← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§86.22-88.4

连续量的五种种与运动及时间之地位

阐明时间因运动、运动因量度、空间因所容纳的物体而具有连续性,并由此归纳连续量的五种种。随后论述运动为何未被列入连续量的种以及时间为何严格地是量,最后提出关于立体作为量之种的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#3

ὥστε ὁ χρόνος μέτρον ἐστὶ κινήσεως. ἡ δὲ κίνησις ἐν μεγέθει γίνεται· δείκνυσι γὰρ ὁ Ἀριστοτέλης μηδεμίαν κίνησιν διὰ κενοῦ δύνασθαι γίνεσθαι· εἰ γάρ τις, φησί, βούλοιτο διὰ κενοῦ τὴν κίνησιν γίνεσθαι, οὐκ ἔχει λόγον δοῦναι, τί δή ποτε τὰ σφαιροειδῆ τῶν σωμάτων θᾶττον καταφέρονται τῶν πεταλοειδῶν, κἂν ἰσόογκα ᾖ, καὶ ἄλλας πρὸς τούτῳ λέγων ἀποδείξεις.1 ὥστε τριῶν ὄντων τούτων ἐφεξῆς, μεγέθους κινήσεως χρόνου, ὡς ἂν ἔχῃ τὸ μέγεθος, οὕτως ἔχει καὶ ἡ κίνησις, καὶ ὡς ἂν ἔχῃ ἡ κίνησις, οὕτως ἔχει καὶ ὁ χρόνος· ἐὰν μὲν γὰρ συνεχὲς ᾖ τὸ μέγεθος, συνεχὴς ἔσται καὶ ἡ ἐπὶ τούτου γινομένη κίνησις, συνεχοῦς δὲ οὔσης τῆς κινήσεως συνεχὴς καὶ ὁ χρόνος. ὁμοίως καὶ εἰ διῃρημένον εἴη τὸ μέγεθος, διῃρημένη ἔσται καὶ ἡ κίνησις καὶ ὁ χρόνος· οἷον εἰ ἐπὶ ξύλου ἡ κίνησις γίνεται, εἰ μὲν διῄρηται τὰ τούτου μέρη, διῃρημένως γενήσεται καὶ ἡ κίνησις, εἰ δὲ ταῦτα συνεχῆ ἐστιν, συνεχὴς ἔσται καὶ ἡ κίνησις. εἰ οὖν συνεχὴς ἡ οὐρανία σφαῖρα, συνεχὴς καὶ ἡ ἐπὶ ταύτης γινομένη κίνησις. συνεχὴς δὲ καὶ ὁ χρόνος· οὐδὲν γὰρ ἄλλο χρόνος ἐστὶν ἀλλ’ ἢ μέτρον κινήσεως τῆς ἐν ταύτῃ γινομένης. ὥστε ὁ χρόνος οὐκ οἴκοθεν ἔχει τὸ συνεχὲς ἀλλὰ διὰ τὴν κίνησιν, ἡ δὲ κίνησις διὰ τὸ σῶμα, ἐφ’ οὗ καὶ ἡ κίνησις. ὥστε καὶ ὁ χρόνος διὰ τὸ σῶμα τὸ συνεχὲς ἔχει. Ἀλλ’ οὐδὲ ὁ τόπος οἴκοθεν ἔχει τὸ συνεχές· τόπος γάρ ἐστιν, ὡς ἤδη εἴπομεν, τὸ πέρας τοῦ περιέχοντος καθ’ ὃ περιέχει τὸ περιεχόμενον, οἷον ὁ κέραμος τόπος ἐστὶ τοῦ οἴνου, οὐ καθ’ ὅλον αὐτὸν ἀλλὰ κατὰ μόνην τὴν κοίλην αὐτοῦ ἐπιφάνειαν· ὡς ἂν οὖν ἔχῃ τὸ περιεχόμενον, οὕτως ἕξει καὶ ὁ τόπος· παντὸς οὖν σώματος συνεχοῦς ὄντος καὶ ἐξ ἀνάγκης ὄντος ἐν τόπῳ, συνεχὴς ἔσται καὶ ὁ τόπος. ὥστε καὶ ὁ τόπος διὰ τὸ ἐν αὐτῷ σῶμα ἔχει τὸ συνεχές· ᾗ μὲν γὰρ πέρας ἐστὶ τοῦ περιέχοντος, ἐπιφάνεια λέγεται οὐχὶ τόπος καὶ συνεχής ἐστιν, ᾗ δὲ περιέχει, τόπος καὶ ἐξ αὐτοῦ τοῦ περιεχομένου καθ’ ὃ τόπος ἐστὶ τὸ συνεχὲς ἔχει.2 ὅτι δὲ πᾶς τόπος συνεχής ἐστι, καὶ ἐντεῦθεν δῆλον· εἰ γὰρ διέλοις τὸν κέραμον καὶ μηδὲν ὑποθείης ἔξωθεν τοῦ οἴνου, μήτε ἀέρα μήτε ἄλλο τι σῶμα, εὑρεθήσεται τὸ μέρος ἐκεῖνο τοῦ οἴνου τὸ κατὰ τὴν διαίρεσιν ἐπιφαινόμενον μὴ ὂν ἐν τόπῳ, ὅπερ ἄτοπον· πᾶν γὰρ σῶμα ἐν τόπῳ ἀνάγκη εἶναι. ταῦτα μὲν οὖν τὰ πέντε τοῦ συνεχοῦς εἴδη. Διὰ τί δὲ τὴν κίνησιν οὐ συναριθμεῖ τοῖς εἴδεσι τοῦ συνεχοῦς; φαμὲν ὅτι ἡ κίνησις ἀόριστόν τι πρᾶγμά ἐστιν· ὁδὸς γάρ ἐστιν ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ. διὰ τοῦτο οὖν οὐκ ἐμνημόνευσεν αὐτῆς. καὶ ἔτι ὡς πρὸς εἰσαγομένους ποιούμενος τὸν λόγον· πλείονος γὰρ διδασκαλίας ὁ περὶ αὐτῆς δεῖται λόγος. ἢ μᾶλλον λεκτέον ὅτι οὐδὲ κυρίως ἐστὶ ποσὸν ἡ κίνησις· ἔστι γὰρ ἐνέργειά τις τοῦ κινουμένου· πῶς γὰρ ἄν εἴποιμι ποσὸν τὴν ἀλλοίωσιν ἢ τὴν αὔξησιν ἢ τὴν μείωσιν; ὡς οὖν οὐδὲ γένεσις ποσόν, οὐδὲ τῶν κινήσεων οὐδεμία· οὐδὲ γὰρ αὐτὴ ἡ κατὰ τόπον κίνησις ποσὸν ἀλλ’ ἐνέργειά τις, διὰ δὲ τὸ ὑποκείμενον περὶ ὃ γίνεται τὸ συνεχὲς ἔχει καὶ οὐ καθ’ αὑτήν. ὥστε, ὅπερ καὶ πρόσθεν ἔλεγον, καθόλου τὰς μεταβολὰς ὁδοὺς ἐπὶ τὰς κατηγορίας λεκτέον, οὐ κατηγορίας, ἢ ἄλλην ὑπ’ ἄλλην ἀνακτέον,3 ὡς ἐν ἐκείνοις εἴρηται. ὁ δὲ χρόνος ἀριθμὸς ὢν καὶ μέτρον κινήσεως κυρίως ἐστὶ ποσόν· ὁ γὰρ ἀριθμὸς καὶ τὸ μέτρον τοῦ ποσοῦ· ποσὸν οὖν ὁ χρόνος, εἰ καὶ τὸ συνεχὲς 〈ἑτέρωθεν〉 ἔχει. Ζητεῖται δὲ πῶς τὸ σῶμα εἰς τὰ εἴδη τοῦ ποσοῦ συγκατηρίθμησε, καίτοι τὸ σῶμα οὐσία ἐστί.

因此,时间是运动的尺度。而运动是在量度中发生的;因为亚里士多德表明,没有任何运动能够通过虚空发生;因为他说,如果有人主张运动通过虚空发生,他就无法解释究竟为什么球状物体比扁平物体下落得更快,即使它们的体积相等,并且他在此之外还陈述了其他证明。因此,既然这三者相承存在——量度、运动、时间——量度的状态如何,运动的状态也如何;而运动的状态如何,时间的状态也如何。因为如果量度是连续的,在其上发生的运动也将是连续的;而运动若是连续的,时间也是连续的。同样,如果量度被分割,运动和时间也必将被分割;例如如果运动在木料上发生,如果木料的各部分被分割开,运动也将以被分割的方式发生;但如果这些部分是连续的,运动也将是连续的。因此,如果天球是连续的,在其上发生的运动也是连续的。时间也是连续的;因为时间不是别的,正是发生在此[天球]中的运动的尺度。所以时间并非从自身内部具有连续性,而是由于运动才具有,而运动则是由于在其上发生运动的物体才具有。因此时间也是由于物体才具有连续性。 但是,空间也并非从自身内部具有连续性;因为正如我们已经说过的,空间是包容者在其包容被包容者的范围内的界限,例如陶罐是葡萄酒的空间,并非依照其整体,而是仅仅依照其凹陷的表面。因此,被包容者的状态如何,空间的状态也将如何。既然一切物体都是连续的且必然处于空间之中,空间也将是连续的。所以空间也是由于处于其中的物体才具有连续性;因为就它是包容者的界限而言,它被称为表面而非空间,且是连续的;但就其包容而言,它是空间,并且在其作为空间的范围内,正是从被包容者自身获得连续性。而一切空间都是连续的,从以下事实也显而易见:因为如果你把陶罐切开,并且在葡萄酒外侧不假设任何东西,既无空气也无任何其他物体,那么沿切口显露出来的葡萄酒的那一部分将被发现不处于空间之中,这是荒谬的;因为一切物体都必然处于空间之中。那么,以上就是连续量的五种种。 可是,他为什么不把运动同连续量的各种一同列入呢?我们说,运动是某种不定之物;因为它是从潜在到达现实的途径。因此他没有提及它;而且还因为他是面向初学者立论的;因为关于运动的论述需要更多的讲授。或者更确切地说,应当指出运动根本不严格地是量;因为它是被运动者的某种现实;因为我怎能把质变、增长或减小称为量呢?因此,正如生成不是量,诸运动中的任何一种也不是量;因为空间位移本身也不是量,而是某种现实,它由于其发生所关涉的基底才具有连续性,而不是由其自身具有。所以正如我之前也说过的,总的说来应当把变化称为通向诸范畴的途径,而非范畴;或者应当如在那些地方所指出的那样,把一种变化归入一种范畴之下,把另一种归入另一种之下。而时间既然是运动的数和尺度,严格地说是量;因为数和尺度属于量。因此时间是量,即使它从别处获得连续性。 然而令人探讨的是,尽管体是实体,他究竟是如何把体同量的诸种一同列入的。

语法注3 条
  1. 3.1καὶ ἄλλας πρὸς τούτῳ λέγων ἀποδείξεις

    阳性主格分词 λέγων 与主语(亚里士多德)一致,但在主句 οὐκ ἔχει λόγον δοῦναι 之后松散地作为伴随情况或补充说明出现,意为“(在陈述该理由之余)陈述了其他证明”。

  2. 3.1ᾗ μὲν γὰρ πέρας ἐστὶ τοῦ περιέχοντος, ἐπιφάνεια λέγεται οὐχὶ τόπος καὶ συνεχής ἐστιν, ᾗ δὲ περιέχει, τόπος καὶ ἐξ αὐτοῦ τοῦ περιεχομένου καθ’ ὃ τόπος ἐστὶ τὸ συνεχὲς ἔχει

    由对举的关系副词从句 ᾗ μέν ... ᾗ δέ ...(“就其……而言……,就其……而言……”)构成的并列对比结构。后一分句在 τόπος 后承前省略了动词 λέγεται,而 καθ’ ὃ τόπος ἐστὶ 则作为条件限制从句修饰 ἔχει 的宾语及原因结构。

  3. 3.1ἢ ἄλλην ὑπ’ ἄλλην ἀνακτέον

    由动形容词 ἀνακτέον(源自 ἀνάγω)构成的无人称必然结构,意为“必须归入/还原”。宾语 ἄλλην 分配性地指代变化(μεταβολάς),与介词短语 ὑπ’ ἄλλην 形成呼应(“把一种[变化]归入另一种[范畴]之下”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:86.22-88.4