- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:83.6-84.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯从逻辑和自然学角度解释了在《范畴篇》中为何数量紧随实体之后被讨论,将数量划分为连续与离散两种,并从几何学基础出发论证了作为物体之界限的面。
" Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον τὸ δὲ συνεχές." Τίνος μὲν ἕνεκα ἡ οὐσία πασῶν τῶν κατηγοριῶν προτέτακται, ἤδη φθάσαντες ἀποδεδώκαμεν, δευτέραν δὲ ἔχει τάξιν ἐν ταῖς κατηγορίαις τὸ ποσὸν δι’ αἰτίας πλείους, καὶ πρῶτον μέν, ὅτι ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ ἐμνήσθη τοῦ ποσοῦ, ἔνθα ἔλεγεν οὐκ ἴδιον τῆς οὐσίας εἶναι τὸ μηδὲν ἐναντίον εἶναι αὐτῇ, ἐπειδὴ καὶ τοῦ ποσοῦ1 (ἵνα οὖν μὴ ἐπὶ πολὺ ἐάσῃ ἡμᾶς ἀγνοοῦντας τὴν τοῦ ποσοῦ φύσιν, ἐπίτηδες εὐθὺς μετὰ τὴν οὐσίαν τὸν περὶ τούτου λόγον ποιεῖται), δεύτερον δέ, ὅτι καὶ ἐν τῇ φύσει τῶν πραγμάτων δευτέραν ἔχει τάξιν τὸ ποσόν· ἡ γὰρ πρώτη ὕλη, ὡς πολλάκις εἴρηται, ἀσώματος οὖσα καὶ ἀνείδεος καὶ ἀσχημάτιστος πρότερον ἐξογκωθεῖσα τὰς τρεῖς διαστάσεις δέχεται καὶ γίνεται τριχῇ διαστατόν, ὅ φησιν ὁ Ἀριστοτέλης δεύτερον ὑποκείμενον, εἶθ’ οὕτως δέχεται τὰς ποιότητας καὶ ποιεῖ τὰ στοιχεῖα, ὥστε τρίτην τὸ ποιὸν ἐν τοῖς οὖσιν ἔχει τάξιν, τετάρτην δὲ τὰ πρός τι· τὰ γὰρ πρός τι σχέσις τίς ἐστιν ἑτέρων κατηγοριῶν, ὁ δὲ τόπος καὶ ὁ χρόνος καὶ τὰ λοιπὰ ἀπὸ τούτων σεσύληται. τρίτη δὲ αἰτία, ὅτι ἐπειδὴ διῃρεῖτο ἡ οὐσία εἰς τὴν πρώτην καὶ δευτέραν, τὸ δὲ πρῶτον καὶ δεύτερόν ἐστι τοῦ ἀριθμοῦ, ὁ δὲ ἀριθμὸς τοῦ ποσοῦ, εἰκότως μετὰ τὴν οὐσίαν τέτακται τὸ ποσόν. καὶ ἄλλως αὐτὸ τὸ ζητεῖν ποτέραν δεῖ τῶν κατηγοριῶν προτέραν τετάχθαι ἢ δευτέραν τοῦ ποσοῦ ἐστι. πάλιν ὁ τοῦ σώματος ὅρος τῷ ἀριθμῷ προσκέχρηται (τῷ γὰρ τριχῇ διαστατῷ), τὸ δὲ σῶμα οὐσία ἐστίν, ὁ δὲ ἀριθμὸς τοῦ ποσοῦ. ὥστε διὰ πάντα εἰκότως δεύτερον τὸν περὶ τοῦ ποσοῦ λόγον ποιεῖται ὁ Ἀριστοτέλης. Διαιρεῖ δὲ τὸ ποσὸν εἰς τὸ συνεχὲς καὶ τὸ διωρισμένον. συνεχὲς δέ ἐστι ποσὸν τὸ ἔχον τὰ μόρια ἡνωμένα καὶ συμπεφυκότα πρὸς ἄλληλα, διωρισμένον δὲ τὸ ἐναντίως ἔχον, λέγω δὴ τὸ ἔχον τὰ μόρια διῃρημένα ἀλλήλων. τοῦ δὲ συνεχοῦς πέντε φησὶν εἴδη, γραμμὴν ἐπιφάνειαν σῶμα τόπον χρόνον, τοῦ δὲ διωρισμένου δύο, ἀριθμὸν καὶ λόγον. δεῖ δὲ διὰ τοὺς ἀμυήτους γεωμετρίας εἰπεῖν περὶ τούτων βραχέα. ἰστέον τοίνυν ὅτι σῶμα καλοῦσιν οἱ γεωμέτραι τὸ ἔχον τὰς τρεῖς διαστάσεις, μῆκος πλάτος βάθος. τὸ δὲ σῶμα ἢ πεπερασμένον ἐστὶν ἢ ἄπειρον. ἀλλ’ ὅτι μὲν οὐκ ἄπειρον, δέδεικται ἐν τῇ Φυσικῇ ἀκροάσει τῷ φιλοσόφῳ. οὐκοῦν ἀνάγκη πᾶν σῶμα πεπερασμένον εἶναι, εἴπερ ἐδείχθη μηδὲν ἄπειρον εἶναι δύνασθαι. τὸ δὲ πεπερασμένον ὑπὸ περάτων περατοῦται· ἕτερον ἄρα ἐστὶ τὸ πέρας παρὰ τὸ περατούμενον, ἐπεὶ ἀνάγκη ἢ ἀμφότερα πέρατα καλεῖν ἢ ἀμφότερα περατούμενα· εἰ γὰρ τὸ μέν ἐστι πέρας τὸ δὲ περατούμενον, ταὐτὸν δὲ τὸ πέρας τῷ περατουμένῳ καὶ οὐχ ἕτερον, ἀνάγκη τὸ εἰρημένον ἀκολουθεῖν· ὡς γὰρ ὁ Σωκράτης καὶ ἡ τούτου εἰκὼν ἕτερα ὄντα οὐ ταὐτά ἐστιν (εἰ γὰρ ταὐτὰ εἶεν, ἢ ἀμφότερα ἔσονται εἰκόνες Σωκράτους ἢ ἀμφότερα Σωκράτης), οὕτως καὶ ἐπὶ τοῦ πέρατος ἔχει καὶ τοῦ περατουμένου· ἐπειδὴ ἕτερα ταῦτα εἶναι ὡμολόγηται (ἕτερον γάρ ἐστι τὸ περατοῦν καὶ ἕτερον τὸ περατούμενον), ἀνάγκη μὴ εἶναι ταὐτά. εἰ τοίνυν τὸ σῶμα ἔχει τρεῖς διαστάσεις, τὸ τούτου ἄρα πέρας οὐχ ἕξει τρεῖς· ἢ οὖν δύο ἢ μίαν. ἀλλὰ μίαν μὲν ἀδύνατον· οὐ γὰρ περατώσει καθόλου αὐτὸ τὸ σῶμα. δεῖ δὲ τὸ πέρας ὅλον ἀποτερματίζειν ἔξωθεν τὸ περατούμενον· δεῖ ἄρα τὸ τοῦ σώματος πέρας ἔξωθεν ὅλον αὐτὸ περιέχειν, τοῦ βάθους οὐχ ἁπτόμενον. εἰ δὲ τοῦτο, μῆκος ἕξει μόνον καὶ πλάτος τὸ τοῦ σώματος πέρας· ὥστε μιᾷ ἐλλείψει τοῦ σώματος,2 ἵνα μὴ εἴη ταὐτὸν τῷ σώματι· ὅπερ ἐστὶν ἡ ἐπιφάνεια περατοῦσα τὸ σῶμα καὶ περιγράφουσα κατά τε μῆκος καὶ πλάτος. ἐπειδὴ δὲ οὐδὲ αὕτη ἄπειρος, ἀνάγκη καὶ τὸ ταύτης πέρας κατὰ τὸν εἰρημένον ἐπὶ τοῦ σώματος λόγον μιᾷ διαστάσει αὐτῆς λείπεσθαι.
“在数量中,一种是离散的,另一种是连续的。” 实体究竟为了什么缘故被置于所有范畴之前,我们在前面已经作了说明;而数量在诸范畴中占据第二位,则有若干原因。首先是因为在论实体的说法中,他提到了数量,在那里他说没有任何相反者并不是实体所特有的,因为这也属于数量(因此,为了不让我们长期对数量的本性茫然无知,他特意紧接在实体之后展开关于它的讨论)。其次,在事物的本性中数量也占据第二位;因为正如屡次言及的那样,第一质料作为无形体的、无形式的和无形状的,首先被膨胀起来而接纳了三个维度,并成为三维延展之物,亚里士多德称之为第二基质,随后才以这种方式接纳性质并产生元素,从而性质在存在者中占据第三位,而关系占据第四位(因为关系是其他范畴的某种关系,而空间、时间及其余范畴则是从这些之中派生出来的)。第三点原因在于,既然实体被划分为第一实体和第二实体,而“第一”与“第二”属于数目,数目属于数量,那么数量理所当然地被排在实体之后。此外,探讨究竟应当将哪一个范畴排在第一或第二,这件事本身就属于数量。再者,物体的定义利用了数目(即通过“三维延展之物”),而物体是实体,数目则属于数量。因此,基于所有这些缘故,亚里士多德理所当然地把关于数量的讨论放在第二位。 他把数量划分为连续的和离散的。连续的数量是指其各部分彼此统一且长合在一起的数量,离散的数量则是处于相反状况的数量,即我说的是其各部分彼此分离的数量。他说连续的数量有五种:线、面、体、空间、时间;离散的数量有两种:数目和话语。但为了那些未受几何学启蒙的人,有必要对这些简要谈谈。于是必须知道,几何学家把具有长度、宽度和深度这三个维度的东西称为体。而体要么是有限的,要么是无限的。但它不是无限的,哲学家已在《物理学》中对此作了证明。既然已证明没有任何东西能够是无限的,那么一切体必然是有限的。而有限之物是被界限所限定的;因此界限不同于被限定者,因为必然要么将两者都称为界限,要么将两者都称为被限定者;因为如果一者是界限而另一者是被限定者,但界限与被限定者同一而非相异,上述结论必然随之而来。正如苏格拉底与他的画像作为不同的事物并不是同一的(因为如果它们是同一的,要么两者都将是苏格拉底的画像,要么两者都将是苏格拉底),界限与被限定者的情况也是如此;既然已经承认它们是不同的(因为限定者是一回事,被限定者是另一回事),它们必然不是同一的。因此,如果体具有三个维度,那么它的界限将不具有三个维度;所以要么是两个,要么是一个。但一个是不可行的,因为这样它根本不能作为整体限定体本身。而界限必须从外部界定整个被限定者;因此体的界限必须从外部整体包围它,而不触及深度。如果这样的话,体的界限将只具有长度和宽度;从而为了不与体同一,它将比体缺少一个维度;这正是限定体并在长度与宽度上勾勒其轮廓的面。既然面本身也不是无限的,按照关于体所说的道理,面的界限也必然在维度上比面本身缺少一个。
- 3.1ἐπειδὴ καὶ τοῦ ποσοῦ
此句承接前文的 οὐκ ἴδιον τῆς οὐσίας εἶναι τὸ μηδὲν ἐναντίον εἶναι αὐτῇ(没有任何相反者并非实体所特有),省略了谓语部分:ἐπειδὴ καὶ τοῦ ποσοῦ [ἐστι τὸ μηδὲν ἐναντίον εἶναι αὐτῷ](因为没有任何相反者也属于数量)。属格 τοῦ ποσοῦ 表示领属或归属。
- 3.1ὥστε μιᾷ ἐλλείψει τοῦ σώματος
ἐλλείψει 是动词 ἐλλείπω 的将来时第三人称单数形式,其隐含主语是 τὸ τοῦ σώματος πέρας(体的界限)。μιᾷ 是表示差异程度的与格,补充理解 διαστάσει(按一个维度),属格 τοῦ σώματος 则由动词 ἐλλείπω 所支配,表示分离或比较。全句解为:“因此[体的界限]将比体减少一个[维度]”。
