- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:67.3-68.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德为何未将种差纳入主要讨论,指出大众仅将种差作为复合整体(如理性的动物)来把握;随后他论证在存在者的四分法中,“在多之先”的种差归入第一部分(普遍实体),而个体之中的种差严格来说是个体的部分,若视为种差则归入第四部分(个别实体)。
εἰ δέ τις εἴποι ‘καὶ μὴν πρόδηλοι τυγχάνουσιν αἱ διαφοραὶ τοῖς πολλοῖς· λέγουσι γὰρ λογικὸν καὶ θνητὸν εἶναι τὸν ἄνθρωπον’, λέγομεν ὅτι οὐχ ὡς περὶ ἁπλῶν ἔχουσιν ἔννοιαν τῶν διαφορῶν, οἷον αὐτῆς καθ’ ἑαυτὴν τῆς λογικότητος ἢ τῆς ἀλογίας, ἀλλ’ ὡς συνθέτων· λογικὸν γὰρ ζῷον τὸ ὅλον ὡς ἕν τι ἴσασι καὶ ἄλογον ὁμοίως. ἐλέγομεν δὲ καὶ ἀνωτέρω ὅτι τῆς οὐσίας τῆς μὲν οὔσης ἁπλῆς τῆς δὲ συνθέτου καὶ τῆς ἁπλῆς τῆς μὲν κρείττονος τῆς συνθέτου τῆς δὲ χείρονος,1 περὶ μόνης διαλαμβάνει τῆς συνθέτου τῆς κατὰ τὰ γένη καὶ τὰ εἴδη καὶ τὰ ἄτομα θεωρουμένης· ἀμέλει τοίνυν παραβάλλων τὰς οὐσίας πρὸς ἀλλήλας μόνα παρέβαλλε τὰ γένη καὶ τὰ εἴδη, ἔτι δὲ καὶ τὰ ἄτομα, ἐπειδήπερ καὶ περὶ τούτων μόνων πρόκειται αὐτῷ διδάξαι. τῶν δὲ διαφορῶν οὐδὲ μνήμην ἐποιήσατο, ἐπειδήπερ ἁπλαῖ αὗται. διὰ ταύτην οὖν τὴν αἰτίαν εἶπεν ὁ Ἀριστοτέλης ὅτι οὐκ ἴδιον τῆς οὐσίας ὑπάρχει τοῦτο, οὐχ ἁπλῶς δὲ πάσης, ἀλλὰ τῆς συνθέτου· ὑπάρχει γὰρ οὐ μόνον τῇ συνθέτῳ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἀλλὰ καὶ τῇ ἁπλῇ, τοῦτ’ ἔστι ταῖς διαφοραῖς. Τετραδικῆς δὲ τῆς τῶν ὄντων διαιρέσεως παραδεδομένης ἀνωτέρω, ζητητέον ὑπὸ ποῖον τμῆμα τῆς διαιρέσεως ἀνακτέον τὰς διαφοράς. λέγομεν οὖν ὅτι εἰ μὲν τὰς πρὸ τῶν πολλῶν διαφορὰς παραλάβοιμεν, ταύτας ὑπὸ τὸ πρῶτον τακτέον τμῆμα, τό τε καθ’ ὑποκειμένου καὶ μὴ ἐν ὑποκειμένῳ (αὗται γὰρ καθολικαὶ οὐσίαι εἰσίν), εἰ δὲ τὰς ἐν τοῖς πολλοῖς, πρῶτον μέν φαμεν ὅτι οὐδὲ διαφοραὶ αὗται λέγονται, ὥσπερ οὐδὲ τὸ ἐν αὐτοῖς ζῷον γένος·2 εἰ γὰρ γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, τὸ δὲ ἐν Σωκράτει ζῷον οὐ λέγεται κατὰ πλειόνων, οὐκ ἂν εἴη γένος. καὶ τὸ εἶδος δὲ ὁμοίως τὸ ἐν τῷ ἀτόμῳ οὐκ ἂν λεχθείη εἶδος, τοῦ εἴδους κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορουμένου. οὕτω καὶ τὸ λογικὸν τὸ ἐν τῷ Σωκράτει οὐκ ἄν τις κυριολεκτῶν εἴποι διαφοράν· καὶ γὰρ ἡ διαφορὰ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται· τὸ δὲ ἐν τῷ ἀτόμῳ λογικὸν αὐτοῦ μόνου κατηγορεῖται· οὐκ ἂν οὖν εἴη διαφορά. ἀλλὰ ταῦτα μέρη φαμὲν εἶναι τῶν ἀτόμων· ὡς γὰρ τὸ γένος καὶ ἡ διαφορὰ μέρη εἰσὶ τῶν εἰδῶν, οὕτω καὶ τὸ ἐν ἀτόμῳ ζῷον καὶ λογικὸν μέρη εἰσὶ τοῦ ἀτόμου. διὸ οὔτε ὑπὸ ὁρισμὸν πίπτουσιν ὡς ἄτομα· φησὶ γὰρ ὁ Ἀριστοτέλης ἐν τῇ Ἀποδεικτικῇ τῶν ἀτόμων μὴ εἶναι ὁρισμὸν μηδ’ ἀπόδειξιν· εἰ γὰρ ὁρισμὸς ἐκ γενῶν ἐστι καὶ διαφορῶν, ἐν ἀτόμοις δὲ οὐκ ἔστι γένος οὐδὲ διαφορά, δῆλον ὅτι οὐδὲ ὁρισμὸς αὐτῶν ἐστιν. εἰ δὲ ὁρισμὸς οὐκ ἔστιν, οὐδ’ ἀπόδειξις· ἐκ γὰρ τῶν ὁρισμῶν αἱ ἀποδείξεις. εἰ δέ τις καὶ διαφορὰς αὐτὰς ἀξιώσειε καλεῖσθαι, οὐχ ἁπλῶς διαφορὰς ἐροῦμεν, ἀλλ’ ὡς ἐν ἀτόμῳ διαφοράς, καθ’ ἃς διαφέρει ὅδε ὁ ἄνθρωπος τοῦδε τοῦ ἵππου καὶ τοῦδε τοῦ ἀγγέλου.3 διὸ ἀνάξομεν αὐτὰς ὑπὸ τὸ τέταρτον τμῆμα, τὸ μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ, διότι καὶ οὐσίαι εἰσὶ συμπληρωτικαὶ τοῦ ἀτόμου καὶ μερικαί· κατ’ οὐδενὸς γὰρ ὑποκειμένου κατηγοροῦνται.
但如果有人说:“然而种差对大众来说是显而易见的;因为他们说人是有理性的和必死的”,我们就说,他们所拥有的概念并不是把种差当作单纯的事物,例如就其自身而言的理性或非理性,而是当作复合的事物;因为他们知道理性的动物这个整体是一个单一的事物,对非理性的动物同样如此。我们此前也曾说过,实体一方面是单纯的,另一方面是复合的,并且在单纯的实体中,一类优于复合的,另一类劣于复合的,但他唯独讨论依属、种和个体所考察的复合实体;诚然,因此当他将诸实体彼此进行比较时,他只比较了属和种,进而也比较了个体,既然摆在他面前的课题仅仅是就这些进行讲授。至于种差,他甚至提都未提,既然这些是单纯的。因此由于这个原因,亚里士多德才说这并不作为固有的属性属于实体——然而并非单纯地〔不作为固有的属性〕属于一切实体,而是〔不作为固有的属性〕属于复合实体;因为不在主体之中不仅属于复合实体,也属于单纯实体,即属于种差。 既然此前已经传授了存在者的四分法,就必须探讨应当将种差归入该划分的哪一部分之下。因此我们说,如果我们采用在多之先的种差,就必须将这些置于第一部分之下,即既就主体被述说又不在主体之中的部分(因为这些是普遍实体);但如果采用在多之中的种差,首先我们说这些甚至不能被称为种差,正如在它们之中的动物不能被称为属一样;因为如果属是在“是什么”中就种上有差异的多个事物被述说的,而在苏格拉底之中的动物并不就多个事物被述说,它就不会是属。同样,在个体之中的种也不能被称为种,因为种是在“是什么”中就数目上有差异的多个事物被述说的。同样,任何严格使用词项的人都不会将在苏格拉底之中的有理性称为种差;因为种差也是在“是何样的事物”中就种上有差异的多个事物被述说的,而在个体之中的有理性仅就它〔个体〕被述说;因此它不会是种差。相反,我们说这些是个体的诸部分;因为正如属和种差是种的诸部分一样,在个体之中的动物和有理性也是个体的诸部分。因此作为个体,它们甚至不落入定义之下;因为亚里士多德在《后分析篇》中说,对于个体既无定义亦无证明;因为如果定义是由属和种差构成的,而在诸个体之中既无属亦无种差,显而易见它们也没有定义。而如果没有定义,也就没有证明;因为证明是从定义出发的。但如果有人主张将它们也称为种差,我们将不单纯地说它们是种差,而是个体之中的种差,依据这些种差这一个人与这一匹马和这一个天使相区别。因此我们将把它们归入第四部分之下,即既不就主体被述说也不在主体之中的部分,因为它们既是构成个体的实体又是特殊的实体;因为它们不就任何主体被述说。
- 2.18τῆς οὐσίας τῆς μὲν οὔσης ἁπλῆς τῆς δὲ συνθέτου καὶ τῆς ἁπλῆς τῆς μὲν κρείττονος τῆς συνθέτου τῆς δὲ χείρονος
这是一个嵌套的属格独立结构,包含层层分配划分。首先将实体区分为“单纯的”与“复合的”(τῆς μὲν οὔσης ἁπλῆς τῆς δὲ συνθέτου),接着又将单纯实体进一步细分为“优于复合者的”与“劣于复合者的”(τῆς ἁπλῆς τῆς μὲν κρείττονος... τῆς δὲ χείρονος)。紧随其后的主句 περὶ μόνης διαλαμβάνει τῆς συνθέτου 表明亚里士多德仅讨论复合实体。
- 2.18ὥσπερ οὐδὲ τὸ ἐν αὐτοῖς ζῷον γένος
这是一个省略了谓词动词(λέγεται 或 ἐστίν)的比较结构。带有介词短语的中性冠词短语 τὸ ἐν αὐτοῖς ζῷον(“在它们[即个体]之中的动物”)作主语,而名词 γένος 作表语。
- 2.18ἀλλ’ ὡς ἐν ἀτόμῳ διαφοράς, καθ’ ἃς διαφέρει ὅδε ὁ ἄνθρωπος τοῦδε τοῦ ἵππου καὶ τοῦδε τοῦ ἀγγέλου
在转折连词 ἀλλ’ 之后承前省略了主动词 ἐροῦμεν(“我们将说”),ὡς ἐν ἀτόμῳ διαφοράς 作宾语补足语。关系从句 καθ’ ἃς ... 的先行词为 διαφοράς,动词 διαφέρει 带属格补足语(τοῦδε τοῦ ἵππου καὶ τοῦδε τοῦ ἀγγέλου),表示“与这匹马和这一个天使相区别”。
