← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§89.20-91.15

依有无共同界限论证分离量与连续量

注疏亚里士多德《范畴篇》4b25–5a4,阐明数与言语因缺乏共同界限而属于分离量,而线、面、体则因具有点、线、面作为潜能上的共同界限而属于连续量,并说明了面与平面在术语使用上的古今差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2

" Τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ." Ὅτι μὲν ποσόν ἐστιν ὁ ἀριθμός, οὐδὲ κατασκευάσαι ἀξιοῖ· ὁ γὰρ μὴ βουλόμενος τὸν ἀριθμὸν ποσὸν εἶναι, οὐδὲ ἄλλο τι ἀξιώσειεν. ὅτι δὲ διωρισμένον ποσόν, τοῦτο κατασκευάζει· οὐ γὰρ ἔχει, φησί, κοινὸν ὅρον, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ· τὸν γὰρ δέκα ἀριθμὸν εἰ διέλοιμεν εἰς δύο πεντάδας, ἑκατέραν εὑρήσομεν διωρισμένην καὶ οἰκείαν ἔχουσαν περιγραφήν· οὐδὲ γὰρ ἔστι τις μονὰς ἑκατέροις συνημμένη τοῖς μέρεσι καὶ δι’ ἑαυτῆς τὴν συνέχειαν αὐτοῖς χαριζομένη. καὶ ἐπὶ τοῦ ἑπτὰ ἀριθμοῦ ὁμοίως· ἡ γὰρ τετάρτη μονὰς οὐδεμίαν τῶν τριάδων οὔτε πρὸς ἑαυτὴν οὔτε πρὸς ἀλλήλας συνάπτει, ἀλλ’ ἐν ἰδίᾳ καὶ αὐτὴ θεωρεῖται περιγραφῇ. ὥστε διωρισμένον ποσὸν ὁ ἀριθμός. ἀλλὰ καὶ ὁ λόγος, φησί, διωρισμένον ποσὸν διὰ τὴν αὐτὴν αἰτίαν· οὔτε γὰρ τὰ τοῦ λόγου μόρια, λέγω δὴ τὰς συλλαβάς, ἔστιν ἰδεῖν διά τινος κοινοῦ ὅρου συναπτόμενα, ἀλλ’ ἕκαστον αὐτῶν περιγέγραπται. λέγω δέ, φησί, τὸν μετὰ φωνῆς λόγον γινόμενον· ἐπειδὴ γὰρ ὁ λόγος ὁ μέν τίς ἐστι προφορικὸς ὁ δὲ ἐνδιάθετος ὁ ἐν τῇ ψυχῇ θεωρούμενος, διὰ τοῦτο ἐπισημαίνεται ὅτι περὶ τοῦ προφορικοῦ λόγου φησίν· ὁ γὰρ ἐνδιάθετος οὐδὲ ποσὸν ὅλως ἐστίν, ἀλλ’ εἴπερ ἄρα, ποιότης ἐστὶ τῆς ψυχῆς, εἴπερ διάθεσίς ἐστι τῆς ψυχῆς ἢ ἕξις, διάθεσις δὲ καὶ ἕξις ποιότητες, ὡς εἰσόμεθα.

“因为在数的各部分中,没有任何共同的界限,它的各部分在其处结合。” 关于数是量,他甚至不认为有必要予以证明;因为不愿承认数是量的人,也不会承认任何其他事物。但关于它是分离量,这一点他做了证明;因为他说,它没有共同的界限,使它的各部分在其处结合;因为如果我们把十这个数分成两个五,就会发现二者各自独立并且具有各自的界限;因为没有任何一个单位同时连接着两个部分,并凭借自身赋予它们连续性。在七这个数的情况下也是如此;因为第四个单位既不将任何一个三与自身结合,也不将它们彼此结合,而是它自身也被看作在独立的界限之内。因此,数是分离量。但他言道,言语由于同样的原因也是分离量;因为言语的各部分,也就是音节,不可能被看到是通过某种共同的界限结合在一起的,而是它们每一个都被划分开来。他说:“我指的是随着声音产生的言语”;因为既然言语一种是口头表述的,另一种是内在的、在灵魂中被考察的,因此他明确指出他是关于口头表述的言语说的;因为内在的言语根本就不是量,而是如果确实〔是什么〕的话,它是灵魂的质,如果它确实是灵魂的态势或状态,而态势和状态是质,正如我们将要知晓的。

§3.3

"Ἡ δὲ γραμμὴ συνεχής ἐστιν· ἔστι γὰρ λαβεῖν κοινὸν ὅρον, πρὸς ὃν τὰ μόρια αὐτῆς συνάπτει, στιγμήν, καὶ τῆς ἐπιφανείας γραμμήν." Εἰκότως ἡ γραμμὴ συνεχής· ἕκαστον γὰρ τῶν μορίων αὐτῆς συνάπτει πρὸς ἄλληλα κοινὸν ἔχοντα ὅρον τὸ σημεῖον·1 τὸ δὲ σημεῖον ἀμερὲς καὶ ἀδιάστατον· εἰκότως ἄρα καὶ τὰ μέρη αὐτῆς συνεχῶς τε καὶ ἀδιαστάτως ἡνωμένα ἐστί· κατὰ γὰρ σημεῖον ἡ γραμμὴ διαιρεῖται, καθ’ ὃ καὶ συνάπτει τὰ μόρια αὐτῆς. δεῖ δὲ λαβεῖν τὸ σημεῖον ἤτοι τὴν διαίρεσιν δυνάμει καὶ μὴ ἐνεργείᾳ· ἐὰν γὰρ ἐνεργείᾳ λάβῃς, οὐκ ἔσται συνεχὴς ὅλη ἡ γραμμή. καὶ τῆς ἐπιφανείας δὲ τὰ μέρη κοινῷ ὅρῳ συνάπτεται τῇ γραμμῇ. ὥστε καὶ ἡ ἐπιφάνεια συνεχής· γραμμῇ γὰρ διαιρεῖται. εἰ δὲ ἡ γραμμὴ μῆκός ἐστιν ἀπλατές, κατὰ μῆκος διαιρουμένης τῆς ἐπιφανείας ἀδιαστάτως ἕξουσι τὰ μέρη κατὰ πλάτος,2 ἐπεὶ μηδὲ ἔχει ἡ γραμμὴ τὴν κατὰ πλάτος διάστασιν. δυνάμει δὲ κἀνταῦθα τὴν γραμμὴν ληπτέον, καὶ οὐκ ἐνεργείᾳ.

“然而线是连续的;因为可以取得一个共同的界限,其各部分在其处结合,即点,对于面而言则是线。” 线是连续的,这是理所当然的;因为它的各个部分相互结合,把点作为共同的界限;而点是无部分的且无延展的;因此理所当然,它的各部分也是连续地且无延展间隙地结合在一起;因为线在点处被划分,而它的各部分也恰恰在其处结合。但应当在潜能上而非现实上取得点即划分;因为如果你在现实上取得它,整条线就将不是连续的了。而面的各部分也是通过共同的界限即线结合在一起的。因此面也是连续的;因为它是被线划分的。如果线是没有宽度的长度,那么当面沿着长度被划分时,各部分在宽度上将是没有间隔的状态,因为线甚至根本不具有宽度上的延展。在这里同样应当在潜能上取得线,而不是在现实上。

§3.4

"Τὰ γὰρ τοῦ ἐπιπέδου μόρια πρός τινα κοινὸν ὅρον συνάπτει." Οἱ μὲν παλαιότεροι πᾶσαν ἁπλῶς ἐπιφάνειαν ἐπίπεδον καλοῦσιν ἓν ἀνθ’ ἑνὸς λέγοντες3 (ἀδιάφορον γὰρ αὐτοῖς ἐπιφάνειαν ἢ ἐπίπεδον λέγειν), οἱ δὲ νεώτεροι οὐ πᾶσαν ἐπιφάνειαν ἐπίπεδον καλοῦσιν, ἀλλὰ τὴν ἀποτεταμένην μόνως· γένος γὰρ ἴσασι τὴν ἐπιφάνειαν καὶ ταύτην διαιροῦσιν εἰς τε τὴν ἐπίπεδον καὶ κυλινδρικὴν καὶ σφαιρικὴν καὶ εἴ τις ἄλλη εἴη.

“因为平面的各部分在某个共同的界限处结合。” 较古的人们把一切面都径直称为“平面”,互换地使用它们(因为对他们来说,说“面”或说“平面”是没有分别的),而较新的人们并不把一切面都称为“平面”,而只把平展伸展的面称为平面;因为他们知道面是一个属,并将它划分为平面、圆柱面、球面以及如果有任何其他的面。

§3.5

"Ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ σώματος ἔχοις ἂν λαβεῖν κοινὸν ὅρον, γραμμὴν ἢ ἐπιφάνειαν, πρὸς ὃν τὰ τοῦ σώματος μόρια συνάπτει." Συνάπτει γὰρ τὰ μέρη τοῦ σώματος πρὸς κοινὸν ὅρον, τὴν ἐπιφάνειαν, διὰ ταύτην δὲ καὶ πρὸς τὴν γραμμήν· τῆς γὰρ ἐπιφανείας κατὰ βάθος διαιρούσης τὰ σώματα, αὐτῆς δὲ παντελῶς ἀδιαστάτου οὔσης κατὰ βάθος, ἀδιαστάτως ἐξ ἀνάγκης καὶ τὰ μέρη τοῦ σώματος συνάπτουσι πρὸς ἄλληλα κατὰ τὴν ἐπιφάνειαν. κἀνταῦθα δὲ δυνάμει πάλιν τὴν διαίρεσιν ἤτοι τὴν ἐπιφάνειαν λαμβάνομεν. διὰ δὲ τὴν ἐπιφάνειαν καὶ πρὸς γραμμὴν συνάπτουσι τὰ τοῦ σώματος μέρη· ἐπειδὴ γάρ, ὡς εἴπομεν, ῥυεῖσα ἡ γραμμὴ ποιεῖ τὴν ἐπιφάνειαν, τὸν διαιροῦντα τὸ σῶμα κατὰ ἐπιφάνειαν δεῖ ἄρξασθαι4 ἀπὸ γραμμῆς καὶ ταύτην οἱονεὶ ἐπισύροντα ποιεῖν ἐπιφάνειαν καὶ δι’ αὐτῆς τέμνειν τὸ ὑποκείμενον. ὥστε ἐπειδὴ καθ’ ὅλην ἑαυτὴν ἡ ἐπιφάνεια τέμνει τὸ σῶμα, ἀνάγκη καὶ κατὰ τὸ πέρας αὐτῆς, λέγω δὴ τὴν γραμμήν, συνάπτειν τὰ τοῦ σώματος ἄκρα.

“同样,在体的情况下,你也可以取得一个共同的界限,线或面,体的各部分在其处结合。” 因为体的各部分在共同的界限即面处结合,并且通过它也在线处结合;因为既然面沿着深度划分诸物体,但它自身在深度上完全没有延展,所以必然地,体的各部分也沿着面无间隔地相互结合。在这里,我们同样是在潜能上取得划分即面的。并且通过面,体的各部分也在线处结合;因为正如我们所说,流动的线生成面,所以沿着面划分体的人必须从线开始,如同拖曳着它一样生成面,并通过它切割底层事物。因此,既然面在自身的整体上切割体,那么必然在其极限即线上,体的两端也是结合在一起的。

语法注4 条
  1. 3.3ἕκαστον γὰρ τῶν μορίων αὐτῆς συνάπτει πρὸς ἄλληλα κοινὸν ἔχοντα ὅρον τὸ σημεῖον

    尽管语法主语 ἕκαστον 为中性单数,但分词 ἔχοντα 为中性复数主格,在意义上与复数属格补足语 τῶν μορίων 保持一致,属于构意一致(constructio ad sensum)。

  2. 3.3ἀδιαστάτως ἕξουσι τὰ μέρη κατὰ πλάτος

    自动词性质的 ἔχω 与副词 ἀδιαστάτως 结合的结构(副词 + ἔχω 相当于 形容词 + εἰμί),意为“诸部分在宽度上将处于无间隔的状态”。

  3. 3.4ἓν ἀνθ’ ἑνὸς λέγοντες

    由 ἕν 与介词短语 ἀνθ’ ἑνός (ἀντὶ ἑνός) 结合构成的惯用表达,作副词性修饰,意为“用一个代替另一个”,即“将二者视为同义互换使用”。

  4. 3.5τὸν διαιροῦντα τὸ σῶμα κατὰ ἐπιφάνειαν δεῖ ἄρξασθαι

    在非人称动词 δεῖ 所引导的宾格不定式结构中,宾格分词 τὸν διαιροῦντα 用作不定式 ἄρξασθαι、ποιεῖν 和 τέμνειν 意义上的主语;分词 ἐπισύροντα 亦与此宾格主语在性、数、格上保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:89.20-91.15