- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:74.4-75.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解了亚里士多德《范畴篇》3b21–3b33,探讨了属比种在更广范围上限定实体性性质,阐释了实体没有任何相反者(因这同样属于数量而并非独有的固有属性,并审察了元素间的对立),并基于相反性与混合的本性论证了实体不容纳“更多与更少”。
" Ἐπὶ πλεῖον δὲ τῷ γένει ἢ τῷ εἴδει τὸν ἀφορισμὸν ποιεῖται· ὁ γὰρ ζῷον εἰπὼν ἐπὶ πλεῖον περιλαμβάνει ἢ ὁ τὸν ἄνθρωπον." Τοῦτ’ ἔστιν εἰ καὶ ἡ δευτέρα πᾶσα οὐσία τὴν οὐσιώδη τῶν πραγμάτων ἀφορίζει ποιότητα, ἀλλ’ οὖν τὸ γένος τοῦ εἴδους τὴν καθολικωτέραν μᾶλλον καὶ κοινοτέραν ποιότητα διακρίνει, τὸ δὲ εἶδος τὴν μερικωτέραν.
“而他通过属所作的限定比通过种所作的限定范围更广;因为说‘动物’的人比说‘人’的人涵盖了更广的范围。” 这就是说:即使一切第二实体都限定事物的实体性性质,然而相对于种而言,属辨析出更为普遍且更为共通的性质,而种则辨析出更为个别的性质。
"Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν ἐναντίον αὐταῖς εἶναι." Ἐπὶ τέταρτον παρακολούθημα μεταβέβηκε καὶ τοῦ τρίτου καταγνοὺς ὡς μόνῃ μὲν ὑπάρχοντος οὐ πάσῃ δέ. ἔστι δὲ τοῦτο τὸ μηδὲν ἐναντίον εἶναι τῇ οὐσίᾳ· τῷ γὰρ Σωκράτει, φησί, οὐδέν ἐστιν ἐναντίον ἢ ἄλλῳ τινὶ τῶν ἀτόμων. ἀλλὰ μὴν οὔτε τῇ δευτέρᾳ· τῷ γὰρ ἀνθρώπῳ ἢ τῷ ζῴῳ τί ἐστιν ἐναντίον; εἰ δέ τις εἴποι ‘τί οὖν; οὐκ ἀντίκειται τὸ πῦρ τῷ ὕδατι καὶ ἡ γῆ τῷ ἀέρι;’, λέγομεν ὅτι ταῦτα ἀντίκειται ἀλλήλοις οὐχ ᾗ οὐσίαι εἰσίν, ἀλλ’ ᾗ πεποίωνται· ἡ γὰρ ἐν πυρὶ θερμὴ καὶ ξηρὰ ποιότης τῇ τοῦ ὕδατος ψυχρᾷ καὶ ὑγρᾷ ἀντίκειται ποιότητι. τάχα δὲ ἐὰν τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲ κατὰ τὰς ποιότητας φήσομεν ἀντικεῖσθαι τῷ πυρὶ τὸ ὕδωρ·1 τὰ γὰρ ἐναντία περὶ τὸ αὐτὸ ὑφίστανται ὑποκείμενον καὶ οὕτω τὸν πρὸς ἄλληλα ἀναδέχονται πόλεμον, ἑκατέρου αὐτῶν τὸ ὑποκείμενον καταλαβεῖν σπεύδοντος καὶ θάτερον ἐξωθοῦντος. εἰ τοίνυν τὸ πῦρ οὐχ ὑπόκειται παρὰ μέρος θερμότητι καὶ ψυχρότητι, οὐδὲ κυρίως φήσομεν τῇ ὡς ἐν πυρὶ θερμότητι ἀντικεῖσθαί τι, εἴ γε τὰ ἀντικείμενα, ὡς ἔφαμεν, περὶ τὸ αὐτὸ πολεμεῖ ὑποκείμενον. καταγινώσκει δὲ καὶ τούτου ὡς μὴ μόνῃ τῇ οὐσίᾳ ὑπάρχοντος, εἰ καὶ πάσῃ· τῷ γὰρ ποσῷ, φησίν, οὐδέν ἐστιν ἐναντίον, οἷον τοῖς δέκα ἢ τῷ διπήχει· τούτοις γὰρ τί ἂν εἴη ἐναντίον; οὐ γὰρ τὸ τετράπηχυ τῷ διπήχει ἐναντίον· τὰ γὰρ ἐναντία φθείρουσιν ἄλληλα, ἐνταῦθα δὲ αὔξησίς ἐστι τοῦ διπήχεος τὸ τετράπηχυ. εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ, φησί, φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ, καίτοι οὐδὲ ταῦτα ἐναντία ἐστὶ ποσά, καὶ δείξει μικρὸν ὕστερον ὅτι οὐδὲ ποσά ἐστιν ἀλλὰ πρός τι· ἀλλ’ οὖν εἰ καὶ κατὰ συγχώρησιν, φησί, δοίη τις αὐτὰ ποσὰ εἶναι, οὐδὲν ἡμῖν διοίσει· ἀρκεῖ γὰρ ἡμῖν πρὸς τὸ δεῖξαι ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει2 τὸ μηδὲν ἐναντίον, εἴ γε καὶ τοῖς ἀφωρισμένοις ποσοῖς τοῦτο ὑπάρχει. ἀφωρισμένα δὲ ποσὰ λέγουσιν ὅσα ὡρισμένην τινὰ ἔχουσι ποσότητα καὶ μὴ τῇ πρὸς ἕτερον σχέσει λέγονται.
“而且没有任何东西与实体相反,这也是属于实体的。” 他在同样排除了第三个固有属性——理由是它虽唯独属于实体却不属于一切实体——之后,进而转向第四个伴随属性。这就是没有任何东西与实体相反。因为他说,没有任何东西与苏格拉底相反,对任何其他个体也是如此。而且对第二实体同样没有相反者;因为有什么东西与人或动物相反呢?但若有人说:“那么怎样呢?难道火不与水相反,土不与气相反吗?”,我们便说:这些事物彼此相反并非就它们是实体而言,而是就它们具有性质而言。因为火中热且干燥的性质与水中冷且潮湿的性质相反。不过或许若有人精确地审察,我们甚至不会说水在性质上也与火相反。因为相反者是围绕同一主体而成立的,并以此方式承担彼此间的争战,它们各自都竭力占据该主体并驱逐对方。因此,如果火并不轮流作为热与冷的承载主体,那么只要相反者正如我们所说围绕同一主体交战,我们就不会严格地说有任何东西与火中的热相反。但他对这一特征也作出了否定判断,理由是它虽属于一切实体却不唯独属于实体。因为他说,没有任何东西与数量相反,例如与十或二肘相反;因为有什么能与这些相反呢?四肘并不与二肘相反;因为相反者彼此毁灭,而在此处四肘乃是二肘的增长。他说,除非有人主张多与少相反,或者大与小相反——尽管这些甚至都不是相反的数量,并且他稍后将证明它们甚至不是数量而是关系者。然而他说,即使有人出于让步承认它们是数量,对我们也没有任何妨碍;因为既然在确定的数量中也具有这一特征,这对于我们表明没有任何相反者并非唯独属于实体而言便已足够了。而人们把凡是具有某种确定量度且不是通过与另一事物的关系而被言说的所有事物称为确定的数量。
"Δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον." Ἐπὶ πέμπτον παρακολούθημα μετῆλθε, λέγω δὴ τὸ τὴν οὐσίαν μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. τοῦτο δὲ τῷ πρὸ αὐτοῦ ἐστιν ἀκόλουθον καὶ ἐξ ἐκείνου ἔσχε τὴν γένεσιν τοῦ λέγοντος τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον· ἐν τούτοις γὰρ πέφυκε γίνεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν οἷς καὶ ἡ ἐναντιότης. καὶ τοῦτο οὐχ ἁπλῶς· οὐ γὰρ ὅσα ἐστὶν ἐναντία, δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἀλλ’ ὅσα τῶν ἐναντίων πέφυκε μίγνυσθαι ἀλλήλοις· τὸ γὰρ ἄρτιον καὶ τὸ περιττὸν ἐναντία ὄντα οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπειδὴ οὐδὲ μίγνυσθαι πέφυκεν· οὔτε γάρ ἐστιν ἄρτιον ἀρτίου μᾶλλον ἄρτιον οὐδὲ περιττὸν περιττοῦ μᾶλλον περιττόν. λευκὸν δὲ εἶναί λέγεται λευκοῦ μᾶλλον λευκόν, ἐπειδὴ τῷ μέλανι πέφυκε μίγνυσθαι· ἐκεῖνο γὰρ λέγεται μᾶλλον λευκὸν τὸ πλείονα τὴν ἀπόστασιν ἔχον τοῦ μέλανος, ἧττον δὲ λευκὸν λέγεται τὸ πλείονα τὴν μῖξιν τὴν πρὸς τὸ μέλαν ὑποδεξάμενον. καὶ αὐτὸ δὲ ἑαυτοῦ τι μᾶλλον λευκότερον λέγεται·3 νῦν γὰρ ὄν τι λευκὸν ἑαυτοῦ λευκότερον γίνεται διακριθέντος τοῦ ἐμμιχθέντος ἐν αὐτῷ μέλανος. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰ τοίνυν οὐδὲ πάντα τὰ ἐναντία τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται, ἀλλὰ μόνως τὰ μίγνυσθαι πεφυκότα, πολλῷ μᾶλλον τὰ μηδὲ ὅλως ἔχοντά τι ἐναντίον οὐκ ἐπιδέξεται τὸ μᾶλλον καὶ τὸ ἧττον.
“而实体似乎不容纳更多与更少。” 他进而转向第五个伴随属性,我所说的即实体不容纳更多与更少。这是紧随在前一个属性之后的,并且起源于声称没有任何东西与实体相反的那一属性。因为更多与更少自然发生于那些同样具有相反性的事物之中。而且这还不是无条件如此的;因为并非凡是相反者都容纳更多与更少,而唯有那些在相反者中本性上能彼此混合者才容纳。因为偶数与奇数作为相反者并不容纳更多与更少,因为它们在本性上甚至不能混合;因为既没有一个偶数比另一个偶数更偶,也没有一个奇数比另一个奇数更奇。但是白的事物被说成比白的事物更白,乃是因为它在本性上能与黑混合;因为与黑相距更远的事物被说成更白,而承受了与黑更多混合的事物则被说成较不白。并且同一事物也被说成比自身更白;因为如今是白的某个事物,在混入其中的黑被分离开时,会变得比自身更白。在其他事物上亦是如此。因此,如果就连相反者也并非全都容纳更多与更少,而唯有本性上能混合者才容纳,那么完全没有任何相反者的事物就更不会容纳更多与更少。
- 2.25τάχα δὲ ἐὰν τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲ κατὰ τὰς ποιότητας φήσομεν ἀντικεῖσθαι τῷ πυρὶ τὸ ὕδωρ
条件句中采用不定过去时祈愿语气 ἐξετάσειεν(潜能/假设),而在主句中搭配将来时直陈语气 φήσομεν,借由将来时表达坚定的逻辑必然推论(“我们将不会说”)。
- 2.25ἀρκεῖ γὰρ ἡμῖν πρὸς τὸ δεῖξαι ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μηδὲν ἐναντίον, εἴ γε καὶ τοῖς ἀφωρισμένοις ποσοῖς τοῦτο ὑπάρχει
非人称动词 ἀρκεῖ 支配表示目的的介词短语 πρὸς τὸ δεῖξαι(带冠词不定词),后者带有 ὅτι 从句作为其内容宾语。末尾的 εἴ γε 引导一个以既定事实为前提的条件从句(“只要/既然确实”)。
- 2.26καὶ αὐτὸ δὲ ἑαυτοῦ τι μᾶλλον λευκότερον λέγεται
副词 μᾶλλον 与比较级形容词 λευκότερον 重叠构成的双重比较结构。此处并非单纯的语法冗余,而是为了强调不同阶段间的自身比较(“比自身还要更白”)。
