἐνστάσεως ... καὶ τῆς ἀντιπαραστάσεως
辩证法与修辞学中反驳形式的对照:ἔνστασις 指直接否定对方前提的异议(大和小根本不是量),而 ἀντιπαράστασις 则指让步性的对辩反驳(即使承认它们是量,它们也不是相反者)。
- 3.12τῶν γὰρ πρός τι ἴδιον τὸ ἑνὸς τεθέντος τὸ ἕτερον συνεισάγεσθαι καὶ ἀναιρεθέντος συναναιρεῖσθαι
由定冠词 τό 引导的不定式短语(统领 συνεισάγεσθαι 与 συναναιρεῖσθαι)作谓语名词 ἴδιον 的主语(名词化主语从句)。其中嵌套了两个起条件状语作用的属格绝对结构(ἑνὸς τεθέντος 与 ἀναιρεθέντος)。
