- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:79.7-80.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺仔细剖析了实体“在数目上为一且同一的同时能容纳相反者”这一定义中的各项措辞(一、同一、容纳能力);针对乌鸦、火乃至天体等看似不接纳特定相反者的事例提出难难,并通过指出亚里士多德并非指容纳“一切”相反者、且该论断仅针对属与种之下的个体来予以化解。
" Μάλιστα δὲ ἴδιον τῆς οὐσίας δοκεῖ εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν." Ἓν μὲν ἀριθμῷ, ἵνα τὸ αὐτὸ φυλάττηται ὑποκείμενον, ταὐτὸν δέ, ἵνα μὴ μεταβάλλῃ καθ’ ὑπόστασιν· τὸ γὰρ χρῶμα ἀπὸ λευκοῦ μέλαν γίνεται μεταβάλλον καθ’ ὑπόστασιν (ἐν γὰρ τῷ λευκὸν εἶναι ἔχει τὴν οἰκείαν ὑπόστασιν, ὥστε μεταβάλλον εἰς μέλαν μετέβαλλε καθ’ ὑπόστασιν), ὁ δὲ Σωκράτης μένων εἷς καὶ ὁ αὐτὸς ποτὲ μὲν θερμὸς γίνεται ποτὲ δὲ ψυχρός, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. δεκτικὸν δὲ τῶν ἐναντίων, ἵνα ἐνδείξηται τὴν δύναμιν τοῦ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία· οὐ γὰρ εἶπε ‘δέχεσθαι τὰ ἐναντία’ (ἦν γὰρ ἂν ἐν τῷ αὐτῷ τὰ μαχόμενα), ἀλλὰ δεκτικόν,1 ἵνα τὴν δύναμιν, ὡς εἶπον, ἐνδείξηται. ἐπὶ δὲ τῶν ἄλλων κατηγοριῶν οὐδὲν τῶν τοιούτων φαίνεται. ἀλλ’ ἴσως ἐρεῖ τις ‘τί οὖν; καὶ ὅδε ὁ κόραξ δεκτικός ἐστι λευκότητος ἢ ὁ κύκνος μελανίας; πῶς οὖν εἶπε τῶν ἐναντίων εἶναι δεκτικόν;’ ἀλλὰ λέγομεν ὅτι εἰ μὲν εἶπε πάντων τῶν ἐναντίων δεκτικὴν εἶναι πᾶσαν οὐσίαν, εἶχεν ἂν λόγον ἡ ἀπορία καὶ ἐπὶ κόρακος καὶ ἐπὶ ἄλλων μυρίων· οὐδὲ γὰρ τὸ ψιμμύθιον μέλαν γένοιτο ἂν μένον ψιμμύθιον, οὐδὲ τὸ πῦρ μένον πῦρ ψύξεως ἢ ὑγρότητός ἐστι δεκτικόν, οὐ τὸ ὕδωρ 〈ξηρότητος〉, οὐχ ἡ γῆ κουφότητος. νῦν δὲ οὐκ εἶπε πάντων ἀλλ’ ἁπλῶς τῶν ἐναντίων, ὥστε καὶ ὁ κόραξ εἰ καὶ μὴ δέχεται λευκότητα ἢ ὁ κύκνος μελανίαν, ἀλλ’ οὖν θερμότητα καὶ ψυχρότητα δέχονται καὶ ἄλλας ἐναντίας ποιότητας. καὶ τὸ πῦρ οὖν εἰ καὶ μὴ δέχεται ψῦξιν ἢ ὑγρότητα ἤ τι τῶν ἑαυτῷ ἐναντίων, ἀλλ’ οὖν δέχεται τὴν ἐπὶ τὸ κάτω φορὰν βίᾳ, πεφυκὸς ἐπὶ τὸ ἄνω φέρεσθαι. τί δὲ ἂν εἴποιμεν περὶ ἡλίου καὶ σελήνης καὶ ἁπλῶς τῶν οὐρανίων; ἕκαστον γὰρ τούτων ἓν ὂν καὶ ταὐτὸν τῷ ἀριθμῷ ὅμως τῶν ἐναντίων οὐκ ἔστι δεκτικόν, εἰ μή τις ἐνταῦθα τὰς ἀντικειμένας λάβοι κινήσεις, διότι φέρονται μὲν σὺν τῷ παντὶ τὴν ἀπ’ ἀνατολῶν, αὐτὰ δὲ καθ’ αὑτὰ τὴν ἐναντίαν. ἔστι δὲ καὶ ἐπὶ τῶν ἑπτὰ πλανωμένων λαβεῖν καὶ τὴν ἀπὸ τῶν νοτίων ἐπὶ τὰ βόρεια καὶ πάλιν ἀπὸ τούτων ἐπὶ τὰ νότια λαβεῖν μετάβασιν καὶ ἐπὶ τὴν κατὰ τὸ ἀπόγειον αὐτῶν καὶ περίγειον ἐναντίωσιν συνόδους τε καὶ ἀποστάσεις αὐτῶν, ἐπὶ δὲ τῆς σελήνης καὶ τοὺς φωτισμοὺς αὐτῆς καὶ τὰς ἐκλείψεις, ὡς μόνην τὴν ἀπλανῆ δοκεῖν τῶν ἐναντίων ἀνεπίδεκτον εἶναι.2 ἄλλως τε φθάσαντες εἴπομεν ὅτι μόνῃ τῇ οὐσίᾳ τοῦτο ὑπάρχει, οὐ πάσῃ δέ· οὐδὲ γὰρ τοῖς εἴδεσί τε καὶ γένεσιν, ἀλλὰ τοῖς ὑπὸ ταῦτα ἀτόμοις. τὰ δὲ μοναδικὰ οὐδὲ ὅλως γένους εἰσὶν ἢ εἴδους τινὸς ἄτομα, οἷον ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ ὁ οὐρανὸς δὲ ὅλος μοναδικόν τί ἐστιν. οὐκ ἐλέγχεται οὖν ὁ Ἀριστοτέλους λόγος, κἂν τὰ οὐράνια μὴ εἴη τῶν ἐναντίων δεκτικά· ὁ γὰρ λόγος περὶ τῶν ὑπὸ τὰ γένη καὶ τὰ εἴδη ἀτόμων, οὐ περὶ πάσης οὐσίας, καὶ ὅτι μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τοῦτο, εἰ καὶ μὴ πάσῃ, κἂν μηδὲ τοῖς ἀτόμοις ἅπασιν ὑπάρχῃ.3
“而实体最特有的属性,似乎是在数目上保持同一且为一个时,能容纳相反者。” 说“数目上为一个”,是为了保持底层主体同一;说“同一”,是为了使其不在自身实存上发生变化。因为颜色在自身实存上变化而从白变成黑(因为它正是在作为白之中拥有自身的实存,以至于在变成黑时就已在自身实存上改变了),而苏格拉底保持为一个且同一的人,时而变热,时而变冷,在其他事物上也是同样。说“能容纳相反者”,是为了表明依次容纳相反者的潜能;因为他没有说“容纳相反者”(因为那样的话,相互冲突的事物就会存在于同一主体之中了),而是说“能容纳”,如我所说,是为了表明这种潜能。而在其他范畴中,未见有任何此类事情。 但也许有人会说:“那又如何呢?难道这只乌鸦能容纳白色,或者天鹅能容纳黑色吗?他究竟为何说它能容纳相反者呢?”但我们回答说,如果他说每一实体都能容纳“一切”相反者,那么无论对乌鸦还是对无数其他事物,这种疑难都是有道理的;因为铅白在保持为铅白的同时绝不可能变成黑,火在保持为火的同时也不能容纳冷或湿,水不能容纳干燥,土也不能容纳轻。但事实上他并没有说“一切”,而只是端而言之说“相反者”,因此即便乌鸦不容纳白色、天鹅不容纳黑色,它们终究会容纳热与冷以及其他相反的性质。因此火即便不容纳冷或湿或任何与自身相反的事物,然而它本性向上运动,却能受强迫而容纳向下的运动。 那么,关于太阳、月亮以及端而言之的天体,我们该说些什么呢?因为这些事物中的每一个虽在数目上为一个且同一,却依然不能容纳相反者——除非有人在这里把相反的运动算作在内,因为它们一方面随着全天被带动而作起自东方的运动,另一方面依其自身却作相反的运动。对于七颗行星,也可以看到它们从南方到北方、又从北方到南方的移行,以及依其远地点和近地点的对立、还有它们的会合与距角,对于月亮还可以看到它的受光与食,以至于似乎唯有恒星天球才不容纳相反者。此外,我们此前已经说过,这一属性唯独属于实体,但绝非属于一切实体;因为它并不属于种和属,而是属于其下的个体。但像太阳和月亮这样的独存之物,根本就不是任何属或种的个体,整个天也是某种独存之物。因此,即便天体不能容纳相反者,亚里士多德的论证也不会被驳倒;因为该论证是关于属和种之下的个体的,而不是关于一切实体的,并且这一属性即使不属于一切实体,也是唯独属于实体的,即便它并不属于一切个体。
- 2.29ἵνα ἐνδείξηται τὴν δύναμιν τοῦ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία· οὐ γὰρ εἶπε ‘δέχεσθαι τὰ ἐναντία’ (ἦν γὰρ ἂν ἐν τῷ αὐτῷ τὰ μαχόμενα), ἀλλὰ δεκτικόν
此处对比了 δέχεσθαι(现在时不定词)与 δεκτικόν(带有 -ικός 后缀的形容词)。斐洛波诺将形容词 δεκτικόν 理解为表达“依次(παρὰ μέρος)容纳相反者的潜能(δύναμις)”,而非现实的容纳。括号中的 ἦν γὰρ ἄν 是与过去/现在事实相反的虚拟句式,指出如果亚里士多德说的是“容纳”,就会导致相互冲突的属性同时共存于同一主体之中。
- 2.29ὡς μόνην τὴν ἀπλανῆ δοκεῖν τῶν ἐναντίων ἀνεπίδεκτον εἶναι
表示结果的 ὡς(相当于 ὥστε)加对格不定词结构(主词对格为 τὴν ἀπλανῆ [省略 σφαῖραν],不定词为 δοκεῖν,补足语为 ἀνεπίδεκτον εἶναι)。这一句式表达行星展现出诸多相反运动的结果,即“以至于似乎唯有恒星天球才不容纳相反者”。
- 2.29ὁ γὰρ λόγος περὶ τῶν ὑπὸ τὰ γένη καὶ τὰ εἴδη ἀτόμων, οὐ περὶ πάσης οὐσίας, καὶ ὅτι μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τοῦτο, εἰ καὶ μὴ πάσῃ, κἂν μηδὲ τοῖς ἀτόμοις ἅπασιν ὑπάρχῃ.
省略了主要系动词(如 ἐστίν)的句子。前半句 ὁ γὰρ λόγος περὶ τῶν... 限制了讨论的范围(“因为该论断是关于……之下的个体的”);后半句 καὶ ὅτι... 则引出被坚持的命题(“并且[是关于]这一属性唯独属于实体……”);句末的 κἂν μηδὲ τοῖς ἀτόμοις ἅπασιν ὑπάρχῃ 是让步从句(“即使它并不属于一切个体”)。
