- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:82.5-83.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《范畴篇》第5章(4b4–4b17),菲洛波诺斯阐释了针对陈述与意见容纳真伪这一观点的第二种驳斥(异议反驳),论证了陈述自身并不经受变化、受动与运动,因而在数目上保持为一时并不容纳相反者,从而确立了这一特征唯独属于实体。
" Εἰ καί τις ταῦτα παραδέχοιτο, τὸν λόγον καὶ τὴν δόξαν δεκτικὰ τῶν ἐναντίων εἶναι." Καὶ οὕτω μὲν διὰ τῆς ἀντιπαραστήσεως. διὰ δὲ τῆς ἐνστάσεως οὕτως ἐπιλύεται τὴν ἀπορίαν·
“即便有人承认这些,即陈述与意见能容纳相反者。” 这就是通过让步反驳所作的解决。另一方面,通过异议反驳,他如此解决这一疑难:
"Οὐκ ἔστι δὲ ἀληθὲς τοῦτο." Τοῦτ’ ἔστιν οὐκ ἀληθές ἐστι τὸ λέγειν τὸν λόγον ἢ τὴν δόξαν δέχεσθαι τὰ ἐναντία· ἁπλῶς γὰρ οὐδὲν ὑπ’ οὐδενὸς οὔτε ὁ λόγος κινεῖται οὔτε ἡ δόξα.1 ὥστε οὐκ ἂν εἴη δεκτικὰ τῶν ἐναντίων· ἡ μὲν γὰρ οὐσία ἐν τῷ δέχεσθαι τὰ ἐναντία τὴν κατὰ τὸ ποιὸν κινεῖται κίνησιν, ταῦτα δὲ οὐδέτερον ὑφ’ ἑτέρου κινεῖται· οὔτε γὰρ ὁ λόγος αἴτιος τοῦ μεταβάλλειν τὸ πρᾶγμα καὶ εἰς τὰ ἐναντία κινηθῆναι οὔτε τὸ πρᾶγμα κινηθὲν παρακεκίνηκέ τι τοῦ λόγου· ὁ αὐτὸς γὰρ ἔμεινε λόγος ἀκίνητος· οὐδὲ γὰρ πέπονθέ τι· τὰ γὰρ δεχόμενα τὰ ἐναντία πάσχει (πάθος γάρ ἐστιν ἡ εἰς τὰ ἐναντία μεταβολή), τὰ δὲ πάσχοντα κινεῖται· τὸ πάθος γὰρ κίνησίς ἐστιν. εἰ τοίνυν ὁ προφορικὸς λόγος οὐχ ὑπομένει, ἀλλ’ ἅμα τῷ ῥηθῆναι καὶ ἔφθαρται,2 δῆλον ὅτι οὐδὲ κινεῖται (τὸ γὰρ μὴ ὂν πῶς κινηθήσεται;), εἰ μὴ κινεῖται, οὐδὲ πάσχει, εἰ μὴ πάσχει, οὐδὲ τὰ ἐναντία ἐπιδέχεται, ἀλλ’ εἰ ἄρα, τὸν αὐτὸν τῷ εἴδει λόγον φήσομεν ἐπιδέχεσθαι τὰ ἐναντία καὶ οὐ τὸν αὐτὸν τῷ ἀριθμῷ. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης ἐροῦμεν.
“但这并不是真实的。” 这就是说,声称陈述或意见接纳相反者并不是真实的;因为陈述和意见都根本不被任何事物所运动。因此,它们不可能是容纳相反者的;因为实体在接纳相反者时,是运动着性质方面的运动,而这两者中没有一个是被另一个所运动的。因为陈述既不是事物发生变化并运动到相反者之中的原因,被运动的事物也没有使陈述受到任何扰动;因为陈述保持同一且不动。因为事实上它没有遭受任何作用;因为接纳相反者的事物是受作用的(因为向相反者的变化就是一种作用),而受作用的事物是被运动的(因为作用就是一种运动)。因此,口头陈述若不持久存在,而是在被说出的同时就已经消亡,显然它也就根本不被运动(因为不存在之物怎么会被运动呢?);如果它不被运动,它也就不受作用;如果它不受作用,它也就不能接纳相反者。倒不如说,我们若要说的话,将说是形式上同一的陈述接纳相反者,而不是在数目上同一的陈述接纳相反者。同样,我们关于意见也将这么说。
"Ὥστε ἴδιον ἂν εἴη τῆς οὐσίας τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν κατὰ τὴν ἑαυτῆς μεταβολὴν τῶν ἐναντίων εἶναι δεκτικόν." Συμπεραίνει διὰ τούτων τὸν λόγον, δείξας ὅτι οὐχ εἷς καὶ ὁ αὐτὸς μένων ὁ λόγος τῶν ἐναντίων ἐστὶ δεκτικός, ὅτι μόνῃ τῇ οὐσίᾳ τοῦτο ὑπάρχει.3 καὶ καλῶς προσέθηκε κατὰ τὴν ἑαυτῆς μεταβολήν· ἐκεῖνα γὰρ οὐ κατὰ τὴν ἑαυτῶν μεταβολὴν ἐπιδέχονται τὰ ἐναντία, ὁ λόγος φημὶ καὶ ἡ δόξα, ἀλλὰ τῷ τὸ πρᾶγμα μεταβάλλεσθαι, ἡ δέ γε οὐσία αὐτὴ κατὰ τὸ ποιὸν μεταβάλλουσα δεκτικὴ τῶν ἐναντίων γεγένηται.
“因此,在数目上作为一个且同一之物,通过自身的变化而能够容纳相反者,当是实体所特有的。” 他通过这些话总结了论证,在表明陈述并不是在保持为一个且同一的同时容纳相反者之后,得出结论说这唯独属于实体。他添上“通过自身的变化”也是恰当的;因为那些事物并不是通过自身的变化来接纳相反者的——我说的是陈述和意见——而是由于事物发生变化,然而实体自身在性质方面发生变化,从而成为了容纳相反者之物。
- 2.33ἁπλῶς γὰρ οὐδὲν ὑπ’ οὐδενὸς οὔτε ὁ λόγος κινεῖται οὔτε ἡ δόξα
οὐδὲν 为副词性宾格,意为“全然不”,与相关连词 οὔτε... οὔτε 以及修饰被动动词 κινεῖται 的施动短语 ὑπ’ οὐδενός(“不被任何事物”)共同构成彻底的否定。
- 2.33ἅμα τῷ ῥηθῆναι καὶ ἔφθαρται
介词 ἅμα 与带冠词不定词(ἅμα τῷ + 不定词)后接连词 καί,构成表示即时同时性的惯用句式,意为“一经说出便已消亡”。
- 2.34Συμπεραίνει διὰ τούτων τὸν λόγον, δείξας ὅτι οὐχ εἷς καὶ ὁ αὐτὸς μένων ὁ λόγος τῶν ἐναντίων ἐστὶ δεκτικός, ὅτι μόνῃ τῇ οὐσίᾳ τοῦτο ὑπάρχει.
包含两个 ὅτι 句的复合结构:第一个 ὅτι 句(οὐχ εἷς... δεκτικός)充当分词 δείξας 的宾语(“表明……之后”),第二个 ὅτι 句(ὅτι μόνῃ... ὑπάρχει)则是主要动词 συμπεραίνει 的宾语从句,表达其得出的结论内容。
