← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§68.10-69.28

实体的部分在主体中与同名述谓

斐洛庞奴斯注释了亚里士多德先发制人解决的疑难,即实体的各部分虽在整体中,却并非如偶性那样“在主体之中”,并通过区分理知部分(种差)与感性部分来为文本顺序的合理性辩护。随后,他探讨了所有事物均从实体与种差同名地被说这一第二伴随特能,并解释了为何它同样不能构成严格意义上的固有特能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19

" Μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις,1 μήποτε ἀναγκασθῶμεν οὐκ οὐσίας αὐτὰ φάσκειν εἶναι." Ὅπερ ἔμελλε τῷ Ἀριστοτέλει 〈τις〉 ἀπορίαν ἐπενεγκεῖν, τοῦτο φθάσας ἠπόρησέ τε καὶ ἐπελύσατο· ἠπόρησε γὰρ ἄν τις ‘ἐπειδὴ τὰ μέρη τῶν οὐσιῶν ἔν τινι (ἐν ταῖς οὐσίαις γάρ), καὶ τὰ συμβεβηκότα δὲ ἔν τινι (ἐν γὰρ τῷ ἀνθρώπῳ * *), τὰ μέρη ἄρα τῶν οὐσιῶν συμβεβηκότα ἐστίν, ὅπερ ἄτοπον’. λύων οὖν τοῦτο λέγει ὅτι ἀπεδόθη πῶς εἰρήκαμεν τὸ συμβεβηκὸς ἔν τινι· οὐ γὰρ ὡς μέρος τοῦ ὑποκειμένου ὑπάρχον, ἀλλ’ ὡς οὐκ ἄνευ τούτου συστῆναι δυνάμενον. αἱ δὲ διαφοραὶ χρείαν τῷ ὅλῳ παρέχουσι καὶ συμπληρωτικαί εἰσι τοῦ ὑποκειμένου. ὥστε εἰ καὶ κοινωνοῦσι κατὰ τὸ ἔν τινι, ἀλλ’ οὖν ἔστι τις ἐν αὐτοῖς διαφορὰ τῷ τὰς μὲν συμπληροῦν τὸ ὑποκείμενον καὶ ἀχωρίστους αὐτοῦ εἶναι τὰς δὲ μήτε συμπληροῦν μήτε ἀεὶ συνυπάρχειν.2 τινὲς δὲ τῶν ἐξηγητῶν τοῦτο τὸ ῥητὸν ἀξιοῦσι προτάττεσθαι τοῦ περὶ τῶν διαφορῶν τοῦ λέγοντος οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστίν· ἔδει γάρ, φασί, δείξαντα διὰ τούτων ὅτι οὐδὲν μέρος τῆς οὐσίας ἐν ὑποκειμένῳ ἐστίν, ἔστι δὲ 〈μέρος〉 τῆς οὐσίας καὶ ἡ διαφορά, οὕτως ἐπαγαγεῖν ὅτι οὐκ ἴδιον τῆς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἐπειδὴ καὶ τῆς διαφορᾶς. μήποτε δὲ καὶ ἡ τάξις αὕτη καλῶς ἔχει· δείξαντος γὰρ μήτε τὰ εἴδη μήτε τὰ γένη μήτε τὰς διαφοράς, ἅτινα μέρη ἐστὶ τῶν οὐσιῶν, ἐν ὑποκειμένῳ εἶναι, ἔδει ἐπαγαγεῖν καθολικόν τινα λόγον, ὅτι οὐδὲ ὅλως ἄλλο τι μέρος τῆς οὐσίας ἐν ὑποκειμένῳ ἐστί. δοκεῖ δὲ αὐτῷ ὁ λόγος περὶ μερῶν, χειρὸς λέγω καὶ κεφαλῆς καὶ ποδός, καὶ περὶ τῶν νοητῶν δὲ διαλαμβάνειν,3 λογικοῦ καὶ θνητοῦ· τῶν γὰρ μερῶν τὰ μέν ἐστιν αἰσθητὰ τὰ δὲ νοητά. περὶ μέντοι τῶν νοητῶν νῦν διαλαμβάνει· οὕτω γὰρ καιρὸν ἔχει τοῦ θεωρήματος τούτου ἡ τάξις· ἐπειδὴ γὰρ ἔφησεν οὐκ ἴδιον οὐσίας εἶναι τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἐπειδὴ καὶ αἱ διαφοραὶ τῶν μὴ ἐν ὑποκειμένῳ εἰσίν, ἵνα μὴ νομίσῃ τις τοῦτο αὐτὸν εἰρηκέναι ὡς τῶν διαφορῶν μὴ οὐσῶν οὐσιῶν, αἵτινές εἰσι κυρίως οὐσίαι, διὰ τοῦτο εἶπε μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, ἐπεὶ ἀκαίρως δόξει τοῦτο τὸ θεώρημα ἐμβεβλῆσθαι, εἰ μὴ ἀποδεξόμεθα αὐτὸν λέγειν περὶ τῶν νοητῶν μερῶν, τοῦ λογικοῦ τοῦ θνητοῦ, ἅπερ ἰδίως μέρη εἰσὶ τοῦ ἀνθρώπου· ἐκ γὰρ αὐτῶν ὁ ἄνθρωπος.

“但是,实体的各部分作为在作为主体的各整体之中,不应当使我们困惑,以免我们被迫主张它们不是实体。” 凡有人将向亚里士多德提出的疑难,他都抢先提出并加以解决了。因为有人本可以提出疑难:“既然实体的各部分是在某物之中(因为它们在实体之中),而偶性也是在某物之中(因为在人之中……),所以实体的各部分便是偶性,而这是荒谬的。”于是,在解决此疑难时他说,我们所谓偶性在某物之中是如何说的,已经被说明了;因为偶性并非作为主体的部分而存在,而是作为若无主体便无法成立者而存在。而种差则为整体提供功用,并且是主体的补充成分。因此,纵使它们在“在某物之中”上有所共同,但在它们之间仍然存在着某种区别,在于前者补充主体且不可与主体分离,而后者既不补充也不始终共存。某些注释家主张,此段行文应当置于谈论种差的那段行文之前,即说“但这不是实体的固有特能,种差也属于不在主体之中的事物”的那段;因为他们说,通过这些论证表明实体的任何部分都不在主体之中,而种差也是实体的[部分]之后,他本应当这样推断出:不在主体之中并非实体的固有特能,因为这也属于种差。然而,或许这[现有的]顺序也是合理的;因为既然已经表明无论是种、属还是种差——它们是实体的各部分——都不在主体之中,他就应当引入某种普遍性的论述,即实体的任何其他部分都全然不在主体之中。而且在他看来,关于各部分——我说的是手、头和脚——的论述,也涉及理知的[部分],即有理性的和必死的;因为在各部分中,有些是感性的,有些是理知的。不过,他现在讨论的是理知的部分;因为唯有如此,这一命题的编排才正逢其时。因为既然他说不在主体之中并非实体的固有特能,因为种差也属于不在主体之中的事物,为了不让人以为他是因为种差不是实体才这样说的——种差正是严格意义上的实体——正因如此,他说“但是,实体的各部分作为在作为主体的各整体之中,不应当使我们困惑”,因为如果我们不接受他是在谈论理知的部分,即有理性的和必死的——它们在严格意义上是人的部分,因为人就是由它们组成的——那么这一命题就会显得是插在不合时宜的地方了。

§2.20

"Οὐ γὰρ οὕτω τὰ ἐν ὑποκειμένῳ ἐλέγετο τὰ ὡς μέρη ὑπάρχοντα ἔν τινι." Τοῦτ’ ἔστιν εἰ καὶ ἐλέγομεν ἔν τινι εἶναι τὰ συμβεβηκότα, ἀλλ’ οὐχ ὡς μέρος ἐν ὅλῳ· εἰ μὲν γὰρ πᾶν τὸ ἔν τινι ἀνάγκη ἦν ἐν ὑποκειμένῳ εἶναι, καὶ τὰ μέρη τῶν οὐσιῶν ἔν τινι ὄντα (ἐν γὰρ τῷ ὅλῳ εἰσίν) ἐν ὑποκειμένῳ ἂν ἦσαν· νῦν δὲ τοῦ ἔν τινι καθολικωτέρου ὄντος τὸ μὲν τῶν ἔν τινι ὡς ἐν ὑποκειμένῳ ἐστὶ τὸ δὲ ὡς μέρος ἐν ὅλῳ τὸ δὲ κατ’ ἄλλον τοῦ ἔν τινι τρόπον.

“因为在主体之中的事物并不是按作为部分存在于某物之中的那种方式被说的。” 这就是说,纵使我们曾说偶性是在某物之中,但并非作为部分在整体之中。因为如果凡是在某物之中的事物都必然在主体之中,那么实体的各部分既然在某物之中(因为它们在整体之中),也会在主体之中了。但事实上,由于“在某物之中”是更为普遍的,于是在某物之中的事物里,一种是作为在主体之中,另一种是作为部分在整体之中,还有一种则是按照“在某物之中”的其他方式。

§2.21

"Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως ἀπ’ αὐτῶν λέγεσθαι." Ἐπὶ δεύτερον παρακολούθημα μεταβαίνει τῆς οὐσίας καταγνοὺς τοῦ προτέρου. καὶ νῦν δὲ τὸ κυρίως ἴδιον ζητεῖ τῆς οὐσίας. εὐθὺς δὲ κατέγνω καὶ τούτου. δῆλον δέ ἐστι τοῦτο τῷ συνάψαι τὰς διαφοράς,4 ἵνα ᾖ δῆλον ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει. καὶ τὸ μὲν πρότερον ἐκβέβλητο ὡς πάσῃ μὲν οὐσίᾳ ὑπάρχον οὐ μόνῃ δέ, τοῦτο δὲ ὡς μήτε μόνῃ μήτε πάσῃ· οὔτε γὰρ τῇ πρώτῃ ὑπάρχει (οὐ γὰρ ἔχει κατά τινων κατηγορηθῆναι) οὔτε μόνῃ, ἐπειδὴ καὶ ταῖς διαφοραῖς.

“而属于各实体和各种差的是:一切事物都从它们同名地被说。” 他判定前一个不合格之后,过渡到了实体的第二个伴随特能。此时他也同样在寻找实体严格意义上的固有特能。但他立即也判定这一个不合格。而这通过他连带提及种差是显而易见的,以便清楚表明这并不唯独属于实体。并且,前一个[特能]被排除,是因为它属于每一实体,却并不唯独属于它;而这一个[被排除],则是因为它既不唯独属于实体,也不属于每一实体。因为它既不属于第一实体(因为它不可能被述说在任何事物之上),也不唯独属于实体,因为这也属于种差。

语法注4 条
  1. 2.19ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις

    分词 ὄντα 是主格中性复数,与语法主语 τὰ μέρη τῶν οὐσιῶν 一致。ὡς 表示所声称的理由或假定(“因为/作为”)。τοῖς ὅλοις 与 ἐν ὑποκειμένοις 构成同位语,意为“在作为主体的各整体之中”。

  2. 2.19τῷ τὰς μὲν συμπληροῦν τὸ ὑποκείμενον καὶ ἀχωρίστους αὐτοῦ εἶναι τὰς δὲ μήτε συμπληροῦν μήτε ἀεὶ συνυπάρχειν

    由与格冠词 τῷ 引导的不定式短语(συμπληροῦν、εἶναι 与 συνυπάρχειν)整体构成表示原因或依据的状语从句。不定式的逻辑主语分别为宾格阴性复数的 τὰς μέν(指种差 διαφοραί)和 τὰς δέ(指偶性),形成对比。

  3. 2.19δοκεῖ δὲ αὐτῷ ὁ λόγος περὶ μερῶν, χειρὸς λέγω καὶ κεφαλῆς καὶ ποδός, καὶ περὶ τῶν νοητῶν δὲ διαλαμβάνειν

    δοκεῖ 采用人称结构,主语为 ὁ λόγος περὶ μερῶν,带不定式 διαλαμβάνειν(“在他看来,关于部分的讨论似乎也论述了……”)。插入成分 χειρὸς λέγω... 嵌在该人称结构之中。

  4. 2.21τῷ συνάψαι τὰς διαφοράς

    与格定冠词 τῷ 加上不定过去式不定式 συνάψαι 构成表示手段或根据的副词短语(“通过将种差结合起来”)。不定式的逻辑主语是亚里士多德。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:68.10-69.28