- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:84.33-86.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞劳论述了通过分析削减维度的过程(由体至面、线,最终至无维度的点)以及通过综合重建的过程(点流动生成线、面、体),并解释了线、面、体是凭自身而连续的,而空间和时间作为运动的尺度,其连续性则源自外在原因。
ταύτης οὖν κατά τε μῆκος καὶ πλάτος θεωρουμένης ἐκεῖνο μίαν τὴν κατὰ τὸ μῆκος μόνον ἕξει διάστασιν. τοῦτο δέ ἐστιν ἡ γραμμὴ μῆκος οὖσα ἀπλατές, ὡς καὶ ὁ ταύτης ἔχει ὁρισμός. ἐπειδὴ δέ που καὶ ἡ γραμμὴ πεπερασμένη ἐστίν, ἀνάγκη τῷ αὐτῷ λόγῳ καὶ τὸ ταύτης πέρας μιᾷ διαστάσει αὐτῆς λείπεσθαι. ταύτης οὖν κατὰ μῆκος μόνον θεωρουμένης τὸ πέρας ταύτης ἀδιάστατον ἔσται παντελῶς, ὅπερ ἐστὶ τὸ σημεῖον. διόπερ καὶ ὁριζόμενος αὐτὸ ὁ γεωμέτρης φησὶ ‘σημεῖόν ἐστιν οὗ μέρος οὐδέν’. Ὅτι δὲ οὐκ ἀνάπλασμα τῆς ἡμετέρας τυγχάνει διανοίας τὸ εἶναί τι μῆκος ἀπλατές,1 ἀλλ’ ἔστι τοῦτο καὶ ἐν τῇ φύσει τῶν πραγμάτων, δεικνύουσι σαφῶς καὶ οἱ διορισμοὶ τῶν πεφωτισμένων τόπων ἀπὸ τῶν ἐσκιασμένων· τοῦ γὰρ ἡλίου εἰς τοῖχον, εἰ τύχοι, προσβάλλοντος καὶ μέρος τούτου φέρε φωτίζοντος, ἀνάγκη τὸ διορίζον μεταξὺ τοῦ πεφωτισμένου καὶ τοῦ ἐσκιασμένου τόπου μῆκος εἶναι ἀπλατὲς μόνον· εἰ γὰρ ἔχει πλάτος, ἢ πεφωτισμένον ἐστὶ τοῦτο πάντως ἢ ἐσκιασμένον· οὐ γὰρ ἔστι τούτων μεταξύ τι. ἀλλ’ εἰ μὲν εἴη πεφωτισμένον, τῷ πεφωτισμένῳ συνταγήσεται, εἰ δὲ ἐσκιασμένον, τῷ ἐσκιασμένῳ. ἀλλὰ μὴν ἐναργῶς ὁρᾶται μεταξὺ γραμμή, ἥτις κατὰ μῆκος ἐπιτεταμένη μόνον διορίζει τὸ ἐσκιασμένον ἀπὸ τοῦ πεφωτισμένου· εἰ γὰρ διώρισται ταῦτα ἀλλήλων, ἀνάγκη εἶναί τι παρ’ αὐτά, τὸ διορίζον αὐτά, ὅπερ οὔτε πεφωτισμένον ὑπάρχον οὔτ’ ἐσκιασμένον οὐδὲ πλάτος ἕξει· πλάτος γὰρ ἔχον ἢ πεφωτίσθαι ἢ ἐσκιάσθαι ἀνάγκη. οὐδέτερον δέ ἐστι τούτων, διορισμὸς ὂν ἑκατέρου. ὥστε ἀνάγκη πᾶσα τὸν διορισμὸν τοῦ πεφωτισμένου τε καὶ ἐσκιασμένου τόπου μῆκος εἶναι μόνον ἀπλατές, ἥτις ἐστὶ γραμμή. καὶ ἡ κοινὴ δὲ συνήθεια φυσικῶς ἔννοιαν ἴσχει τῆς γραμμῆς, ὁπηνίκα τὰς ὁδοὺς μετρῶμεν (μόνον γὰρ τὸ μῆκος λαμβάνομεν ἄνευ πλάτους), πάλιν δὲ αὖ τῆς ἐπιφανείας ἔννοιαν, ὅταν τὰ χωρία μετρῶμεν· τὸ μῆκος γὰρ αὐτῶν καὶ τὸ πλάτος μόνον προσλογιζόμεθα. ὅταν δὲ τὰ φρέατα μετρῶμεν καὶ τοὺς τοίχους καὶ τὰ ξύλα, τοῦ σώματος λαμβάνομεν ἔννοιαν μετὰ τοῦ μήκους καὶ τοῦ πλάτους καὶ τὸ βάθος παραλαμβάνοντες. πάλιν οὖν εἰ ἡ γραμμὴ οὐκ ἔστιν ἄπειρος ἀλλὰ πεπέρασται, ἀνάγκη πᾶσα καὶ τὸ ταύτης πέρας μιᾷ διαστάσει αὐτῆς λείπεσθαι· ἐπεὶ οὖν ἐφ’ ἓν διαστατὸν ἡ γραμμή, τὸ ταύτης πέρας ἀδιάστατόν ἐστιν, ὅπερ ἐστὶ τὸ σημεῖον. διὸ καὶ οὕτως αὐτὸ ὁρίζονται ‘οὗ μέρος οὐδέν’. καὶ οὕτω μὲν κατὰ ἀνάλυσιν ἐδείξαμεν ἐφεξῆς ταῦτα ἀλλήλοις κείμενα. καὶ κατὰ σύνθεσιν δὲ τὸ αὐτὸ τοῦτο δείξομεν πάλιν· τὸ γὰρ σημεῖον ῥυϊσκόμενον ποιεῖ τὴν γραμμήν· ἀρχὴ γάρ ἐστι τῆς γραμμῆς, ὥσπερ τὸ νῦν τοῦ χρόνου καὶ τὸ κίνημα2 τῆς κινήσεως. διὸ καλῶς φησιν ὁ Ἀριστοτέλης ἀναλογεῖν ταῦτα ἀλλήλοις, τό τε σημεῖον καὶ τὸ νῦν καὶ τὸ κίνημα· ὃν γὰρ λόγον ἔχει τὸ σημεῖον πρὸς τὴν γραμμὴν ἀρχὴ ὂν γραμμῆς ἀδιάστατος, τὸν αὐτὸν λόγον ἔχει καὶ τὸ νῦν πρὸς τὸν χρόνον καὶ τὸ κίνημα πρὸς τὴν κίνησιν ἀρχαὶ ὄντα τῶν μετ’ αὐτὰ ἀδιάστατοι. ἡ δὲ γραμμὴ εἰς πλάτος κινηθεῖσα ποιεῖ τὴν ἐπιφάνειαν, αὕτη δὲ εἰς βάθος κινουμένη ποιεῖ τὸ σῶμα. καὶ ταῦτα μὲν περὶ τοῦ γνωρίζειν ἡμᾶς τί ποτέ ἐστι γραμμὴ καὶ ἐπιφάνεια καὶ σῶμα. Ὅτι δὲ ταῦτα συνεχῆ, δῆλον· συμπέφυκε γὰρ τὰ μόρια αὐτῶν καὶ ἥνωται πρὸς ἄλληλα. ὁ δὲ τόπος καὶ ὁ χρόνος οὐκ οἴκοθεν ἔχει τὸ συνεχές, διὸ καὶ ὁ Ἀριστοτέλης ἀπαριθμησάμενος τὰ πρότερα τρία, τὴν γραμμὴν τὴν ἐπιφάνειαν τὸ σῶμα, ὡς ἀπὸ ἑτέρας ἀρχῆς ἐπήγαγεν3 ἔτι δὲ παρὰ ταῦτα χρόνος καὶ τόπος, ὡς ἐκείνων μὲν οἴκοθεν ἐχόντων τὴν συνέχειαν, τούτων δὲ οὐκ οἴκοθεν ἀλλ’ ἐξ ἑτέρων αἰτιῶν· ὁ γὰρ χρόνος οὐδὲν ἕτερόν ἐστιν ἢ μέτρον κινήσεως· ἡμέραν γάρ φαμεν εἶναι τὴν ἀπὸ ἀνατολῶν ἐπὶ ἀνατολὰς πάλιν τοῦ ἡλίου ἀποκατάστασιν, καὶ μῆνα πάλιν ὅταν ἡ σελήνη εἰς τὸ αὐτὸ σημεῖον ἐπανέλθῃ ὅθεν καὶ ἤρξατο, μᾶλλον δὲ ἀποστᾶσα τοῦ ἡλίου πάλιν εἰς ταὐτὸν αὐτῷ κατὰ μῆκος συνέλθῃ σημεῖον, καὶ ἐνιαυτὸν ὁμοίως τὴν ἐπὶ τοῦ ζωδιακοῦ κύκλου τοῦ ἡλίου περίοδον.
因此,在面依照长度和宽度而被考察的同时,它的那一界限将只具有依照长度的一个维度。而这正是线,即无宽度的长度,正如对它的定义所表述的那样。既然想必线也是有限的,按照同样的道理,它的界限也必然在维度上比线本身缺少一个。因此,在它〔线〕仅依照长度被考察的同时,它的界限将是完全无维度的,这正是点。因此几何学家在定义它时也说:“点是没有部分的东西”。 而存在着某种无宽度的长度并不是我们理智的捏造,而是确实也存在于事物的本性之中,被照亮的区域与背阴的区域的分界也清楚地表明了这一点。因为假定太阳照射在墙上,并假定照亮了它的一部分,那么在被照亮的区域与背阴的区域之间进行界定的东西,必然仅仅是无宽度的长度。因为如果它具有宽度,这宽度必然要么是被照亮的,要么是背阴的;因为在这些之间没有任何中间之物。但是,如果它是被照亮的,它将被归入被照亮者之中;如果它是背阴的,则将被归入背阴者之中。然而事实上,在两者之间清晰可见一条线,它仅仅在长度上延伸着,将背阴者与被照亮者区分开来。因为如果这些区域彼此区分开来,必然在它们之外存在着某种界定它们的东西,而它既不是被照亮的也不是背阴的,因而也不会具有宽度;因为凡具有宽度的东西必然要么被照亮要么背阴。但它两者都不是,因为它是两者的界线。所以,被照亮与背阴区域的界线完全必然仅仅是无宽度的长度,这也就是线。并且,当我们测量道路时,日常习惯也自然地持有线的概念(因为我们只取长度而不取宽度);当我们测量田地时,又持有面的概念,因为我们只计算它们的长度和宽度;而当我们测量水井、墙壁和木料时,我们在长度和宽度之外一并考量深度,从而获得体的概念。 因此再次可知,如果线不是无限的而是有限的,它的界限也完全必然在维度上比线本身缺少一个。既然线是单向延展的,它的界限就是无维度的,这正是点。因此他们也这样定义它:“没有部分的东西”。就这样,我们通过分析表明了这些东西依次相承。并且通过综合,我们也将再次表明这完全相同的事情:因为点通过流动生成了线;因为它是线的始基,正如“当下”是时间的始基、“瞬间动变”是运动的始基一样。因此亚里士多德极好地说,这些东西彼此具有类比关系:点、“当下”与瞬间动变。因为点作为线之无维度的始基对线所具有的关系,正是“当下”对时间以及瞬间动变对运动所具有的关系,它们是紧随其后的事物之无维度的始基。而线向宽度运动生成了面,面进而向深度运动生成了体。这些〔论述〕关乎我们认识线、面、体究竟是什么。 而这些东西是连续的,这是显而易见的;因为它们的部分彼此长合在一起并统一在一起。但空间和时间并不是从自身内部具有连续性,因此亚里士多德在列举了前三者——线、面、体——之后,犹如从另一个起点开始那样接着说道:“此外除了这些,还有时间和空间”,这是因为前者从自身内部具有连续性,而后者并非从自身内部而是由于其他原因而具有连续性。因为时间不是别的,正是运动的尺度;因为我们说一天是太阳从日出再次到日出的回归,而一个月则是月亮再次返回到它所出发的同一点,或者更确切地说,是在远离太阳之后再次与它在经度上相会于同一点,同样一年是太阳沿黄道圈的周转。
- 3.1τὸ εἶναί τι μῆκος ἀπλατές
带冠词不定式短语 τὸ εἶναι... 作为动词 τυγχάνει 的主语,并带有名词谓语补足语 ἀνάπλασμα(“捏造”)。不定式 εἶναι 的主语为宾格 τι μῆκος ἀπλατές,意为“存在着某种无宽度的长度”。
- 3.1κίνημα
此处的 κίνημα 并非指持续的“运动”(κίνησις),而是作为点相对于线、“当下”(νῦν)相对于时间的对应项,指无时间延展、无维度的“动变端点”或“瞬间动变”。
- 3.1ὡς ἀπὸ ἑτέρας ἀρχῆς ἐπήγαγεν
小词 ὡς 修饰介词短语 ἀπὸ ἑτέρας ἀρχῆς,表示注解者对亚里士多德行文过渡方式的刻画(“犹如从另一个起点开始那样”)。
