- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:77.25-79.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了4a10的引文,考察了实体的第六个特征:在数目上保持为一的同时容纳相反者。他通过将此特征与前五个特征进行比较,解释了为何它仅属于第一实体却被称为“最特有的”,并提出了一个涵盖一切实体的修正表述。
" Μάλιστα δὲ ἴδιον τῆς οὐσίας δοκεῖ εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν." Τοῦτο ἕκτον παρακολούθημα ἴδιον ὑπάρχον τῆς οὐσίας ἀποδέδωκεν, ὅπερ καὶ τῶν ἄλλων μᾶλλον ἐκκρίνει, λέγω δὴ τὸ μίαν τῷ ἀριθμῷ καὶ τὴν αὐτὴν μένουσαν1 τῶν ἐναντίων εἶναι δεκτικήν· Σωκράτης γὰρ εἷς καὶ ὁ αὐτὸς μένων ποτὲ μὲν θερμαίνεται ποτὲ δὲ ψύχεται, καὶ ἐπὶ τῶν ἄλλων ποιοτήτων ὁμοίως καὶ τῶν λοιπῶν συμβεβηκότων. τοῦτο δὲ μόνῃ μὲν ὑπάρχει τῇ οὐσίᾳ, οὐ μέντοι γε πάσῃ· οὐδὲν γὰρ ἄλλο τῶν παρ’ αὐτὴν πέφυκεν ἓν καὶ τὸ αὐτὸ μένον τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικόν, λέγω δὴ τὰ συμβεβηκότα· πάντα γὰρ τὰ παρ’ αὐτὴν συμβεβηκότα ἐστίν· οὐδὲ γὰρ πέφυκεν ὅλως συμβεβηκὸς συμβεβηκότι ὑποκεῖσθαι πρὸς ὕπαρξιν· οὐχ ὑπόκειται γὰρ τὸ λευκὸν τῷ μέλανι ἢ τῷ θερμῷ οὐδὲ τῶν τοιούτων οὐδενί. καὶ ἐπὶ τῶν ἄλλων συμβεβηκότων ὁ αὐτὸς λόγος. οὐκοῦν οὐδὲ τῶν ἐναντίων ἐστὶ δεκτικόν. μόνῃ μὲν οὖν τοῦτο ὑπάρχει, οὐ μέντοι γε πάσῃ· τῇ γὰρ δευτέρᾳ οὐδαμῶς τοῦτο ὑπάρχει· οὐδὲ γὰρ κυρίως ἂν λεχθείη οὔτε τὸ γένος οὔτε τὸ εἶδος ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ· τὸ γὰρ ἓν τῷ ἀριθμῷ περὶ τὰ ἄτομα κυρίως θεωρεῖται. ἄλλως τε εἰ καὶ ἓν εἴη, οὐκ ἔστι τῶν ἐναντίων δεκτικόν· οὐ γὰρ σῶμά ἐστιν, ἵνα ἐπιδέξηται θερμότητα ἢ ψῦξιν ἤ τι τῶν τοιούτων. ὁμοίως δὲ οὐδὲ τὸ γένος. ἀλλ’ εἰ ἄρα, ταῦτα λέγονται τῶν ἐναντίων εἶναι ποιητικὰ ἢ εἰς τὰ ἐναντία διαιρεῖσθαι, τὸ θνητὸν λέγω καὶ τὸ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον. εἰ δέ τις ἀκριβέστερον ἐπιβλέψειεν, οὐδὲ ἐναντία ταῦτά ἐστι· τὰ γὰρ ἐναντία φθαρτικά ἐστιν ἀλλήλων, ταῦτα δὲ ὑποστατικὰ ἀλλήλων μᾶλλόν ἐστιν ἢ φθαρτικά· τὸ γὰρ ἁπλῶς λογικὸν καὶ ἀθάνατον ὑφίστησι τὰ ἄλογα καὶ τὰ θνητά. Εἰ τοίνυν μὴ πάσῃ ὑπάρχει τῇ οὐσίᾳ, τί δή ποτε μάλιστα αὐτῆς φησιν αὐτὸ εἶναι ἴδιον; λέγομεν οὖν ὅτι ἕξ τινων ὡς ἰδίων τῆς οὐσίας ἀποδεδομένων τὸ μὲν πρῶτον καὶ τὸ τέταρτον καὶ τὸ πέμπτον πάσῃ μὲν ὑπῆρχον τῇ οὐσίᾳ, οὐ μέντοι γε μόνῃ, λέγω δὴ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ὅπερ καὶ τῇ διαφορᾷ ὑπῆρχε, καὶ τὸ τέταρτον τὸ μηδὲν ἐναντίον αὐτῇ εἶναι, ὅπερ καὶ τοῖς ποσοῖς ὑπῆρχεν, ἔτι τε καὶ τὸ πέμπτον, λέγω δὴ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅπερ καὶ αὐτὸ τοῖς ποσοῖς ὑπῆρχε. τὸ μέντοι γε δεύτερον, ὅπερ ἦν τὸ συνωνύμως ἀπ’ αὐτῶν λέγεσθαι πάντα, οὔτε μόνῃ οὔτε πάσῃ· οὔτε γὰρ τῇ πρώτῃ, ἐπειδὴ καὶ ταῖς διαφοραῖς· τὸ δὲ τρίτον τὸ τόδε τι σημαίνειν καὶ πρὸς τούτῳ τὸ ἕκτον, λέγω δὴ τὸ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ μένον τῶν ἐναντίων εἶναι δεκτικόν, μόνῃ τῇ οὐσίᾳ ὑπῆρχεν, εἰ καὶ μὴ πάσῃ. τῶν μὲν οὖν τεττάρων οὐδὲ ἓν ἐκκρίνει εἰκότως, διότι οὐ μόνῃ ὑπῆρχον· οὐδεὶς γὰρ ἂν φαίη ἴδιόν τινος εἶναι, εἰ καὶ παντὶ πρόσεστι τῷ ὑποκειμένῳ, τὸ καὶ ἄλλῳ ὑπάρχον, ἀλλὰ μᾶλλον τὸ μόνῳ, εἰ καὶ μὴ παντί. διὰ τί δὲ τῶν δύο, τοῦ τε τρίτου καὶ τοῦ ἕκτου, προκρίνει τὸ ἕκτον; διότι ἐκεῖνο μὲν κατὰ μόνην τὴν φωνὴν ἐδόκει τῇ δευτέρᾳ οὐσίᾳ ἐφαρμόζειν, λέγω δὴ τὸ τόδε τι σημαίνειν, τοῦτ’ ἔστιν ἑνικὸν ἀριθμόν, 〈τὸ〉 ἐνταῦθα δὲ κατ’ αὐτὸ τὸ πρᾶγμα δοκεῖ ἐφαρμόζειν. διόπερ ἵνα δείξωμεν καὶ πάσῃ τῇ οὐσίᾳ ἐφαρμόζον τὸ ἀποδοθὲν ἴδιον, μικρὸν ἐναλλάξαντες τὸ εἰρημένον οὕτως εἴπωμεν ‘μάλιστα δὲ ἴδιον τῆς κατηγορίας τῆς οὐσίας δοκεῖ εἶναι τὸ ὑπ’ αὐτὴν ἄτομα παρὰ μέρος2 τῶν ἐναντίων εἶναι δεκτικά’· οὕτω γὰρ καὶ πάσης τῆς οὐσίας κατηγορηθήσεται τοῦτο τὸ ἴδιον καὶ οὐδεμιᾷ τῶν ἄλλων ἁρμόσει· οὔτε γὰρ τὰ τοῦ ποσοῦ ἄτομα, τὰ δέκα εἰ τύχοι, οὔτε τὰ τοῦ ποιοῦ, οἷον τὸ ἐν τῷδε τῷ λίθῳ λευκόν, παρὰ μέρος τῶν ἐναντίων ἐστὶ δεκτικά.
“而实体最特有的属性,似乎是在数目上保持同一且为一个时,能容纳相反者。” 他指出了这第六个作为实体特有的伴随属性,这也是他比其他属性更优先选拔出来的:我是指,在数目上保持为一个且同一的同时,能容纳相反者。因为苏格拉底保持为一个且同一的人,时而变热,时而变冷,在其他性质以及其余偶性上也是同样。而这虽属于实体独有,却绝非属于一切实体;因为在实体之外的任何事物,在本性上都不能在数目上保持为一个且同一的同时容纳相反者——我是指偶性,因为在实体之外的事物全都是偶性。因为偶性在本性上绝不能为了存在而作为偶性的底层主体;白绝不作为黑或热的底层主体,也不作为任何此类事物的底层主体。在其他偶性上也是同样的道理。因此,偶性也不能容纳相反者。所以,这唯独属于实体,然而并不属于一切实体;因为这绝不属于第二实体。因为无论属还是种,都不能严格地被称为在数目上为一个且同一;因为数目上的一,严格说来是在个体中被考察的。此外,即使它是一,也不能容纳相反者;因为它不是能够容纳热或冷或任何此类事物的物体。同样,属也不能容纳。如果说有什么关联,那么它们可以说能产生相反者,或者被划分为相反者——我是指有死与不死、理性与非理性。但如果有人更严格地审视,这些甚至都不是相反者;因为相反者是相互毁灭的,而这些是相互确立而非相互毁灭的;因为绝对意义上的理性和不死确立了非理性和有死之物。 那么,如果这并不属于一切实体,他究竟为何说这最属于实体的固有属性呢?因此我们回答说:在作为实体固有属性被指出的六项中,第一项、第四项和第五项虽属于一切实体,却绝非唯独属于实体:我是指不在底层主体之中,这同样属于种差;第四项没有任何事物与其相反,这同样属于数量;此外还有第五项,即不容纳更多与更少,这本身也同样属于数量。然而第二项,即一切事物都从它们同名同义地被言说,既不唯独属于实体,也不属于一切实体;因为这不属于第一实体,既然它也属于种差。而第三项表示“这个”,以及在此之外的第六项,即在数目上保持为一个且同一的同时能容纳相反者,即使不属于一切实体,也是唯独属于实体的。因此,在前四项中他一项也没有选拔出来,这是自然的,因为它们并非独属于实体;因为绝没有人会说,即使某物附加于全部底层主体,但若同样属于他物,它就是该事物的固有属性,而更会认为是唯独属于它自身者,即使并不属于全体。但是在这两项(第三项与第六项)之中,他为何优先选择第六项呢?因为那一项似乎仅在名称上适用于第二实体,我是指表示“这个”,也就是表示单数数目,而这里的属性似乎依据事实本身而适用。因此,为了让我们能够表明所给出的固有属性同样适用于一切实体,我们不妨把所说的话略微变换一下,这样来说:“实体的范畴最特有的属性,似乎是其所属的个体能依次容纳相反者”;因为这样一来,这一固有属性也将述说一切实体,并且不适用于其他任何范畴;因为无论数量的个体(假定如十),还是性质的个体(例如这块石头中的白),都不能依次容纳相反者。
- 2.28μίαν τῷ ἀριθμῷ καὶ τὴν αὐτὴν μένουσαν
阴性单数宾格分词与形容词(μίαν, μένουσαν)与冠词搭配的不定式结构(τὸ ... δεκτικὴν εἶναι)中省略的逻辑主语“实体”(οὐσία,阴性名词)保持性数格一致。
- 2.28παρὰ μέρος
意为“依次”、“轮流”的介词固定短语,明确了实体是相继而非同时容纳相反性质这一条件。
