← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§80.20-82.4

陈述与意见对真假的容纳及与实体的差异

针对亚里士多德所提出的陈述与意见是否也能容纳真与假这一对相反者的疑难,注疏者阐明了第一种解决方法(让步反驳),指出实体是通过自身变化来容纳相反者,而陈述本身保持不动,是通过外部事物的运动及与事物的契合而产生真假的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.30

" Εἰ μή τις ἐνίσταιτο τὸν λόγον καὶ τὴν δόξαν φάσκων τῶν τοιούτων εἶναι·1 ὁ γὰρ αὐτὸς λόγος ἀληθής τε καὶ ψευδὴς δοκεῖ εἶναι, οἷον εἰ ἀληθὴς εἴη ὁ λόγος, τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ὁ αὐτὸς οὗτος λόγος ψευδὴς ἔσται. "

“除非有人提出异议,声称陈述与意见也属于此类事物;因为同一陈述似乎既为真又为假,例如,若‘某人正坐着’这一陈述为真,在他站起来之后,这同一个陈述就将为假。”

§2.31

Ἀπορίαν τινὰ ἑαυτῷ ἐπάγει, ἣν εἰκὸς ἦν τινα ἀπορῆσαι, καὶ ταύτην ὡς οἷόν τε ἦν ἐπιλύεται· ἠπόρησε γὰρ ἄν τις πῶς μόνης τῆς οὐσίας φησὶ εἶναι ἴδιον τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ οὖσαν τῶν ἐναντίων εἶναι δεκτικήν· ἰδοὺ γὰρ καὶ ὁ προφορικὸς λόγος καὶ ἡ δόξα ἓν καὶ τὸ αὐτὸ μένοντα ἀληθείας καὶ ψεύδους παρὰ μέρος εἰσὶ δεκτικά· ὁ γὰρ λόγος ὁ λέγων ‘Σωκράτης κάθηται,’ εἰ μὲν τύχοι καθήμενος ὁ Σωκράτης, ἀληθεύει, ἀναστάντος δὲ πάλιν αὐτοῦ ὁ αὐτὸς οὗτος ψεύδεται. ὁμοίως δὲ καὶ ἡ δόξα ἡ περὶ καθημένου Σωκράτους, εἰ μὲν τύχοι καθήμενος, ὀρθῶς δοξάζει, ἀναστάντος δὲ αὐτοῦ ἡ αὐτὴ ψευδῶς δοξάζει. ὥστε ὁ αὐτὸς λόγος καὶ ἡ αὐτὴ δόξα ἓν καὶ ταὐτὸν μένοντα δεκτικά εἰσιν ἀληθείας καὶ ψεύδους. ἐπιλύεται οὖν τὴν ἀπορίαν διχῶς, κατά τε τὴν λεγομένην ἀντιπαράστασιν καὶ τὴν ἔνστασιν. ἀντιπαράστασις δέ ἐστι τὸ καταδέξασθαι μὲν τὴν ἀπορίαν δεῖξαι δὲ ὅτι καὶ οὕτως ἔχουσα οὐδὲν λυμαίνεται τὸ λεγόμενον, ἔνστασις δέ ἐστι τὸ μηδὲ ὅλως τὴν ἀπορίαν δέξασθαι, ἀλλὰ ἀνατρέψαι αὐτὴν ὡς οὐχ οὕτως ἔχουσαν ὡς ἠπορήθη. καὶ πρῶτον μὲν ἐπιλύεται διὰ τῆς ἀντιπαραστάσεως λέγων οὕτως· εἰ δέ τις καὶ τοῦτο παραδέχοιτο, ἀλλὰ τῷ γε τρόπῳ διαφέρει· τὰ μὲν γὰρ ἐπὶ τῶν οὐσιῶν αὐτὰ μεταβάλλοντα δεκτικὰ τῶν ἐναντίων ἐστί· ψυχρὸν γὰρ ἐκ θερμοῦ γενόμενον μετέβαλλεν (ἠλλοίωται γάρ) καὶ μέλαν ἐκ λευκοῦ καὶ σπουδαῖον ἐκ φαύλου. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἕκαστον αὐτὸ μεταβολὴν δεχόμενον τῶν ἐναντίων δεκτικόν ἐστιν. ὁ δὲ λόγος καὶ ἡ δόξα αὐτὰ μὲν ἀκίνητα πάντῃ πάντως διαμένει, τοῦ δὲ πράγματος κινουμένου τὸ ἐναντίον περὶ αὐτὰ γίνεται. εἰ δὲ καὶ συγχωρήσομεν, φησί, τὸν λόγον τῶν ἐναντίων εἶναι δεκτικόν, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν τρόπον τῇ οὐσίᾳ δέξεται τὰ ἐναντία· ἡ μὲν γὰρ οὐσία αὐτὴ κινουμένη ἐκ θερμῆς ψυχρὰ γίνεται καὶ ἐκ λευκῆς μέλαινα, καὶ ἐπὶ τῶν ἄλλων ἐναντίων ὡσαύτως· ὁ δὲ λόγος ἀκίνητος μένων τῷ τὸ πρᾶγμα κινηθῆναι τὴν ἀλήθειαν ἢ τὸ ψεῦδος ἐδέξατο·2 Σωκράτους γὰρ καθεσθέντος ὁ λόγος ὁ λέγων αὐτὸν καθῆσθαι ἀληθὴς γίνεται, ἀναστάντος δὲ ψευδής· ὥστε Σωκράτης ἐστὶν ὁ κινούμενος, ὁ δὲ λόγος ἀκίνητος μένει. καὶ εἰκότως· ἡ γὰρ ἀλήθεια καὶ τὸ ψεῦδος οὔτε ἐν τοῖς λόγοις ἐστὶ μόνοις οὔτε ἐν τοῖς πράγμασι μόνοις ἀλλ’ ἐν τῇ ἐφαρμογῇ τῶν λόγων πρὸς τὰ πράγματα· ὥσπερ γὰρ ἡ ὑπόδεσις οὔτε ἐν τῷ ποδὶ μόνῳ θεωρεῖται οὔτε ἐν τῷ ὑποδήματι, ἀλλ’ ἐν τῇ ἐφαρμογῇ τοῦ ὑποδήματος πρὸς τὸν πόδα, οὕτω καὶ ἡ ἀλήθεια ἐν τῇ ἐφαρμογῇ τῶν λόγων πρὸς τὰ πράγματα. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς δόξης ἐροῦμεν· καὶ γὰρ κἀκείνη ἀκίνητος μένουσα τοῦ πράγματος κινηθέντος ἢ ἀληθὴς ἢ ψευδὴς λέγεται. ὥστε τῷ τρόπῳ ἴδιον τῆς οὐσίας ἐστὶ τοῦτο· ἄλλῳ γὰρ τρόπῳ ἡ οὐσία τῶν ἐναντίων ἐστὶ δεκτικὴ καὶ ἄλλῳ ὁ λόγος καὶ ἡ δόξα.

他向自己提出一个疑难,这是某人很可能会提出的,并尽可能地解决了它。因为有人可能会感到困惑:他怎么会说,在数目上保持同一且为一个时能容纳相反者唯独是实体所特有的呢?因为你看,口头陈述和意见在保持为一个且同一的同时,也依次容纳真与假。因为说“苏格拉底正坐着”的陈述,若苏格拉底碰巧正坐着,它就是真实的;但他一旦又站起来,这同一个陈述就成了虚假的。同样,关于正坐着的苏格拉底的意见,若他碰巧正坐着,就构成了正确的意见;但他一旦站起来,同一意见就构成了虚假的意见。因此,同一陈述和同一意见在保持为一个且同一的同时,能容纳真与假。于是,他以两种方式解决这一疑难:既通过所谓的让步反驳,也通过异议反驳。让步反驳是承认该疑难,但表明即便如此也丝毫不损害所说之理;而异议反驳则是根本不接受该疑难,而是以事情并不如所质疑的那样为由将其推翻。首先,他通过让步反驳予以解决,这样说道:“即便有人也承认这一点,但至少在方式上有所不同。因为在实体的情形中,事物是通过自身发生变化而容纳相反者的;因为由热变冷的事物改变了(因为它已经被变质了),由白变黑、由卑劣变优秀也是如此。同样在其他事物的情形中,每个事物也是通过自身接受变化而容纳相反者的。但陈述和意见自身在一切方面都完全保持不动,而是在事物运动时,相反者才围绕它们产生。”他说,即便我们承认陈述能容纳相反者,但它也不会以与实体相同的方式接纳相反者。因为实体是通过自身被运动而由热变冷、由白变黑,在其他相反者上也是同样;但陈述保持不动,却因事物被运动而接纳了真或假。因为在苏格拉底坐下时,说他正坐着的陈述变成了真的,而在他站起来时就变成了假的;因此被运动的是苏格拉底,而陈述保持不动。这也是合情合理的;因为真与假既不仅在陈述中,也不仅在事物中,而是在陈述与事物的契合之中。因为正如穿鞋既不仅见于脚,也不仅见于鞋,而是见于鞋与脚的契合,同样,真也在于陈述与事物的契合之中。关于意见我们也将说同样的话;因为意见也是在保持不动的同时,由于事物被运动而被称作真或假。因此,在方式上这是实体所特有的;因为实体是以一种方式容纳相反者,而陈述和意见则是以另一种方式容纳相反者。

语法注2 条
  1. 2.30Εἰ μή τις ἐνίσταιτο τὸν λόγον καὶ τὴν δόξαν φάσκων τῶν τοιούτων εἶναι

    带祈愿语气(ἐνίσταιτο)的εἰ μή从句,针对前文关于该属性唯独属于实体的断言引入保留或例外条件。主句具有潜在/推测语气的谓语动词在句法上被省略。

  2. 2.31τῷ τὸ πρᾶγμα κινηθῆναι τὴν ἀλήθειαν ἢ τὸ ψεῦδος ἐδέξατο

    带与格定冠词的不定式短语 τῷ τὸ πρᾶγμα κινηθῆναι 作原因与格,修饰主动词 ἐδέξατο。宾格 τὸ πρᾶγμα 是不定式 κινηθῆναι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:80.20-82.4