← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§71.14-74.3

意指这一个与实体性质的界定

斐洛波诺斯讨论了实体的第三个特征即意指“这一个”(3b10),区分了第一实体与第二实体的差异。随后他调和了第二实体在表示本构本质的同时又限定其实体性质的问题,并阐明了“实体进行意指”这一表述的具体涵义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23

" Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν." Ἀπωσάμενος τὰ πρότερα δύο παρακολουθήματα, τό τε μὴ ἐν ὑποκειμένῳ εἶναι καὶ τὸ συνωνύμως πάντα ἀπ’ αὐτῶν λέγεσθαι, ἐπὶ τρίτον μεταβέβηκεν ἴδιον, τὸ τόδε τι σημαίνειν· σημαίνει μὲν οὖν αὐτῷ τὸ τόδε τὸ ὑποκείμενον (δείξεως γάρ ἐστι τοῦτο), τὸ δὲ τὶ τὸ μερικόν. δι’ ἀμφοτέρων οὖν σημαίνει τὸ μερικὸν ὑποκείμενον, οἷον τὸν τινὰ ἄνθρωπον ἢ τόδε τὸ ξύλον· ἐπὶ τούτων γὰρ ἀεὶ ὁ Ἀριστοτέλης φέρει τὸ τόδε, λέγω δὴ τῶν ἀτόμων τῶν φαινομένων καὶ αἰσθητῶν· ταῦτα γάρ ἐστι τὰ καὶ τὴν δεῖξιν μόνα καταδεχόμενα καὶ μόνως ὑποκείμενα πᾶσι. καταγινώσκει δὲ καὶ τούτου τοῦ ἰδίου ὡς οὐ πάσῃ τῇ οὐσίᾳ παρακολουθοῦντος, εἰ καὶ μόνῃ·1 τὰ γὰρ εἴδη, φησί, καὶ τὰ γένη, οἷον ἄνθρωπος καὶ ζῷον, δοκεῖ μὲν τόδε τι σημαίνειν διὰ τὸν ἑνικὸν χαρακτῆρα τῆς φωνῆς, ἐμφαίνει δὲ μᾶλλον πλῆθος καὶ κοινότητα πλειόνων τινῶν περιεκτικὴν καὶ ποιότητά τινα. οὐ ποιότητα δέ φησιν, οἵα ἐστὶν ἡ κατὰ τὸ συμβεβηκός· ἐκείνη γὰρ οὔτε προσγινομένη τῷ ὑποκειμένῳ οὔτε ἀπογινομένη συμβάλλεταί τι ἢ λυμαίνεται, τὰ δὲ γένη καὶ τὰ εἴδη συμπληρωτικά ἐστιν ἐκείνων ὧν λέγονται εἶναι καὶ καθ’ ὧν ἂν κατηγορῶνται καί, ὡς φησιν αὐτός, περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, τοῦτ’ ἔστι τὴν τοιάνδε ἢ τοιάνδε οὐσίαν ἀφορίζει καὶ διαστέλλει καὶ συγκεχυμένην αὐτὴν διακρίνει, τὴν οὐσιώδη ἑκάστης οὐσίας ποιότητα εἰλικρινῆ φυλάττοντα·2 τῆς γὰρ οὐσίας περιεχούσης τὸ σῶμα καὶ ἀσώματον καὶ συγκεχυμένων ὄντων τούτων καὶ ἀδιακρίτων, ἡ τῶν εἰδῶν τούτων διαίρεσις τὴν ἑκάστου ποιότητα ἀφώρισε. πάλιν τοῦ σώματος πλείονα πράγματα περιέχοντος (τὸ γὰρ ἔμψυχον καὶ ἄψυχον) διακρίνει τὰ συγκεχυμένα καὶ ἀφορίζει ἑκάστῳ τὸ ἴδιον. ὁμοίως τοῦ ἐμψύχου πλείονα περιέχοντος τὰ τούτου εἴδη ἑκάστῳ τὸ ἴδιον ἀφορίζουσιν. ὡσαύτως καὶ ἐπὶ τῶν λοιπῶν· τὸ γὰρ ζῷον καὶ τὸ φυτόν, γένη ὄντα τῶν ὑπ’ αὐτὰ ὑπὸ δὲ τὸ ἔμψυχον σῶμα τεταγμένα, δι’ ἑαυτῶν τοῖς οἰκείοις εἴδεσι τὴν οὐσιώδη ποιότητα ἀφορίζουσι. Καὶ πῶς οὖν, φασίν, ἐλέγετο τὰ γένη καὶ τὰ εἴδη ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, νῦν δέ φησιν ὁ Ἀριστοτέλης τὸ ποιὸν αὐτὰ περὶ τὴν οὐσίαν ἀφορίζειν; λέγομεν ὅτι ᾗ μετέχουσι τῶν διαφορῶν τὰ μὲν εἴδη ἐνεργείᾳ τὰ δὲ γένη εἴτε δυνάμει κατὰ τοὺς Περιπατητικοὺς εἴτε ἐνεργείᾳ κατὰ τοὺς Πλατωνικούς, ταύτῃ λέγονται τὸ ποιὸν περὶ τὴν οὐσίαν ἀφορίζειν· αἱ γὰρ διαφοραὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται. ζητητέον δὲ πῶς φησι τὴν οὐσίαν σημαίνειν, καίτοι γε αὕτη σημαίνεται μᾶλλον καὶ οὐ σημαίνει. λέγομεν οὖν πρὸς τοῦτο ὅτι, ὡς πολλάκις εἴρηται, πρόκειται τῷ Ἀριστοτέλει περὶ φωνῶν καὶ πραγμάτων καὶ νοημάτων διαλαβεῖν· ἡ τοίνυν οὐσία ὡς μὲν φωνὴ σημαίνει καὶ οὐ σημαίνεται (αἱ γὰρ φωναὶ τῶν πραγμάτων εἰσὶ σημαντικαί), ὡς δὲ πρᾶγμα σημαίνεται καὶ οὐ σημαίνει· τὰ γὰρ πράγματα ὑπὸ μὲν φωνῶν σημαίνεται, αὐτὰ δὲ ἄλλων σημαντικὰ οὐκ ἔστιν· ὥσπερ γὰρ τὰ ὀνόματα αὐτὰ μὲν καθ’ ἑαυτὰ σημαντικά εἰσι τῶν πραγμάτων, συμπλεκόμενα δέ τινι μέρει τοῦ λόγου σημαίνεταί πως μᾶλλον ὑπ’ αὐτοῦ, οὕτω καὶ ἐνταῦθα· οἷον ὅταν εἴπω ‘Σωκράτης’, διὰ τοῦ ὀνόματος τὴν οὐσίαν τοῦ Σωκράτους ἐσήμανα, ὅταν δὲ εἴπω ‘Σωκράτης ὁ φιλόσοφος’ ἢ ‘Σωκράτης ὁ περιπατῶν’, τότε τὸ ὄνομα σημαίνεται μᾶλλον ἢ σημαίνει διὰ τοῦ φιλόσοφος ἢ διὰ τοῦ περιπατῶν, καὶ οὐκ αὐτὸ σημαίνει, ἀλλ’ ἄλλο τι. οὕτω δὴ οὖν κἀνταῦθα αὐτὸ μὲν καθ’ ἑαυτὸ τὸ τῆς οὐσίας πρᾶγμα λαμβανόμενον οὐ σημαίνει τι, ὅταν δὲ τῇ φωνῇ συμπλακῇ, τότε ὑπ’ ἐκείνης σημαίνεται.

“而一切实体似乎都意指‘这一个’。” 在排除了前两个伴随属性——即不在主体之中,以及一切事物都从它们同名地被说——之后,他进而转向第三个固有属性,即意指“这一个”。因此对他而言,“这”意指主体(因为这是属于指示的),而“某个”则意指个别之物。因此通过两者,他意指个别的主体,例如某个特定的人或这根木头。因为亚里士多德总是将“这”应用于这些事物,我所说的正是显现的和可感觉的个体;因为唯有这些个体既接受指示,又唯一地作为一切事物的主体。但他对这一固有属性也作出了否定判断,认为它并不伴随一切实体,即使它唯独伴随实体。因为他说,种和属,例如“人”和“动物”,由于词语的单数形式特征,似乎意指“这一个”,但它们毋宁表明了多数性、涵盖若干事物的共通性以及某种性质。但他所说的并不是偶性意义上的那种性质;因为那种性质无论加于主体还是从主体脱离,既无所助益也无所损害,而属和种对于它们被说是其所属的那些事物以及它们所可能述说在其上的那些事物而言,乃是构成性的,并且正如他自己所言,它们限定围绕实体的性质——也就是说,它们限定并区分这样或那样的实体,将混淆的实体辨析开来,纯粹地保持每一实体的实体性性质。因为当实体涵盖身体与非身体,而这些处于混淆和未分状态时,这些种的划分限定了各自的性质。又如身体涵盖更多事物时(因为它涵盖有灵魂之物与无灵魂之物),划分辨析了混淆之物,并为每一事物限定其固有特征。同样,当有灵魂之物涵盖更多事物时,它的各个种为每一事物限定其固有特征。其余情况亦是如此:因为动物与植物作为位于其下之物的属,并且被排布在有灵魂的身体之下,通过自身为它们各自的种限定其实体性性质。 他们说:“那么,既然此前曾说属和种是在‘是什么’中被述说的,如今亚里士多德为何又说它们限定围绕实体的性质呢?”我们说:就各个种在现实上分有各种种差,而各个属或者按照漫步学派是在潜能上、或者按照柏拉图派是在现实上分有各种种差而言,在这一层面上它们被说成是限定围绕实体的性质;因为种差是在“是何种事物”中被述说的。然而必须探讨的是,既然实体毋宁是被意指的而非进行意指的,他为何说实体进行意指。因此我们对此说:正如屡次提及的那样,亚里士多德的意图是探讨言词、事物与概念。因此,实体作为言词是进行意指的而非被意指的(因为言词意指事物),但作为事物则是被意指的而非进行意指的;因为事物是由言词所意指的,而它们本身并不意指其他事物。因为正如名词本身自身固然意指事物,但在与话语的某个部分相结合时,在某种意义上毋宁被它所意指,在此处也是如此。例如,当我说“苏格拉底”时,通过该名词我意指了苏格拉底的实体;但当我说“哲学家苏格拉底”或“散步的苏格拉底”时,那时该名词通过“哲学家”或通过“散步的”毋宁是被意指的而非进行意指,并非它自身进行意指,而是别的东西在进行意指。因此在这里也是如此,实体的事物本身自身被把握时并不意指什么,但当它与言词结合时,那时它便被言词所意指。

语法注2 条
  1. 2.23καταγινώσκει δὲ καὶ τούτου τοῦ ἰδίου ὡς οὐ πάσῃ τῇ οὐσίᾳ παρακολουθοῦντος, εἰ καὶ μόνῃ

    动词 καταγινώσκω(“否定”、“否定性地判定”)支配属格宾语(τούτου τοῦ ἰδίου),后续 ὡς 加属格分词结构(οὐ πάσῃ τῇ οὐσίᾳ παρακολουθοῦντος)引出判定的理由。条件句 εἰ καὶ μόνῃ 省略了述部 παρακολουθεῖ [τῇ οὐσίᾳ],表示让步条件(“即使它唯独伴随[实体]”)。

  2. 2.23τὰ δὲ γένη καὶ τὰ εἴδη συμπληρωτικά ἐστιν ἐκείνων ὧν λέγονται εἶναι καὶ καθ’ ὧν ἂν κατηγορῶνται καί, ὡς φησιν αὐτός, περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, τοῦτ’ ἔστι τὴν τοιάνδε ἢ τοιάνδε οὐσίαν ἀφορίζει καὶ διαστέλλει καὶ συγκεχυμένην αὐτὴν διακρίνει, τὴν οὐσιώδη ἑκάστης οὐσίας ποιότητα εἰλικρινῆ φυλάττοντα

    主语为中性复数 τὰ δὲ γένη καὶ τὰ εἴδη,其谓语动词 ἐστιν、ἀφορίζει、διαστέλλει 与 διακρίνει 均采用单数形式(中性复数主语接单数谓语动词的古典规则)。末尾的中性复数现在分词 φυλάττοντα 在性数上与主语一致,作副词性/伴随分词使用(“纯粹地保持着……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:71.14-74.3