← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§70.1-71.13

种差的实体性述说及与实体并列的原由

针对亚里士多德关于来自实体与种差的述部同名地述说在个体或种之上的论述(3a34),约翰·斐洛庞诺斯论证了种差是按实体性质被述说的,并通过本篇著作着眼于常人所熟知的复合实体这一主旨,解释了为何亚里士多德在此处将种差与实体并列却未直接称其为实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.22

" Πᾶσαι γὰρ αἱ ἀπὸ τούτων κατηγορίαι ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται ἢ κατὰ τῶν εἰδῶν." Πρῶτον διδάσκει τίνα εἰσὶ τὰ δεχόμενα τὴν ἀπὸ τῶν οὐσιῶν καὶ τῶν διαφορῶν κατηγορίαν, εἶθ’ οὕτως τὴν συνώνυμον ἐπ’ αὐτῶν ἐφαρμόζει κατηγορίαν· τὰ μὲν γὰρ ἄτομα, φησί, κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, τὰ δὲ εἴδη κατὰ τῶν ἀτόμων, τὰ δὲ γένη κατὰ ἀμφοτέρων, ὡσαύτως καὶ αἱ διαφοραὶ κατὰ τῶν εἰδῶν καὶ κατὰ τῶν ἀτόμων. ταῦτα δὲ καὶ συνωνύμως καθ’ ὧν κατηγορεῖται λέγεται· ὁ γὰρ Σωκράτης καὶ ἄνθρωπός ἐστι καὶ ζῷον λογικὸν θνητόν ἐστι καὶ οὐσία ἔμψυχος αἰσθητική. ἀλλὰ καὶ τῶν διαφορῶν καὶ τοὔνομα καὶ τὸν λόγον ἐπιδέχεται· λέγεται γὰρ καὶ λογικὸν εἶναι, ὅπερ ἐστὶν ὄνομα τῇ διαφορᾷ, τὸ λογικὸν1 καὶ τὸν ὁρισμὸν αὐτῆς ὑποδέχεται· λογικὸν γάρ ἐστι τὸ τῷ λόγῳ χρώμενον· τοῦτον δὲ τὸν λόγον καὶ ὁ Σωκράτης ἐπιδέχεται. καὶ τοῦ εἴδους δὲ ὁμοίως συνωνύμως καὶ τὸ γένος καὶ ἡ διαφορὰ κατηγορεῖται. πρόδηλον δὲ καὶ τοῦτο, ὅτι ὅσα συνωνύμως κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. εἰκότως οὖν τὸ μὲν γένος καὶ ἡ διαφορὰ κατὰ τῶν εἰδῶν συνωνύμως κατηγορούμενα καὶ κατὰ τῶν ἀτόμων κατηγοροῦνται, καθ’ ὧν καὶ τὰ εἴδη, τὰ δὲ εἴδη κατὰ μόνων τῶν ἀτόμων, τὰ δὲ ἄτομα κατ’ οὐδενός, ἐπειδὴ οὐδὲ ἔστι τι αὐτοῖς ὑποκείμενον. σκόπει δὲ ἐνταῦθα πῶς γέγονεν αὐτῷ χρήσιμος ἡ περὶ τῶν συνωνύμων διδασκαλία, ὃ καὶ αὐτὸς δηλῶν φησι συνώνυμα δέ γε ἦν ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ λόγος ὁ αὐτός. Κἀντεῦθεν δὲ σκόπει πῶς διαρρήδην τὰς διαφορὰς οὐσίας φησὶν εἶναι· εἰ γὰρ τὰ ἐν ὑποκειμένῳ ὄντα ἢ τοῦ ὀνόματος μόνου μεταδιδόασιν ἢ οὔτε τοῦ ὀνόματος μεταδιδόασιν οὔτε τοῦ ὁρισμοῦ, αἱ δὲ διαφοραὶ συνωνύμως κατὰ τῶν εἰδῶν καὶ τῶν ἀτόμων κατηγοροῦνται, οὐσίαι ἄρα αἱ διαφοραὶ καὶ οὐ συμβεβηκότα· τοῦτο γὰρ ὑπάρχει τοῖς οὐσιωδῶς κατηγορουμένοις τὸ καὶ τοῦ ὀνόματος μεταδιδόναι τοῖς ὑποκειμένοις καὶ τοῦ ὁρισμοῦ.2 τίνος οὖν ἕνεκεν ἀνωτέρω δοκῶν αὐτὰς διακρίνειν τῶν οὐσιῶν ἐν τοῖς ἑξῆς συντάττει; διὰ τὴν πολλάκις εἰρημένην αἰτίαν, ὅτι σκοπός ἐστιν αὐτῷ ἐνταῦθα οὐ περὶ πάσης οὐσίας διδάξαι, ἀλλὰ περὶ μόνης τῆς συνθέτου, ἧς καὶ τὴν γνῶσιν ἔχει ὁ πολὺς ἄνθρωπος· οἱ γὰρ πολλοὶ οὐ μόνον Σωκράτην ἴσασι τὸν Σωκράτην, ἀλλὰ καὶ ἄνθρωπον αὐτὸν ἴσασι καὶ ζῷον. καὶ ἐπὶ πάντων δὲ τῶν κατὰ μέρος κοινῶς φέρουσι τὸ τοῦ ἀνθρώπου ὄνομα, ὁμοίως δὲ καὶ ἐπὶ ἀνθρώπων καὶ ἵππων καὶ τῶν λοιπῶν ζῴων τὸ τοῦ ζῴου· τῆς δὲ λογικότητος αὐτῆς καθ’ ἑαυτὴν ἔννοιαν οὐκ ἔχουσιν, ἀλλὰ κἂν λέγωσι λογικόν, τὸ σύνθετον λέγουσι· λογικὸν γὰρ ζῷον τὸ ὅλον τοῦτο γινώσκουσι. καὶ ἐπὶ τοῦ ἀλόγου ὡσαύτως καὶ τῶν λοιπῶν διαφορῶν. διὰ τοῦτο οὖν ἐνταῦθα οὐ λέγει μὲν ἄντικρυς τὰς διαφορὰς οὐσίας εἶναι, ἀλλὰ βούλεται μὲν αὐτὰς οὐσίας εἶναι καὶ τὸ βούλημα ἐκκαλύπτει πανταχοῦ, οὐ τοιαύτας δὲ οὐσίας, οἷαί εἰσιν αἱ σύνθετοι, περὶ ὧν αὐτῷ ἐνταῦθα ὁ λόγος. οὕτως οὖν καὶ ἐν τῇ Φυσικῇ τριττὴν τὴν οὐσίαν εἰρηκώς, τήν τε κατὰ τὴν ὕλην καὶ τὸ εἶδος (τὸ ἐν ὕλῃ λέγω, οὐ τὸ πρὸ τῶν πολλῶν ἢ τὸ ἐν τοῖς πολλοῖς)3 καὶ ἔτι τὴν ἐκ τοῦ συναμφοτέρου, τῆς τε ὕλης καὶ τοῦ εἴδους, συγκειμένην, ἐνταῦθα μόνον τὸ σύνθετον οὐσίαν εἶπεν, οὔτε δὲ τὴν ὕλην οὔτε τὸ εἶδος, ἐπειδὴ μηδὲ περὶ τῶν ἁπλῶν αὐτῷ ὁ λόγος.

“因为从这些而来的一切述部,或者述说在各个个体之上,或者述说在各个种之上。” 他首先指明哪些事物是接受从实体与种差而来的述说的,然后便这样将同名的述说应用在它们之上。因为他说,各样个体不述说在任何主体之上,而各样种述说在各样个体之上,各样属述说在两者之上,同样地各样种差也述说在各样种与各样个体之上。而这些述部对于它们所述说在其上的对象,也是同名地被说的。因为苏格拉底既是人,也是有理性的必死的动物,也是有灵魂的有感觉的实体。但他同时也接受种差的名称与定义。因为他也被说成是有理性的,这就是该种差的名称,即“有理性的”;他也接受它的定义。因为有理性的就是运用理性者;而苏格拉底也接受这一说明。同样地,属和种差也都同名地述说在种之上。这也是显而易见的:凡同名地述说在述部之上的事物,也同样会述说在主体之上。因此,属与种差作为同名地述说在种之上的事物,理所当然地也述说在个体之上——即种也述说在其上的那些对象——;而种则唯独述说在个体之上,个体则不述说在任何事物之上,因为根本不存在任何作为它们的主体之物。在此请注意,关于同名之物的教义对他而言是何等有用,他自己也在指明这一点时说:“同名之物就是那些名称共有且定义相同的事物。”而且由此请注意,他如何直截了当地说种差是实体;因为如果那些在主体之中的事物或者仅赋予名称,或者既不赋予名称也不赋予定义,而种差却是同名地述说在种与个体之上,那么种差便是实体而非偶性。因为向主体同时赋予名称与定义,正属于那些按实体性质被述说的事物。那么,为何他此前表面上把它们从实体中区分开来,在接下来的行文中却将它们编排在一起呢?正是由于屡次提及的原因:因为他在此时的目的并不是要讲授一切实体,而唯独讲授复合实体,对此凡夫俗子也拥有知识。因为常人不仅把苏格拉底知晓为苏格拉底,而且也知晓他为人以及为动物。并且对于所有个别之物,他们都共同冠以“人”之名,同样对于人、马及其他动物冠以“动物”之名。但他们对于“理性”本身就其自身并无概念,而即使他们说“有理性的”,他们所指的也是复合体;因为他们所认识的是“有理性的动物”这整个东西。对于“无理性的”以及其余种差亦是如此。正因如此,他在此时虽然没有公然宣称种差是实体,但他确实意指它们是实体,并且处处透露此意图,然而并不是像复合实体那样的实体——而他此时的论述正是关于复合实体的。因此就这样,他在《物理学》中也曾谈及实体有三种——按质料而言的、按形式而言的(我指的是质料之中的形式,而非在多数之先或在多数之中的形式),以及由二者即质料与形式结合而成的实体——,而在此时他却唯独将复合体称为实体,既未称质料也未称形式,因为他的论述根本不是关于单纯之物的。

语法注3 条
  1. 2.22ὅπερ ἐστὶν ὄνομα τῇ διαφορᾷ, τὸ λογικόν

    中性主格名词短语 τὸ λογικόν 与关系代词 ὅπερ 的先行词(或关系从句中的谓词名词 ὄνομα)构成同位语,意为“即该种差的名称,亦即‘有理性的’”。

  2. 2.22τοῦτο γὰρ ὑπάρχει τοῖς οὐσιωδῶς κατηγορουμένοις τὸ καὶ τοῦ ὀνόματος μεταδιδόναι τοῖς ὑποκειμένοις καὶ τοῦ ὁρισμοῦ

    指示代词 τοῦτο 作主语,带冠词的不定式短语 τὸ ... μεταδιδόναι 作说明性(同位语性)不定式具体补充 τοῦτο 的内容,整个句子的核心结构是“向主体同时赋予名称与定义,归属于那些按实体性质被述说的事物”。

  3. 2.22τὸ ἐν ὕλῃ λέγω, οὐ τὸ πρὸ τῶν πολλῶν ἢ τὸ ἐν τοῖς πολλοῖς

    动词 λέγω 起插入句作用,支配带有中性单数冠词的介词短语作为对前文 εἶδος(形式)的宾格限定补足语。这明确指出了物理学所讨论的是质料之中的形式(具身形式),从而区别于在多数之先的形式(先验相)和在多数之中的形式(内在共相)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:70.1-71.13