- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:10.8-12.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
解释了哲学家为何在通向论证的逻辑学阶梯中从《范畴篇》的单纯语词开始讲起,并借助建筑学中理论分析与实践构建的互逆关系对此进行说明。
Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, προσλάβωμέν τινα συντελοῦντα ἡμῖν εἰς σαφῆ παράστασιν τῶν λεγομένων· ἐπειδὴ γὰρ τῆς φιλοσοφίας, ὡς ἔφαμεν, τὸ μέν ἐστι θεωρητικὸν τὸ δὲ πρακτικόν, καὶ τοῦ μὲν θεωρητικοῦ τέλος ἐστὶ τῆς ἀληθείας ἡ γνῶσις τοῦ δὲ πρακτικοῦ ἡ τοῦ ἀγαθοῦ τεῦξις, ἀμφοτέροις δὲ παρυφίσταται τὰ ἐναντία, τῇ μὲν ἀληθείᾳ τὸ ψεῦδος τῷ δὲ ἀγαθῷ τὸ κακόν, ἡ δὲ ἡμετέρα ψυχὴ ἅτε δὴ ἀτελὴς οὖσα αἱρεῖται πολλάκις ἀντὶ μὲν ἀληθείας τὸ ψεῦδος οἰομένη αὐτὸ ἀληθὲς εἶναι, ἀντὶ δὲ ἀγαθοῦ τὸ κακὸν οἰομένη αὐτὸ ἀγαθὸν εἶναι, ἐδέησε τοῖς φιλοσόφοις ὀργάνου τινὸς1 διακρίνοντος τὴν μὲν ἀλήθειαν ἀπὸ τοῦ ψεύδους τὸ δὲ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ. τί δέ ἐστι τοῦτο; ἡ ἀπόδειξις· ὃ γὰρ ἂν ἀποδειχθείη ἀγαθόν, τοῦτο ἐξ ἀνάγκης ἀγαθόν ἐστι, καὶ ὃ ἂν ἀποδειχθείη κακόν, τοῦτο κακόν ἐστιν. ὁμοίως καὶ τὸ ἀληθὲς καὶ τὸ ψευδές· ὃν γὰρ τρόπον ὁ τέκτων τῷ κανόνι καὶ ὁ οἰκοδόμος τῇ καθέτῳ πρὸς διάκρισιν τῶν ὀρθῶν καὶ τῶν μὴ τοιούτων χρῶνται, οὕτω καὶ ὁ φιλόσοφος τῇ ἀποδείξει κέχρηται πρὸς διάκρισιν τῆς ἀληθείας καὶ τοῦ ψεύδους καὶ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ. ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν ἐπιστημονικός. ἐπὶ πλέον δὲ τοῦ ἐπιστημονικοῦ συλλογισμοῦ ὁ ἁπλῶς συλλογισμός· τῷ γὰρ ἁπλῶς συλλογισμῷ προσελθοῦσα ὕλη ἄπταιστός τε καὶ ἀραρυῖα ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα τὸν ἀποδεικτικὸν ποιεῖ συλλογισμόν. ἀλλ’ ἐπειδήπερ οὐκ ἠδύνατο διδάξαι περὶ ἀποδείξεως μὴ πρότερον διδάξας τί ἐστιν ὁ ἁπλῶς συλλογισμός,2 ὥσπερ οὐδὲ γράφειν δύναιτ’ ἄν τις τὸν ὀρθὸν ἢ τὸν κλιτὸν τύπον μὴ πρότερον ἁπλῶς γράφειν μαθών, τὸν δὲ ἁπλῶς συλλογισμὸν πάλιν ἄνευ τῶν προτάσεων ἀδύνατον ἦν παραδοῦναι (ἐκ τούτων γὰρ ὁ συλλογισμὸς σύγκειται, συλλογή τις ὢν πλειόνων λόγων, ὡς καὶ τὸ ὄνομα δηλοῖ), τὰς δὲ προτάσεις ἄνευ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων (ἐκ τούτων γὰρ σύγκεινται), τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα ἄνευ τῶν ἁπλῶν φωνῶν (καὶ γὰρ καὶ τὸ ὄνομα καὶ τὸ ῥῆμα φωνή ἐστι σημαντική), εἰκότως πρότερον περὶ τῶν ἁπλῶν διαλέγεται φωνῶν· καθόλου γὰρ τῆς μὲν θεωρίας τὸ τέλος ἀρχὴ τῆς πράξεως γίνεται, ἔμπαλιν δὲ τῆς πράξεως τὸ τέλος ἀρχὴ τῆς θεωρίας· οἷον ὁ οἰκοδόμος ἐπιταγεὶς οἶκον ποιῆσαι λέγει καθ’ ἑαυτὸν ‘ἐπετάγην οἶκον ποιῆσαι, ὅπερ ἐστὶ σκέπασμα κωλυτικὸν ὄμβρου καὶ καύματος· τοῦτο δὲ οὐκ ἂν γένοιτο μὴ γενομένης ὀροφῆς’. ἐντεῦθεν οὖν ἄρχεται τῆς θεωρίας, προβαίνων δέ φησιν ‘ἀλλὰ τοῦτο οὐκ ἂν γένοιτο μὴ γενομένων τοίχων, οὗτοι δὲ οὐκ ἂν γένοιντο μὴ ὑποβληθέντων θεμελίων, οἱ δὲ θεμέλιοι οὐκ ἂν βληθεῖεν μὴ ὀρυχθείσης τῆς γῆς’· ἐνταῦθα κατέληξεν ἡ θεωρία. ἐντεῦθεν οὖν ἄρχεται ἡ πρᾶξις· πρότερον γὰρ ὀρύττει τὴν γῆν, εἶθ’ οὕτως βάλλει θεμέλιον, εἶτα ἐγείρει τοίχους, καὶ ὕστερον ἐπιτίθησι τὴν ὀροφήν, ἥτις ἐστὶ τέλος τῆς πράξεως. οὕτως οὖν ἡ ἀρχὴ τῆς θεωρίας τέλος γίνεται τῆς πράξεως, ἡ δὲ ἀρχὴ τῆς πράξεως τέλος τῆς θεωρίας. οὕτως οὖν καὶ ὁ φιλόσοφος ποιεῖ· βουλόμενος γὰρ ποιῆσαι ἀπόδειξίν φησι πρὸς ἑαυτὸν ‘βούλομαι περὶ ἀποδείξεως εἰπεῖν· ἀλλ’ ἐπειδὴ ἡ ἀπόδειξις συλλογισμός ἐστιν ἐπιστημονικός, ἀδύνατον εἰπεῖν τι περὶ αὐτοῦ τὸν μὴ πρότερον εἰπόντα τί ἐστιν ὁ ἁπλῶς συλλογισμός, τὸν δὲ ἁπλῶς συλλογισμὸν οὐκ ἂν μάθοιμεν μὴ μαθόντες τί ἐστι πρότασις· λόγοι μὲν γάρ τινές εἰσιν αἱ προτάσεις, τῶν δὲ τοιούτων λόγων συλλογή ἐστιν ὁ συλλογισμός· ὥστε ἄνευ τοῦ γνῶναι τὰς προτάσεις ἀδύνατον μαθεῖν τὸν συλλογισμόν (ἐκ γὰρ τούτων σύγκειται), ἀλλ’ οὐδὲ τὴν πρότασιν ἄνευ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων, ἐξ ὧν συνέστηκε πᾶς λόγος, τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα ἄνευ τῶν ἁπλῶν φωνῶν (ἕκαστον γὰρ τούτων φωνή ἐστι σημαντική)· δεῖ οὖν πρότερον περὶ τῶν ἁπλῶν φωνῶν εἰπεῖν’. ἐνταῦθα οὖν ἡ θεωρία κατέληξε, καὶ γίνεται τοῦτο τῆς πράξεως ἀρχή· πρότερον γὰρ διαλέγεται περὶ τῶν ἁπλῶν φωνῶν ἐν ταῖς Κατηγορίαις, εἶθ’ οὕτως περὶ ὀνομάτων καὶ ῥημάτων καὶ περὶ προτάσεων ἐν τῷ Περὶ ἑρμηνείας, εἶτα περὶ τοῦ ἁπλῶς συλλογισμοῦ ἐν τοῖς Προτέροις ἀναλυτικοῖς, εἶθ’ οὕτως περὶ ἀποδείξεως ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· ἐνταῦθα οὖν τὸ τέλος τῆς πράξεως, ὅπερ ἦν ἀρχὴ τῆς θεωρίας. εἰκότως τοίνυν ἐνταῦθα πρῶτον περὶ τῶν ἁπλῶν φωνῶν διαλαμβάνει· οἱ γὰρ ἄνθρωποι κοινῇ συνελθόντες ἔθεντο πρὸς ἀλλήλους ἑκάστῳ πράγματι οἰκεῖον ὄνομα, τούτου μόνου φροντίσαντες τοῦ διὰ τῶν φωνῶν σημαίνειν ἀλλήλοις τὰ πράγματα,3 μὴ μέντοι γε εἰπεῖν τί μέν ἐστιν ὄνομα τί δὲ ῥῆμα.
为了使所说的话更加清楚,让我们引入某些有助于我们清晰呈现所言之事的内容。因为正如我们所说过的,哲学一部分是理论的,一部分是实践的;理论部分的目的是认识真理,实践部分的目的是获得善;而在两者旁边都伴生着相反之物,即虚妄伴随着真理,恶伴随着善;而我们的灵魂由于是不完全的,往往选择虚妄来代替真理,认为它是真的,并选择恶来代替善,认为它是善的;因此哲学家们需要某种工具来区分真理与虚妄、区分善与恶。那么这是什么呢?是论证。因为凡是被论证为善的,这必然是善;凡是被论证为恶的,这便是恶。同样,真与假也是如此。因为正如木匠使用曲尺、建筑匠使用铅垂线来区分直与不直一样,哲学家同样使用论证来区分真理与虚妄、区分善与恶。而论证是科学的三段论。但单纯的三段论比科学的三段论外延更广;因为没有差错、始终如一且状态恒定的质料附加在单纯的三段论上,便构成了论证性的三段论。然而,既然在没有预先讲授什么是单纯的三段论之前他就无法讲授论证——正如一个人如果不先学会单纯地书写,就无法书写正体或斜体一样——;另一方面,没有前提又不可能传授单纯的三段论(因为三段论是由这些构成的,正如其名称所示,它乃是多个命题的一种汇集);而没有名词和动词[又不可能传授]前提(因为前提是由这些构成的);没有单纯的语词[又不可能传授]名词和动词(因为名词和动词都是具有指称意义的语词);因而他首先讨论单纯的语词是合乎情理的。因为总的来说,理论的终点成为实践的起点,反之,实践的终点成为理论的起点。例如,被指令建造房屋的建筑匠自言自语道:“我被指令建造房屋,这乃是阻挡雨水和炎热的遮蔽之所;但是如果没有屋顶,这就无法形成。” 于是他由此开始了理论上的考察,进而说道:“但是如果没有墙体,这就无法形成;而如果没有奠定地基,墙体就无法形成;如果没有开挖地面,地基就无法奠定。” 理论上的考察到此结束。于是实践由此开始:因为他首先开挖地面,然后如此奠定地基,接着筑起墙体,随后盖上屋顶,而这便是实践的终点。因此,理论的起点就这样成为了实践的终点,而实践的起点则成为了理论的终点。哲学家也是如此行事的:因为他想要做出论证,便自言自语道:“我想要谈论论证;但既然论证是科学的三段论,那么对于没有预先说明单纯的三段论是什么的人来说,就不可能谈论关于它的任何事情;而如果不先弄清什么是前提,我们就无法学会单纯的三段论;因为前提是某种言辞陈述,而三段论就是此类言辞陈述的汇集;以至于在不认识前提的情况下不可能学会三段论(因为三段论是由这些构成的);然而,没有构成每一个陈述的名词和动词[也不可能认识]前提;没有单纯的语词[也不可能认识]名词和动词(因为它们中的每一个都是具有指称意义的语词);因此必须首先谈论单纯的语词。” 于是理论上的考察到此结束,而这便成为了实践的起点:因为他首先在《范畴篇》中讨论单纯的语词,然后如此在《解释篇》中讨论名词、动词以及前提,接着在《前分析篇》中讨论单纯的三段论,随后如此在《后分析篇》中讨论论证;于是实践的终点在此,而这曾是理论的起点。因此,他在这里首先论述单纯的语词是理所当然的;因为人们共同聚集在一起,为每一事物相互确立了特有的名称,仅仅关注于通过语词相互指称事物,却没有去说明什么是名词、什么是动词。
- 1.1ἐδέησε τοῖς φιλοσόφοις ὀργάνου τινὸς
非人称动词 δεῖ(此处为过去时 ἐδέησε)支配与格的人(τοῖς φιλοσόφοις,“对于哲学家们”)和属格的所需之物(ὀργάνου τινός,“某种工具”)。表示行为之必要时常用“宾格+不定词”,而表示需要某物时,自古典期散文起便以这种“与格+属格”结构为标准(“宾格+属格”仅见于诗歌)。
- 1.1ἀλλ’ ἐπειδήπερ οὐκ ἠδύνατο διδάξαι περὶ ἀποδείξεως μὴ πρότερον διδάξας τί ἐστιν ὁ ἁπλῶς συλλογισμός
这是一个由因果连词 ἐπειδήπερ 引导并通向主句 εἰκότως πρότερον περὶ τῶν ἁπλῶν διαλέγεται φωνῶν 的长句结构。其内部嵌套了一系列由 ἄνευ 引导的否定介词短语(ἄνευ τῶν προτάσεων、ἄνευ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων、ἄνευ τῶν ἁπλῶν φωνῶν)以及括号式的解释说明,构成了从论证、三段论、前提、名词动词直到单纯语词的逐级分析骨架。
- 1.1τούτου μόνου φροντίσαντες τοῦ διὰ τῶν φωνῶν σημαίνειν ἀλλήλοις τὰ πράγματα
属格冠词搭配不定词 τοῦ σημαίνειν 与属格指示代词 τούτου μόνου 构成同位语关系,用以说明其具体内容;其后带有否定词的不定词句 μὴ μέντοι γε εἰπεῖν 亦并列地继承了这一同位说明结构。
