- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:6.26-8.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞在结束对亚里士多德文体晦涩缘由的说明后,规定了理想听讲者与注解者应具备的品格。随后他详细阐述了研读亚里士多德任何论著前必须预先说明的六个要点(目的、有用性、题名原因、研读顺序、篇章划分及真伪考订),并结合《论题篇》等著作解释了为何并非所有著作都需要逐一探寻这些事项。
ὥσπερ οὖν παραπετάσματι τῇ ἀσαφείᾳ ἐχρήσατο διὰ τοὺς βεβήλους ἀμφιεννὺς τῶν πραγμάτων τὸ σεμνὸν τῇ ἀσαφείᾳ. Ὁ δὲ ἀκροατὴς ὀφείλει ὑπάρχειν δίκαιος, εὐφυὴς τὴν διάνοιαν, σπουδαῖος περὶ τοὺς λόγους, τὸ ἦθος μέτριος, ἐν πᾶσι κεκοσμημένος. ὁ δὲ τοῦτον ἐξηγούμενος ὀφείλει μήτε κατ’ εὔνοιαν ἐπιχειρεῖν τὰ κακῶς λεγόμενα συνιστᾶν καὶ ὡς ἀπὸ τρίποδος ταῦτα δέχεσθαι μήτε τὰ καλὰ κακοτρόπως δέχεσθαι κατὰ ἀπέχθειαν, ἀλλὰ κριτὴς ἀπαθὴς τῶν λεγομένων ὑπάρχειν, καὶ πρῶτα μὲν τὴν διάνοιαν τοῦ ἀρχαίου σαφηνίζειν καὶ ἑρμηνεύειν τὰ αὐτῷ δοκοῦντα, ἔπειτα τὴν παρ’ ἑαυτοῦ ἐπιφέρειν κρίσιν.1 Πασῶν δὲ τῶν Ἀριστοτέλους πραγματειῶν τὰ προλέγεσθαι ὀφείλοντα2 ἕξ ἐστιν, ὁ σκοπὸς τὸ χρήσιμον ἡ αἰτία τῆς ἐπιγραφῆς ἡ τάξις τῆς ἀναγνώσεως ἡ εἰς τὰ κεφάλαια διαίρεσις καὶ εἰ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον. καὶ ὁ μὲν σκοπὸς ἐξαπομάττει τῆς πραγματείας τὴν φύσιν καὶ ὥσπερ ἕξιν τῷ ἀναγινώσκοντι παρέχει πῶς νοεῖν ἕκαστον δεῖ· παρασκευάζει γὰρ ἕκαστον τῶν λεγομένων πρὸς τὸν σκοπὸν ἀπευθύνειν τοῦ συγγράμματος· ὁ γὰρ τὸν σκοπὸν ἀγνοῶν ἔοικε τυφλῷ, οὐκ εἰδότι ὅποι φέρεται, καὶ μάτην πάντα νομίσει τὰ πρὸς τὸν σκοπὸν τείνοντα ὑπὸ τοῦ ἀρχαίου λέγεσθαι. τὸ δὲ χρήσιμον σπουδὴν καὶ προθυμίαν τῷ ἀκροατῇ ἐντίθησι· δεῖ γὰρ τὸν μέλλοντά τινος ἄρχεσθαι μανθάνειν πρότερον τὸ ἀπ’ ἐκείνου χρήσιμον, εἰς τί αὐτῷ λυσιτελεῖ. τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς, ἐπειδὴ ἐπί τινων συγγραμμάτων ἔστιν ὅτε ἀδήλου τῆς ἐπιγραφῆς οὔσης χρὴ ζητεῖν3 δι’ ἣν αἰτίαν οὕτως ἐπιγέγραπται, ὡς ἐν ταῖς Κατηγορίαις καὶ ἐν τῷ Περὶ ἑρμηνείας καὶ ἐν ἄλλοις· ἐν γὰρ τῷ Περὶ οὐρανοῦ ἢ ἐν τῷ Περὶ ψυχῆς οὐ δεῖ τὴν αἰτίαν τῆς ἐπιγραφῆς ζητεῖν· αὐτόθεν γὰρ τὸ σαφὲς ἔχει. ζητοῦμεν δὲ καὶ εἰ γνήσιον τοῦ συγγραφέως τὸ βιβλίον· τρεῖς γὰρ ἀφορμαὶ γεγόνασι τοῦ νοθεύεσθαι τὰ συγγράμματα τοῦ Ἀριστοτέλους, μία μὲν ὁμωνυμία 〈τῶν συγγραφέων〉 (γεγόνασι γὰρ καὶ ἕτεροι Ἀριστοτέλεις, ὧν τὰ συγγράμματα διὰ τὴν ὁμωνυμίαν τινὲς ἐνόμισαν τοῦ Ἀριστοτέλους), δευτέρα δὲ ἡ τῶν συγγραμμάτων ὁμωνυμία (οἱ γὰρ μαθηταὶ αὐτοῦ Εὔδημος καὶ Φανίας καὶ Θεόφραστος κατὰ ζῆλον τοῦ διδασκάλου γεγράφασι Κατηγορίας καὶ Περὶ ἑρμηνείας καὶ Ἀναλυτικά), ἡ δὲ τρίτη τοιαύτη ἐστί· Πτολεμαῖον τὸν Φιλάδελφον πάνυ ἐσπουδακέναι φασὶ περὶ τὰ Ἀριστοτέλους συγγράμματα, ὡς καὶ περὶ τὰ λοιπά, καὶ χρήματα διδόναι τοῖς προσφέρουσιν αὐτῷ βίβλους τοῦ φιλοσόφου. ὅθεν τινὲς χρηματίσασθαι βουλόμενοι ἐπιγράφοντες συγγράμματα τῷ τοῦ φιλοσόφου ὀνόματι προσῆγον· ἀμέλει φασὶν ἐν τῇ μεγάλῃ βιβλιοθήκῃ εὑρῆσθαι Ἀναλυτικῶν μὲν τεσσαράκοντα βίβλους, Κατηγοριῶν δὲ δύο. ἐκρίθη δὲ ὑπὸ τῶν ἐξηγητῶν Κατηγοριῶν μὲν τοῦτο εἶναι γνήσιον τοῦ Ἀριστοτέλους Ἀναλυτικῶν δὲ τέσσαρα· ἐκρίθη δὲ ἔκ τε τῶν νοημάτων καὶ τῆς φράσεως καὶ τῷ ἀεὶ ἐν ταῖς ἄλλαις πραγματείαις μεμνῆσθαι τούτου τοῦ βιβλίου τὸν φιλόσοφον. τάξιν δὲ ζητοῦμεν ἀναγνώσεως, ἵνα μὴ τοῖς μείζοσι πρῶτον ἐγχειρῶμεν καὶ ὧν εἰς τὴν γνῶσιν ἕτερα ὀφείλει προλαμβάνεσθαι,4 ἀγνοοῦντες τὰ ἡμῖν πρῶτον γινώσκεσθαι ὀφείλοντα. τὴν δὲ εἰς τὰ μόρια διαίρεσιν, διότι δεῖ τὸν ἀκριβῶς βουλόμενον τὴν τοῦ ὅλου φύσιν μαθεῖν τὰ τούτου μέρη ἀκριβῶς ἐπεσκέφθαι, οἷον ὁ τὸν ἄνθρωπον ἀκριβῶς εἰδέναι βουλόμενος ὀφείλει τούτου κεφαλήν τε καὶ χεῖρας καὶ πόδας καὶ τὰ ἄλλα ὁμοίως εἰδέναι μέρη. οὕτως οὖν καὶ ἑκάστου συγγράμματος δεῖ τὰ μέρη πρότερον εἰδέναι, εἰς πόσα καὶ ποῖα διαιρεῖται. Εἰδέναι δὲ χρὴ ὅτι οὐ πανταχῇ ταῦτα πάντα χρὴ ζητεῖν, ἀλλ’ ἐν οἷς τὸ σαφὲς ἀποκέκρυπται· πολλάκις γὰρ τῷ σκοπῷ συναναφαίνεται καὶ τὸ χρήσιμον, οἷον ἐν τῇ Περὶ οὐρανοῦ ἢ ἐν τῇ Περὶ ψυχῆς δῆλος καὶ ὁ σκοπὸς καὶ τὸ χρήσιμον καὶ ἡ ἐπιγραφή. ἐν μέντοι γε τοῖς Τόποις οὐδὲ ἓν τούτων δῆλον. ἀλλ’ οὐδὲ τοῦ σκοποῦ γνωσθέντος εὐθὺς καὶ τὸ χρήσιμον συναναφαίνεται· σκοπὸς μὲν γὰρ αὐτῷ ἐν τοῖς Τόποις τὴν διαλεκτικὴν μέθοδον ἡμῖν παραδοῦναι· ἔστι δὲ ἡ διαλεκτική, ὡς αὐτὸς ὁρίζεται, ‘μέθοδος περὶ παντὸς τοῦ προτεθέντος προβλήματος συλλογιστικὴ ἐξ ἐνδόξων’. εἰ δὲ περὶ παντὸς τοῦ προτεθέντος προβλήματος, προτίθενται δὲ ἡμῖν οὐ μόνον τὰ ἀληθῆ ἀλλὰ καὶ τὰ ψευδῆ, ποῖον ἐνταῦθα τὸ χρήσιμον; τὸ γνῶναι μέθοδον δι’ ἧς καὶ τὰ ψευδῆ συλλογισόμεθα; αὐτὸς οὖν προϊὼν τὸ χρήσιμον ἡμῖν ἐκκαλύπτει, λέγων τὴν πραγματείαν χρήσιμον εἶναι πρὸς τρία, πρὸς γυμνασίαν πρὸς τὰς ἐντεύξεις πρὸς τὰς κατὰ φιλοσοφίαν μεθόδους.
因此,他因凡俗之人的缘故把晦涩作为遮帘,用晦涩掩盖了事物的崇高。而听讲者应当是公正的、在智力上富有天资的、对论证热诚的、在品行上适度的,并在一切方面都是受过修养的。而注解他的人,既不应当出于好感而试图为说得不好的内容辩护,并如同领受神谕般接受它们;也不应当出于仇怨而恶意地对待好的内容;而是应当成为所论内容的公正裁判者,首先阐明古人的思想并解释他所持的见解,随后再提出出于他自己的判断。 在亚里士多德的所有论著中,应当预先说明的事项有六项:目的、有用性、题名的原因、研读的顺序、篇章的划分,以及该书是否为这位哲学家的真作。目的勾勒出论著的本性,并且给读者提供了一种如同习性般的能力,即应当如何理解每一事项;因为它使人做好准备,把所讲的每一事项直接指向著作的目的;因为不知目的的人犹如不知道自己被带往何方的盲人,并且会认为一切趋向目的的内容都是被古人徒劳地讲出来的。有用性赋予听讲者热忱和积极性;因为将要开始某事的人,必须首先了解源于此事的有用性,即它对自己有何益处。至于〔探寻〕题名的原因,是因为在某些著作中题名有时不明确,必须探寻因何原因而如此定名,如在《范畴篇》、《解释篇》以及其他著作中那样;因为在《论天》或《论灵魂》中,并不需要探寻题名的原因,因为它本身就具有明晰性。我们也探寻该书是否为作者的真作;因为导致亚里士多德的著作被伪造的原因有三个:一个是作者们的同名(因为还有其他一些亚里士多德,有些人在同名之下将他们的著作误认为是这位亚里士多德的);第二个是著作的同名(因为他的学生欧德谟、法尼亚斯和狄奥弗拉斯托斯由于效法老师,也写了《范畴篇》、《解释篇》和《分析篇》);第三个原因则是这样的:据说托勒密·费拉德尔甫斯对亚里士多德的著作极其热心,就如同对待其余著作一样,并且给予那些向他奉献这位哲学家的书卷的人以金钱。因此,某些想要赚钱的人便把题上这位哲学家名字的著作呈献上去;事实上,据说在伟大的图书馆中发现了四十卷《分析篇》,而《范畴篇》有两卷。但注解家们判定这本《范畴篇》是亚里士多德的真作,而《分析篇》有四卷是真作;并且这一判定既依据思想内容与文辞,也依据这位哲学家在其他论著中始终提到这本书。我们探寻研读的顺序,免得我们在不知道自己首先应当认识的事物的情况下,先着手于更重大的事项以及为了认识它们而必须预先掌握其他事项的事物。至于探寻划分至各个部分,是因为想要精确了解整体本性的人必须精确考察其各个部分,正如想要精确了解人的人必须同样了解其头、手、脚以及其余部分一样。因此,对于每一部著作也同样必须预先了解其各个部分,即它被划分为多少部分以及何种部分。 然而必须知道,并不是在所有地方都必须探寻所有这些事项,而是在明晰性被隐藏的那些著作中才需要;因为往往有用性与目的同时显现出来,例如在《论天》或《论灵魂》中,目的、有用性和题名都是明晰的。然而在《论题篇》中,这些内容无一明晰。甚至在目的被认识之后,有用性也并非立刻随之显现;因为他在《论题篇》中的目的,是向我们传授辩证方法;而辩证法,正如他自己所定义的那样,是“基于公认意见针对任何提出之问题进行推论的方法”。但如果是针对任何提出之问题,而向我们提出的不仅有真实的事情而且有虚假的事情,那么此处的有用性何在?难道是去认识一种我们借以甚至对虚假的事情进行推论的方法吗?因此他自己在行文中向我们揭示了其有用性,指出这部论著对于三件事是有用的:对于思维训练、对于日常交谈、对于依哲学而行的方法。
- 1.1τὴν παρ’ ἑαυτοῦ ἐπιφέρειν κρίσιν
介词短语 παρ’ ἑαυτοῦ(来自自己一方面的)作定语修饰 κρίσιν。它指明了注解者职责的第二步:先忠实阐明古人的思想,随后再提出自己独立的批判性判断。
- 1.1τὰ προλέγεσθαι ὀφείλοντα
带冠词的中性复数现在分词(作主语),意为“应当预先说明的事项”。它与 ἕξ ἐστιν 结合,后接与之同格并列的六项具体内容(ὁ σκοπὸς ...)。
- 1.1τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς, ἐπειδὴ ... χρὴ ζητεῖν
句首的宾格短语 τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς 是省略了动词(如 ζητοῦμεν,参下文 ζητοῦμεν δὲ καὶ)的宾语,其后的 ἐπειδὴ 原因从句(以 χρὴ ζητεῖν 为谓语动词)说明其原因。
- 1.1ὧν εἰς τὴν γνῶσιν ἕτερα ὀφείλει προλαμβάνεσθαι
关系代词 ὧν 为中性复数属格,由 εἰς τὴν γνῶσιν(“为了对它们的认识”)所支配,先行词与 τοῖς μείζοσι 并列。ἕτερα 作为不定词 προλαμβάνεσθαι 的主语。
