← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§88.4-89.19

分离量的种与基于位置的再划分

斐洛波诺斯解释了体由于三维延展这一本质性的量而可被列为量的种,讨论了言语和数作为分离量的特征,随后引入了关于部分是否具有位置的进一步再划分,阐明时间、言语和数具有次序而非位置,并论述了数的双重性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#4

φημὶ οὖν ὅτι, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴπομεν, καὶ ποιὸν καὶ ποσὸν ἔστιν οὐσιῶδες, ὥσπερ ἐν πυρὶ μὲν τὸ θερμὸν ποιὸν οὐσιῶδες ἐν σώματι δὲ τὸ τριχῇ διαστατὸν ποσὸν οὐσιῶδες. ὥσπερ οὖν εἴ τις τὸ ἐν πυρὶ θερμὸν ὡς ποιότητα ἁπλῶς σκοποίη καὶ μὴ ὡς πῦρ, ὑπὸ τὴν ποιότητα τοῦτο ἀνάξει, οὕτω δὴ καὶ τὸ σῶμα, καθὸ ἁπλῶς μῆκος καὶ πλάτος καὶ βάθος ἔχει, θεωροῦντες ὡς ποσοῦ τι θεωρήσομεν εἶδος καὶ οὐκ οὐσίαν. Τοῦ δὲ διωρισμένου εἴδη, ὡς εἴρηται, ὁ λόγος καὶ ὁ ἀριθμός· ὁ γὰρ λόγος καὶ ποσόν ἐστι καὶ διωρισμένον ποσόν, ποσὸν μὲν ὅτι καταμετρεῖται, φησί, συλλαβῇ βραχείᾳ καὶ μακρᾷ, διωρισμένον δὲ ὅτι ἑκάστη τῶν συλλαβῶν ἰδίαν ἔχει περιγραφὴν καὶ δυνάμεθα τὴν μίαν συλλαβὴν εἰπόντες τὴν ἑτέραν σιωπῆσαι. καὶ ὁ ἀριθμὸς δὲ τῶν διωρισμένων ἐστί· καὶ τούτου γὰρ ἑκάστη μονὰς ἰδίαν ἔχει περιγραφήν. Οὕτω μὲν οὖν τῇ διαιρέσει χρησάμενος καὶ τῇ ὑποδιαιρέσει, πάλιν ἐπιδιαιρεῖ τὸ ποσὸν κατ’ ἄλλον τινὰ τρόπον λέγων ὅτι τοῦ ποσοῦ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκε, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ἐκ θέσιν δὲ ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων ἐκεῖνα λέγεται ἃ κεῖταί που καὶ δεικτά ἐστι καὶ συνεστηκότα ὅλα ἅμα τὰ μόρια ἔχει, οἷον λίθος· καὶ γὰρ κεῖται (ἐν τοίχῳ γάρ, εἰ τύχοι) καὶ δεικτός ἐστιν (ὑποπίπτει γὰρ τῇ αἰσθήσει) καὶ πάντα ἅμα τὰ μόρια αὐτοῦ συνέστηκε. τὰ μὲν οὖν ἐκ θέσιν ἐχόντων ἐστὶ τό τε σῶμα καὶ ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ ὁ τόπος. ταῦτα γὰρ πάντα καὶ δεικτά ἐστι καὶ κεῖταί που καὶ συνεστηκότα πάντα ἔχει τὰ μόρια. ὁ μέντοι γε χρόνος καὶ ὁ λόγος οὔτε δεικτά ἐστιν (οὐδὲ γὰρ τῇ αἰσθήσει ὑποπίπτει) οὔτε δὲ ἅμα συνεστηκότα τὰ μόρια ἔχει· οὐδὲ γὰρ ὁ χρόνος ὅλος ἅμα ὑφίσταται, ἀλλ’ ἢ κατὰ μόνον τὸ νῦν (ἐν γὰρ τῷ γίνεσθαι καὶ φθείρεσθαι εὐθὺς τὸ εἶναι ἔχει), ἀλλ’ οὔτε ὁ λόγος ὅλος ἅμα ὑφίσταται· ἡ γὰρ ῥηθεῖσα συλλαβὴ οὐχ ὑπομένει τὴν ῥηθησομένην, ἀλλὰ φθάνει ἡ πρώτη φθαρεῖσα πρὶν τὴν ἑτέραν λεχθῆναι.1 ὃ οὖν οὐχ ὑπομένει, πῶς ἂν ἔχοι θέσιν τινά; ἀλλὰ μᾶλλον τάξιν τινὰ εἴποις ἂν ἔχειν ταῦτα φυσικήν· πρότερον γὰρ τὸ νῦν τοῦ μέλλοντος, οὐκέτι δὲ τὸ μέλλον τοῦ νῦν πρότερον. καὶ τοῦτό ἐστι τάξις φυσική, ὅταν μὴ ἀνακάμπτῃ, πρὸς ἡμᾶς δὲ τάξις ἐστίν, ὅταν ἀδιαφόρως ἀνακάμπτῃ, οἷον ὅταν ἀπὸ τῶν δεξιῶν ἀρξάμενοι πρῶτον εἴπωμεν τὸν δεξιόν, πάλιν δὲ εἰ βουληθείημεν ἀπὸ τῶν ἀριστερῶν ἄρξασθαι, τὸν ἀριστερὸν πρῶτον εἴπωμεν. καὶ ὁ λόγος δὲ ἔχει τὴν φυσικὴν τάξιν· ὁ γὰρ λέγων ‘Σωκράτης’ λόγος ἔχει τὴν μὲν πρώτην συλλαβὴν τὴν δὲ δευτέραν. καὶ ἐπὶ τοῦ ἀριθμοῦ δέ ἐστιν ἡ τάξις τῷ τὸ ἓν πρότερον ἀπαριθμεῖσθαι τῶν δύο.2 ἐπειδὴ δὲ ὁ ἀριθμὸς διττός, ὁ μὲν ἐν τῇ ψυχῇ ὁ ἀριθμῶν ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς (ὥσπερ καὶ ὁ ξέστης διττός, ὅ τε μετρῶν καὶ ὁ μετρούμενος), ὁ μὲν ἐν τῇ ψυχῇ ἀριθμὸς δῆλον ὅτι οὐκ ἂν εἴη ἐκ θέσιν ἐχόντων μορίων (οὐ γὰρ ἔχει τινὰ θέσιν τὰ μόρια αὐτοῦ· ἔστι γὰρ νοητός), ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς, οἷον ἐν τοῖς δέκα ἵπποις, ἐξ ἐχόντων θέσιν ἐστί· τὰ γὰρ μόρια αὐτοῦ κεῖταί που καὶ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα. διὰ τοῦτο οὕτως εἶπε θέσιν δὲ οὐ πάνυ λάβοις ἄν,3 καὶ οὐκ εἶπεν ‘οὐδαμῶς’, εἰδὼς ὅτι ὁ μέν τις τῶν ἀριθμῶν ἐξ ἐχόντων θέσιν ἐστίν, ὁ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ἀλλὰ γὰρ ἄξιον καὶ ἐπ’ αὐτῆς τῆς λέξεως ἐξετάσαι τὰ εἰρημένα.

因此我说,正如我们在前文中所说的那样,质和量都可以是本质性的,正如在火中热是本质性的质,而在物体中三维延展是本质性的量。因此,正如如果有人把火中的热单单作为质来考察,而不是作为火,他就会把它归入质之下;同样,当我们把物体单单就其具有长、宽、深而言加以考察时,我们就会将它作为量的某一个种来考察,而不是作为实体。 正如已经指出的,分离量的种是言语和数;因为言语既是量,也是分离量:他说,就其由短音节和长音节度量而言,它是量;而就每个音节具有各自的界限,并且我们能够在说出一个音节后对另一个音节保持沉默而言,它是分离量。数也属于分离量;因为数的每个单位也具有各自的界限。 在这样运用了划分与细分之后,他又以另一种方式对量进一步再划分,说量的一部分是由其中彼此具有位置的部分组成的,而另一部分则不是由具有位置的部分组成的。所谓由其中彼此具有位置的部分组成,是指那些置于某处、可被指示、并且所有部分同时共同存在的事物,例如石头;因为它是置于某处的(例如碰巧在墙中),是可被指示的(因为落入感觉之中),并且它的所有部分都同时共同存在。因此,由具有位置的部分组成的是体、面、线和空间。因为这些全都既可被指示,又置于某处,并且所有部分都共同存在。然而,时间和言语既不可被指示(因为它们不落入感觉之中),也不具有同时共同存在的部分;因为时间并非整个一同存在,而只是在现在存在(因为它恰恰在生成并随即毁灭中具有其存在),言语也并非整个一同存在;因为已经说出的音节并不等待将要说出的音节,而是第一个音节在另一个音节被说出之前就已经毁灭了。那么,不持久存在的东西怎能具有某种位置呢?相反,你宁可说它们具有某种自然的次序;因为现在先于未来,但未来不再先于现在。当它不可逆转时,这就是自然次序;而相对于我们的次序则是指可以无分别地逆转的次序,例如当我们从右侧开始而首先说出右边的事物,但如果我们愿意从左侧开始,就首先说出左边的事物。言语也具有自然次序;因为说出“苏格拉底”的言语具有第一音节和第二音节。在数的情况下,次序也存在,这是由于一先于二被数出。 但是,既然数是双重的,一种在灵魂中作为计数者,另一种在被计数的事物中(正如量器也是双重的,既有度量者也有被度量者),显然灵魂中的数不可能由具有位置的部分组成(因为它的各部分没有任何位置;因为它是理智的),而被计数事物中的数,例如在十匹马中的数,则是由具有位置的部分组成的;因为它的各部分置于某处,且彼此具有某种位置。因此他才这样说:“你也许不能完全把握到位置”,而没有说“决不能”,因为他知道数的一种是由具有位置的部分组成的,而另一种则不是由具有位置的部分组成的。不过,结合文本本身来考察上述内容也是值得的。

语法注3 条
  1. 3.1φθάνει ἡ πρώτη φθαρεῖσα πρὶν τὴν ἑτέραν λεχθῆναι

    动词 φθάνω(抢先、先于)与补足分词 φθαρεῖσα(已毁灭)构成固定句式,意为“第一个[音节]……已先行毁灭”。随后时间连词 πρίν 引导带宾格的动词不定式短语(τὴν ἑτέραν λεχθῆναι),表示“在另一个[音节]被说出之前”。

  2. 3.1τῷ τὸ ἓν πρότερον ἀπαριθμεῖσθαι τῶν δύο

    由与格定冠词 τῷ 引导不定式短语(τὸ ἓν πρότερον ἀπαριθμεῖσθαι)形成的原因构式(“由于一……被数出”)。宾格 τὸ ἕν 作不定式 ἀπαριθμεῖσθαι 的逻辑主语,比较级副词 πρότερον 支配比较属格 τῶν δύο(“比二”)。

  3. 3.1θέσιν δὲ οὐ πάνυ λάβοις ἄν

    引自亚里士多德原文(《范畴篇》5a28–29)。短语 οὐ πάνυ(“不完全”、“不甚”)表示部分或委婉否定,与带有 ἄν 的潜在希求法(第二人称单数 λάβοις)连用。斐洛波诺斯紧接着指出亚里士多德“没有说‘决不’”(οὐκ εἶπεν ‘οὐδαμῶς’),明确表明应将其理解为有限度的否定而非全盘否定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:88.4-89.19