← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§76.1-77.24

实体的程度比较与深度和宽度的区分

菲洛波庞通过区分“深度上的比较”(纵向层级)与“宽度上的比较”(横向对比),化解了亚里士多德在《范畴篇》3b34中关于实体不比实体更是实体的论述与其先前关于第一实体比第二实体更是实体的主张之间的表面矛盾,并解释了为何亚里士多德未在此处作结明确指出该属性并非严格固有属性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27

" Λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον οὐσία." Ἐπειδὴ γάρ ἀνωτέρω εἶπεν μᾶλλον εἶναι οὐσίαν τὴν πρώτην τῆς δευτέρας (οὐσία γάρ ἐστιν, φησίν, ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη) καὶ αὐτῆς δὲ τῆς δευτέρας τὴν κατὰ τὸ εἶδος μᾶλλον οὐσίαν εἶναι τοῦ γένους λέγων τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσίαν εἶναι τὸ εἶδος τοῦ γένους, εἰκότως ἀπορεῖ πῶς ἀνωτέρω λέγων οὐσίαν οὐσίας μᾶλλον εἶναι οὐσίαν νῦν φησι δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. ὅπερ ἐπιλυόμενός φησιν ὅτι οὐ κατὰ ταὐτὸν εἴρηται ἐκεῖ μὲν εἶναι μᾶλλον καὶ ἧττον ἐνταῦθα δὲ οὔ· ἐκεῖ μὲν γὰρ τὴν κατὰ βάθος τῶν οὐσιῶν παραβολὴν καὶ τάξιν σκοπῶν1 ἔλεγε τὴν πρώτην τῆς δευτέρας μᾶλλον εἶναι οὐσίαν ὡς μᾶλλον τῷ πολλῷ συνεγνωσμένην ἀνθρώπῳ, καὶ τῆς δευτέρας μᾶλλον τὸ εἶδος διὰ τὸ ἐγγυτέρω εἶναι μᾶλλον τῆς πρώτης τὸ εἶδος ἤπερ τὸ γένος· ἐνταῦθα δὲ τὴν κατὰ πλάτος ποιούμενος παραβολήν φησιν ὅτι οὐδὲ τὸ ἄτομον μᾶλλον καὶ ἧττόν ἐστιν οὐσία, οὔτε αὐτὸ ἑαυτοῦ οὔτε ἕτερον ἑτέρου· τὸν γὰρ Σωκράτην οὔτε αὐτὸν ἑαυτοῦ μᾶλλον καὶ ἧττον ἄνθρωπον εἴποι τις ἂν οὔτε Σωκράτην Πλάτωνος μᾶλλον ἄνθρωπον. ἀλλ’ οὐδὲ τὸ εἶδος οὔτε αὐτὸ ἑαυτοῦ οὔτε ἄλλο ἄλλου μᾶλλον οὐσία ἐστίν, οἷον ἵππος ἀνθρώπου οὐδὲν μᾶλλον οὐσία. καὶ ἐπὶ τῶν γενῶν ὡσαύτως. Τοῦτο δὲ τὸ ἴδιον ἤτοι παρακολούθημα πάσῃ μὲν ὑπάρχει τῇ οὐσίᾳ, οὐ μέντοι γε μόνῃ· καὶ γὰρ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπεὶ μηδὲ ἔχει τι ἐναντίον, ἀλλ’ οὐδὲ τὸ ἄρτιον οὐδὲ τὸ περιττόν, ἐπειδὴ μηδὲ πέφυκε ταῦτα μίγνυσθαι. διὰ τί δὲ μὴ ὥσπερ ἐπὶ τῶν ἄλλων ἰδίων ἔλεγε πρὸς τῷ τέλει ‘οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἐπειδὴ εἰ καὶ πάσῃ φέρε ὑπάρχει, οὐ μέντοι γε μόνῃ, ἤγουν μόνῃ μὲν οὐ πάσῃ δέ’, οὕτω καὶ ἐνταῦθα πεποίηκε καὶ εἶπεν ὅτι οὐκ ἴδιον τοῦτο τῆς οὐσίας, εἰ καὶ πάσῃ ὑπάρχει, καὶ γὰρ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον; λέγομεν ὡς ἐναργὲς ὂν ἐκ τῶν εἰρημένων τοῦτο κατέλιπεν·2 ἐπειδὴ γὰρ συνημμένα ἐστίν, ὡς εἶπον, τὰ παρακολουθήματα καὶ ἠκολούθει πάντως τὸ μὴ εἶναί τι μᾶλλον καὶ ἧττον τῷ μὴ ἔχειν ἐναντίον, ἔδειξε δὲ μικρῷ πρόσθεν μήτε τῇ οὐσίᾳ μήτε τῷ ποσῷ ὑπάρχειν τι ἐναντίον, ἡμῖν κατέλειψε τὸ συναγαγεῖν καὶ προσυπακοῦσαι ὅτι3 οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, ἀλλὰ καὶ τῷ ποσῷ.

“而我并不是说实体不比实体更是实体。” 因为既然他先前说过第一实体比第二实体更是实体(因为他说,实体乃是最严格、首先且最主要地被言说者),并且在第二实体自身中依种而言者也比属更是实体,说“而在第二实体中种比属更是实体”,所以他自然会提出疑问:既然先前说过实体比实体更是实体,如今怎么又说实体似乎不容纳更多与更少呢?对此他给出解答说,在那里说存在更多与更少,而在这里说不存在,并不是在同一意义上说的;因为在那里他考察实体在深度上的比较与等级,说第一实体比第二实体更是实体,乃是因为对于大众而言它更为人所共知,而在第二实体中种更是实体,乃是因为种比属更接近第一实体;但是在这里他是在宽度上进行比较,说个体无论比之自身还是一个比之另一个,都绝非更多或更少是实体;因为绝没有人会说苏格拉底比自身更多或更少是人,也不会说苏格拉底比柏拉图更是人。不仅如此,种无论比之自身还是一个比之另一个也都绝非更是实体,例如马绝不比人更是实体。在属的情形中亦是如此。然而这一固有属性亦即伴随属性,虽属于一切实体,却绝非唯独属于实体;因为数量既然完全没有任何相反者,同样不容纳更多与更少,而偶数与奇数既然在本性上不能混合,也是如此。那么为什么他没有像在其他固有属性上于末尾说“然而这并非实体的固有属性,因为即使假定它属于一切实体,却绝非唯独属于实体,或者唯独属于实体却并不属于一切实体”那样,在此处也同样做,并且说即使这属于一切实体也并非实体的固有属性,因为数量同样不容纳更多与更少呢?我们回答说,他是因为从前面所说的话中这是显而易见的,才省略了这一点。因为正如我所说,伴随属性是相互联系的,并且由不具有相反者完全可以推论出某事物不是更多和更少的,而他不久前已经证明无论实体还是数量都不具有任何相反者,所以他就留给我们自己去推论并领会:不容纳更多与更少并非唯独属于实体,而是同样属于数量。

语法注3 条
  1. 2.27τὴν κατὰ βάθος τῶν οὐσιῶν παραβολὴν καὶ τάξιν σκοπῶν

    分词 σκοπῶν 修饰主句动词 ἔλεγε 的主语(亚里士多德),表示考察的方式或角度。κατὰ βάθος(在深度上,即纵向层级结构)与后文出现的 κατὰ πλάτος(在宽度上,即同等级的横向对比)构成明确的对比对偶。

  2. 2.27ὡς ἐναργὲς ὂν ἐκ τῶν εἰρημένων τοῦτο κατέλιπεν

    由 ὡς 与中性单数分词 ὂν 构成的结构,说明了主句动词 κατέλιπεν(留置、省略)的理由。中性代词 τοῦτο 作为 κατέλιπεν 的直接宾语兼分词 ὂν 的语义主语,表达“鉴于这从已言明之事来看是显而易见的”。

  3. 2.27ἡμῖν κατέλειψε τὸ συναγαγεῖν καὶ προσυπακοῦσαι ὅτι

    带冠词不定式短语 τὸ συναγαγεῖν καὶ προσυπακοῦσαι 充当主动词 κατέλειψε 的直接宾语,与格 ἡμῖν 表示承受动作的对象。后面的 ὅτι 从句则是这两个不定式(推论和言外领会)的宾语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:76.1-77.24