- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:91.16-93.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了亚里士多德对时间和场所连续性的论证、关于量由“具有位置与否的各部分构成”的第二重划分,以及通过白、行动与运动的实例对本然之量与偶性之量所作的区分。
" Ἔστι δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῶν τοιούτων· ὁ γὰρ νῦν χρόνος συνάπτει πρὸς τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα. πάλιν ὁ τόπος τῶν συνεχῶν ἐστι· τόπον γάρ τινα τὰ τοῦ σώματος μόρια κατέχει, ἃ πρός τινα κοινὸν ὅρον συνάπτει." Εἰ γὰρ ἀπεδείχθη τὸ σῶμα συνειλημμένα καὶ συνεχῆ ἔχον τὰ μόρια, πᾶν δὲ σῶμα καθ’ ὅλον αὑτὸ ἐν τόπῳ ἐστίν, ὁ τόπος ἄρα ὁ περιέχων τὸ σῶμα συνεχὴς ἔσται, ἐπεὶ μηδὲν τῶν τοῦ σώματος μορίων ἐκφεύγει τὸ ἐν τόπῳ εἶναι.1 οὐκοῦν διὰ τὴν συνέχειαν τοῦ σώματος καὶ ὁ τόπος ἔχει τὸ συνεχές.
“时间和场所也属于此类事物;因为现在的时间与过去的时间和未来的时间相连接。再者,场所属于连续事物;因为体的各部分占据着某个场所,这些部分在某个共同的界限处结合。” 因为如果已经证明了体具有紧密结合且连续的各部分,而一切体就其整体而言都在场所中,那么包围体的场所也将是连续的,因为体的各部分中没有任何一个逃避在场所中存在。因此,由于体的连续性,场所也具有连续性。
"Ἔτι δὲ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκε,2 τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν." Ἐπιβλέπειν χρὴ ὅτι τὸν μὲν χρόνον ἐν τῇ προτέρᾳ διαιρέσει συντάττει τοῖς συνεχέσι ποσοῖς, γραμμῇ ἐπιφανείᾳ σώματι τόπῳ, ἐνταῦθα δὲ τοῖς μὴ ἐκ θέσιν ἐχόντων, ἐπεὶ κατὰ τὰ τρία ταῦτα χαρακτηρίζεται τὰ ἐκ θέσιν ἐχόντων, τὸ κεῖσθαί που καὶ τὸ δεικτὰ εἶναι καὶ τὸ συνεστηκότα ἔχειν τὰ μόρια, τοῦτ’ ἔστιν ἅμα ὅλα ὑφεστηκότα, ὧν οὐδὲ ἓν ὑπάρχει τῷ χρόνῳ. τὸν δὲ ἀριθμὸν ἐν τῇ πρώτῃ διαιρέσει τοῖς διωρισμένοις συγκαταριθμήσας, δοκεῖ πως ἐνταῦθα τοῖς ἐκ θέσιν ἐχόντων.3 εἰρήκαμεν δὲ ἀνωτέρω περὶ οὗ ἀριθμοῦ αὐτῷ ὁ λόγος.
“此外,有些是由其内部各部分彼此具有位置者构成的,有些则不是由具有位置者构成的。” 应当注意到,在先前的划分中他把时间列入连续量,即线、面、体、场所,而在这里则列入不由具有位置的各部分构成的事物中,因为由具有位置者构成的事物具有以下三个特征:位于某处、可被指示、以及各部分共同确立,即作为一个整体同时实存,而这些之中没有一个属于时间。至于数,他在第一次划分中将其列入分离量,在此处似乎在某种程度上[将其列入]由具有位置者构成的事物。关于他的论述涉及何种数,我们已在上面讨论过。
"Κυρίως δὲ ποσὰ ταῦτα μόνα λέγεται τὰ εἰρημένα, τὰ δὲ ἄλλα πάντα κατὰ συμβεβηκός· εἰς ταῦτα γὰρ ἀποβλέποντες καὶ τὰ ἄλλα ποσὰ λέγομεν, οἷον πολὺ τὸ λευκὸν λέγεται τῷ γε τὴν ἐπιφάνειαν πολλὴν εἶναι.4" Ἔργον ἐπιστήμονος μὴ μόνον τὰ ὑποβεβλημένα τῇ ἐπιστήμῃ αὐτοῦ πράγματα σκοπεῖν, ἀλλὰ καὶ τὰ δοκοῦντα μὲν εἶναι, κατὰ ἀλήθειαν δὲ μὴ ὄντα, ἐπεξέρχεσθαι καὶ διελέγχειν. τοῦτο καὶ ὁ Ἀριστοτέλης ποιεῖ· ἀπαριθμησάμενος γὰρ τὰ ἑπτὰ τοῦ ποσοῦ εἴδη, πέντε τοῦ συνεχοῦς καὶ δύο τοῦ διωρισμένου, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ ζητεῖ εἰ καί τι ἄλλο δύναται ἀνάγεσθαι ὑπὸ τὸ ποσόν. ἐπεὶ οὖν δοκεῖ τὸ λευκὸν καὶ πολὺ καὶ ὀλίγον, τὸ δὲ πολὺ καὶ ὀλίγον τοῦ ποσοῦ ἐστιν, ἀλλὰ καὶ τὴν πρᾶξιν λέγομεν καὶ μακρὰν καὶ βραχεῖαν, φησὶν ὅτι οὐ κυρίως ἐστὶ ταῦτα ποσὰ ἀλλὰ κατὰ συμβεβηκός· τῷ γὰρ ἐν ποσοῖς εἶναι λέγονται ποσὰ καὶ αὐτά· ἐπειδὴ γὰρ τὸ λευκὸν ἐν ἐπιφανείᾳ ἐστίν, ἐκείνης πολλῆς οὔσης ἢ ὀλίγης ἐκ μεταλήψεως ταύτης λέγομεν τὸ λευκὸν πολὺ ἢ ὀλίγον εἶναι. καὶ ἡ πρᾶξις ὁμοίως κατὰ συμβεβηκὸς ἔχει τὸ μακρὰ εἶναι ἢ βραχεῖα· ἐπειδὴ γὰρ ὁ πόλεμος ὁ Ἰλιακός, εἰ τύχοι, ἔν τινι χρόνῳ γέγονεν, οἷον ἐν δέκα ἔτεσι, λέγομεν δὲ τὸν χρόνον μακρόν, διὰ τοῦτο καὶ τὴν πρᾶξιν τὴν ἐν μακρῷ χρόνῳ γενομένην κατὰ συμβεβηκὸς μακρὰν λέγομεν εἶναι. ὥστε κυρίως μὲν ποσά ἐστι τὰ εἰρημένα, τὰ δὲ ἄλλα κατὰ συμβεβηκὸς δι’ ἐκεῖνα ποσὰ λέγεται. καὶ ἡ κίνησις πολλὴ λέγεται εἶναι τῷ τὸν χρόνον πολὺν εἶναι ἐν ᾧ γέγονεν· ὁ γὰρ χρόνος μέτρον ἐστὶ κινήσεως· μῆνα γὰρ λέγομεν τὴν τῆς σελήνης ἀποκατάστασιν, ἐνιαυτὸν δὲ τὴν τοῦ ἡλίου.
“然而在严格意义上,唯有这些被提及的事物被称为量,而其他所有事物则是偶性地被称作量;因为正是考虑到这些,我们也把其他事物称为量,例如白由于至少面很大而被说成‘多’。” 科学者的职责不仅是考察隶属于其科学的事物,而且还要探究并审视那些看似如此但事实上并非如此的事物。亚里士多德也正是这样做的;因为在列举了量的七个种(连续量的五个种和分离量的两个种)之后,他并没有止步于此,而是探求是否还有某种其他事物能够归入量之下。因此,既然白似乎既有多又有少,而多与少属于量,而且我们把行动也称为‘长’或‘短’,所以他说这些并不是严格意义上的量,而是偶性上的;因为通过处于量之中,它们自身也被称为量;因为既然白是在面中,随着面是大或是小,出于从面处的借用,我们说白是多还是少。行动同样在偶性上具有长或短;因为例如特洛伊战争发生在某个时间中,比如十年中,而我们把这个时间称为长的,因此我们把在长的时间中发生的行动在偶性上也称为长的。所以严格而言量是前述的事物,而其他事物则是由于它们而在偶性上被称为量。运动也被说成是‘多’,因为在其中发生运动的时间是多的;因为时间是运动的尺度;因为我们把月亮的复位称为月,把太阳的复位称为年。
"Τῷ χρόνῳ ὁριεῖ ἐνιαυσιαίαν." Ἐὰν γάρ τις ἐρωτηθῇ πόση τίς ἐστιν ἡ πρᾶξις, τὸν χρόνον ἀποκρίνεται, οἷον δεκαετής.
“他将依时间界定它为持续一年的。” 因为如果有人被问及该行动有多大,他会根据时间来回答,比如说是十年的。
"Ὅση γὰρ ἄν ἡ ἐπιφάνεια ᾖ, τοσοῦτον καὶ τὸ λευκὸν φήσειεν εἶναι." Ἐὰν γὰρ ἐρωτηθῶμεν πόσον ἐστὶ τὸ λευκόν, λέγομεν ὅτι δίπηχυ τυχὸν ἢ τρίπηχυ, ὅση ἐστὶ καὶ ἡ ἐπιφάνεια ἡ ἔχουσα τὸ λευκόν. ὥστε οὐκ αὐτὸ τὸ λευκὸν λέγομεν πολὺ εἶναι ἢ ὀλίγον, ἀλλὰ τὴν ἐπιφάνειαν· δύναται γὰρ τὸ ἐν πηχυαίᾳ ἐπιφανείᾳ λευκὸν μᾶλλον λευκὸν εἶναι τοῦ ἐν διπήχει.5 τότε δὲ οὐ λέγομεν λευκὸν λευκοῦ πλεῖον, ἀλλὰ λευκὸν λευκοῦ μᾶλλον λευκόν.
“因为无论面有多大,他都会说白也是如此之大。” 因为如果我们被问及白有多大,我们便回答说比如是二肘或三肘,恰如拥有白的面有多大一样。所以我们并不是说白自身是多或少,而是说面;因为在一肘的面上的白完全可以比在二肘的面上的白更白。但在那时,我们不会说白比白‘更多’,而是说白比白‘更白’。
- 3.6ἐπεὶ μηδὲν τῶν τοῦ σώματος μορίων ἐκφεύγει τὸ ἐν τόπῳ εἶναι
带冠词不定式短语 τὸ ἐν τόπῳ εἶναι(在场所中存在)作 ἐκφεύγει 的直接宾语。否定词 μηδέν 是由引导原因从句的 ἐπεί 所统摄的主语。
- 3.7τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκε
在前置词 ἐκ 之后,属格分词 ἐχόντων 支配宾格 θέσιν(具有位置),并与其逻辑主语 τῶν ἐν αὐτοῖς μορίων(其内部的各部分)一致,构成包含分词短语的介词结构。
- 3.7δοκεῖ πως ἐνταῦθα τοῖς ἐκ θέσιν ἐχόντων
在 δοκεῖ 之后省略了类似于前句 συντάττει(归入/排列)的动词不定式。与格 τοῖς [ἐκ θέσιν ἐχόντων] 在结构上与前文中受 συντάττει 支配的与格保持平行。
- 3.8τῷ γε τὴν ἐπιφάνειαν πολλὴν εἶναι
带定冠词与格 τῷ 引导的对格不定式结构(τὴν ἐπιφάνειαν πολλὴν εἶναι)充当表示原因的与格(“至少由于面很大”)。小品词 γε 起限制/强调作用。
- 3.10δύναται γὰρ τὸ ἐν πηχυαίᾳ ἐπιφανείᾳ λευκὸν μᾶλλον λευκὸν εἶναι τοῦ ἐν διπήχει
比较级结构 μᾶλλον λευκόν 后面带有比较属格 τοῦ ἐν διπήχει(省略了 ἐπιφανείᾳ λευκοῦ),用于将白色的强度对比于面的空间广度(“一肘面上的白比两肘面上的白更白”)。
