← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§8.20-10.8

著作的目的与词物及概念的关系

菲洛波庞论述了导论《范畴篇》的六个预备论题中的“目的”,驳斥了将目的单独局限于语词、事物或概念的早期学说,并依循伊安布利柯将其确切界定为:通过中介的单纯概念来指称单纯事物的单纯语词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#5

ἐν μέντοι γε ταῖς Κατηγορίαις καὶ ἐν τῷ Περὶ ἑρμηνείας ἅμα τῷ σκοπῷ τὸ χρήσιμον συναναφαίνεται, ὡς ἑξῆς δείξομεν. καὶ ταῦτα μὲν περὶ τῆς Ἀριστοτελικῆς φιλοσοφίας πάσης εἰρήσθω. Εἴπωμεν δὲ καὶ περὶ τοῦ προκειμένου τῶν Κατηγοριῶν βιβλίου τίς τε ὁ σκοπὸς καὶ τὸ χρήσιμον καὶ ἡ αἰτία τῆς ἐπιγραφῆς καὶ ἡ τάξις τῆς ἀναγνώσεως καὶ εἰ γνήσιον τοῦ φιλοσόφου τὸ παρὸν βιβλίον καὶ ἡ εἰς τὰ κεφάλαια διαίρεσις· ταῦτα γάρ, ὡς εἴρηται, δεῖ προλέγειν ἑκάστης Ἀριστοτελικῆς πραγματείας. τινὲς οὖν περὶ τοῦ σκοποῦ τῶν Κατηγοριῶν διηνέχθησαν, καὶ οἱ μὲν εἰρήκασι περὶ φωνῶν μόνων εἶναι τὸν σκοπὸν οἱ δὲ περὶ πραγμάτων μόνων οἱ δὲ περὶ νοημάτων μόνων. καὶ οἱ μὲν λέγοντες περὶ φωνῶν μόνων εἶναι τὸν σκοπόν, οἷος ἐγένετο ὁ Ἀλέξανδρος, ἐκ τῶν Ἀριστοτελικῶν ῥησειδίων ἐπλανήθησαν τῶν λεγόντων “τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ συμπλοκῆς”, εἰ δὲ τὰ λεγόμενα, φασί, φωναί,1 δῆλον ὅτι περὶ φωνῶν ἐστιν αὐτῷ ὁ σκοπός. οἱ δὲ περὶ πραγμάτων μόνων οἰηθέντες εἶναι τὸν σκοπόν, οἷος ἐγένετο ὁ Εὐστάθιος, φασὶν ὅτι περὶ πραγμάτων ποιεῖται τὴν διαίρεσιν ὁ φιλόσοφος λέγων “τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου λέγεται”, εἰ δὲ τὰ ὄντα, φασί, πράγματά ἐστι, περὶ πραγμάτων ἄρα αὐτῷ ὁ σκοπός. οἱ δὲ περὶ νοημάτων μόνων νομίσαντες διαλέγεσθαι τὸν φιλόσοφον, οἷος ἐγένετο ὁ Πορφύριος, φασὶν ὅτι περὶ τῶν δέκα γενῶν ἐστιν αὐτῷ ὁ λόγος· ταῦτα δὲ ἐπὶ τοῖς πολλοῖς θεωροῦνται καί εἰσιν ὑστερογενῆ, ἅτινά ἐστιν ἐν τῇ ἡμετέρᾳ διανοίᾳ·2 περὶ νοημάτων ἄρα ἐν τούτοις τῷ Ἀριστοτέλει ὁ λόγος. ἐπλανήθη δὲ καὶ οὗτος ἐκ τῶν πρὸς τῷ τέλει λέξεων τοῦ Ἀριστοτέλους λέγοντος “ὑπὲρ μὲν οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ τὰ εἰρημένα”. γένη δὲ πανταχοῦ ὁ Ἀριστοτέλης τὰ ἐπὶ τοῖς πολλοῖς καὶ ἐννοηματικὰ λέγει. οἱ δὲ ἀκριβέστερον λέγοντες, ὧν εἷς ἐστιν ὁ Ἰάμβλιχος, φασὶν ὡς οὔτε περὶ νοημάτων μόνων ἐστὶν αὐτῷ ὁ λόγος οὔτε περὶ φωνῶν μόνων οὔτε περὶ πραγμάτων μόνων, ἀλλ’ ἔστιν ὁ σκοπὸς τῶν Κατηγοριῶν περὶ φωνῶν σημαινουσῶν πράγματα διὰ μέσων νοημάτων. ὅτι δὲ οὐ καλῶς οἱ πρότερον ὡρίσαντο, μάθοιμεν ἂν οὕτως· λεγέτωσαν γὰρ οἱ περὶ πραγμάτων μόνων αὐτὸν λέγοντες διαλαμβάνειν, ἐπειδὴ τῶν πραγμάτων τὰ μὲν ἐν ψιλῇ ἐπινοίᾳ κεῖται, ὡς ἱπποκένταυρος καὶ τραγέλαφος, τὰ δὲ ὑφεστῶτα, περὶ ποίων αὐτῷ ὁ λόγος; δῆλον ὅτι φήσουσι περὶ τῶν ὑφεστώτων. πρότερον οὖν ἔννοιαν τούτων λαβὼν οὕτως ἡμᾶς διὰ τῶν φωνῶν διδάσκει περὶ τούτων; πάντως δήπου συμφήσουσιν· ἀδύνατον γὰρ σημᾶναι τὰ πράγματα ἄλλως ἢ ὑπὸ φωνῶν διὰ μέσων νοημάτων· οὐκοῦν καὶ περὶ πάντων διαλέξεται. λεγέτωσαν δὲ καὶ οἱ περὶ φωνῶν μόνων ἢ νοημάτων μόνων λέγοντες αὐτὸν διαλαμβάνειν, ἐπειδὴ αἱ φωναὶ καὶ τὰ νοήματα τὰ μέν εἰσι σημαντικά τινων τὰ δὲ μέχρι τῆς φωνῆς καὶ τῆς ἐπινοίας τὸ εἶναι ἔχει, περὶ ποίων αὐτὸν φήσετε διαλαμβάνειν; ἐροῦσι δηλαδὴ περὶ τῶν σημαινουσῶν πράγματα· περὶ γὰρ τῶν ἀσήμων ἢ φωνῶν ἢ νοημάτων οὐδὲ εἷς λόγος τοῖς φιλοσόφοις. οὐκοῦν διαλαμβάνων περὶ φωνῶν σημαινουσῶν πράγματα καὶ αὐτῶν ἅπτεται τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων, καὶ περὶ νοημάτων ποιούμενος τὸν λόγον σημαινόντων πράγματα διαλέξεται περὶ αὐτῶν διὰ φωνῶν τῶν ἑρμηνευουσῶν τὰ νοήματα· εἰ μὲν γὰρ γυμναὶ σωμάτων ἦσαν αἱ ψυχαί, γυμνοῖς ἂν προσέβαλλον τοῖς νοήμασι· νῦν δὲ τοῖς σώμασιν ἐγκαθειργμέναι οὐκ ἄλλως ἢ διὰ τῶν φωνῶν δύνανται σημαίνειν ἀλλήλαις τὰ ἴδια νοήματα. ἐπειδὴ δὲ τῶν πραγμάτων τὰ μέν ἐστιν ἁπλᾶ τὰ δὲ σύνθετα3 (ἁπλοῦν μὲν γὰρ πρᾶγμα Σωκράτης, σύνθετον δὲ Σωκράτης περιπατῶν), ὡσαύτως καὶ τῶν νοημάτων καὶ τῶν φωνῶν τὰ μέν ἐστιν ἁπλᾶ τὰ δὲ σύνθετα (ἁπλῆ μὲν γὰρ φωνὴ Σωκράτης ἁπλῶς καὶ νόημα τὸ περὶ Σωκράτους ἁπλοῦν, σύνθετος δὲ φωνὴ ἡ λέγουσα ‘Σωκράτης τρέχει’ καὶ νόημα σύνθετον περὶ Σωκράτους τρέχοντος). πότερον περὶ τῶν ἁπλῶν ἐνταῦθα διαλαμβάνει πραγμάτων καὶ φωνῶν ἢ περὶ τῶν συνθέτων; λέγομεν ὅτι περὶ τῶν ἁπλῶν. διὸ καὶ ἀκριβῶς τὸν τῶν Κατηγοριῶν σκοπὸν ὁρίζοντές φαμεν ὅτι διαλαμβάνει ἐνταῦθα περὶ ἁπλῶν φωνῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσων ἁπλῶν νοημάτων.

然而在《范畴篇》和《解释篇》中,有用性与目的同时显现,正如我们接下来所要指出的。关于全部亚里士多德哲学,姑且就说这些。让我们也来谈论当前所讨论的《范畴篇》这一文本:其目的、有用性、题名的原因、研读的顺序、当前的文本是否为这位哲学家的真作,以及篇章的划分是什么;因为正如所说过的,这些事项在亚里士多德的每一部论著前都应当预先说明。于是,有些人关于《范畴篇》的目的产生了分歧:有些人说目的是仅仅关于语词的,另一些人说是仅仅关于事物的,还有一些人说是仅仅关于概念的。那些说目的是仅仅关于语词的人(如亚历山大便是如此),受了亚里士多德那些声称“在所言之物中,有些是依结合而言的,有些是不依结合而言的”语句的误导;因为他们说,如果所言之物是语词,显然他的目的是关于语词的。而那些认为目的是仅仅关于事物的人(如欧斯塔提奥斯便是如此),则说哲学家在声称“在存在之物中,有些是就主体而言的”时是对事物作出了划分;他们说,如果存在之物是事物,那么他的目的便是关于事物的。至于那些认为哲学家仅仅讨论概念的人(如波菲利便是如此),则说他的论述是关于十个属的;而这些属是在多数事物之上被考察的,并且是后生的,即存在于我们的智性之中的;因此亚里士多德在这些地方的论述是关于概念的。而他也同样受了亚里士多德接近结尾处的文辞的误导,亚里士多德说:“关于所提出的诸属,所说的话已经足够了”;因为亚里士多德在所有地方都把位于多数之上且属于概念之物称为“属”。而那些说法更为精确的人(伊安布利柯便是其中之一)则说,他的论述既非仅仅关于概念,亦非仅仅关于语词,亦非仅仅关于事物,而是《范畴篇》的目的是关于通过中介概念而指称事物的语词。至于以前的那些人没有做出妥善的定义这一点,我们可以这样来了解:让那些说他仅仅论述事物的人说说看,既然在事物中,有些只存在于单纯设想之中(如半人马和鹿角山羊),而另一些则是实在的,那么他的论述是关于哪一类的?显然他们会说是关于实在的事物。那么,难道不是他在首先获得了关于这些事物的概念之后,才这样通过语词向我们讲授关于它们的事情吗?他们肯定会完全同意;因为除了通过中介概念由语词来表达之外,不可能以其他方式指称事物;因此他也必然会论及所有这些方面。再让那些说他仅仅论述语词或仅仅论述概念的人也说说看,既然在语词和概念中,有些是指称某些事物的,而另一些的存在仅仅止于语词和设想,那么你们会说他是论述哪一类的呢?他们显然会说是关于指称事物的那些;因为对于无意义的语词或概念,哲学家们是根本不作任何讨论的。因此,在论述指称事物的语词时,他也通过中介概念触及到了事物本身;而在就指称事物的概念展开论述时,他也将通过解释概念的语词来讨论它们;因为如果灵魂脱离了肉体,它们就会直接面对纯粹的概念;但就目前而言,它们被闭锁在肉体中,除了通过语词之外,无法彼此表达各自的概念。既然在事物中,有些是单纯的,有些是复合的(因为“苏格拉底”是单纯的事物,而“走着的苏格拉底”则是复合的事物),同样在概念和语词中,也有些是单纯的,有些是复合的(因为单单“苏格拉底”这个语词是单纯的,关于苏格拉底的概念也是单纯的;而说“苏格拉底在跑”的语词则是复合的,关于跑着的苏格拉底的概念也是复合的):那么他在这里究竟是论述单纯的事物和语词,还是复合的事物和语词呢?我们说他是论述单纯的。因此,我们在精确定义《范畴篇》的目的时指出,他在这里论述的是通过中介的单纯概念来指称单纯事物的单纯语词。

语法注3 条
  1. 1.1εἰ δὲ τὰ λεγόμενα, φασί, φωναί

    条件句的前件中省略了系动词 ἐστί。此处为转述亚历山大等人论据的间接引语语境,主语 τὰ λεγόμενα 之后紧跟表语 φωναί,理解为“如果所言之物是语词”。

  2. 1.1ταῦτα δὲ ἐπὶ τοῖς πολλοῖς θεωροῦνται καί εἰσιν ὑστερογενῆ, ἅτινά ἐστιν ἐν τῇ ἡμετέρᾳ διανοίᾳ

    关系代词 ἅτινα 的先行词为 ταῦτα(十个属);在承接了它们“在多数事物之上被考察且是后生的”之后,该从句进一步指明它们是“存在于我们的智性之中的”。

  3. 1.1ἐπειδὴ δὲ τῶν πραγμάτων τὰ μέν ἐστιν ἁπλᾶ τὰ δὲ σύνθετα

    在 ἐπειδή 引导的从句平行列举了事物、概念及语词在单纯与复合之间的区分之后,主句以直接选择疑问句 πότερον... ἢ...(“他在这里究竟是论述单纯的……还是复合的……”)的形式出现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:8.20-10.8