← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§65.22-67.2

种差的实体性与折中说的驳斥

斐洛波诺阐述并驳斥了认为种差处于实体与附属性质之间的先行解释,论证了由于仅有十个范畴且种差构成实体,种差必然是实体。他接着解释了亚里士多德为何看似将种差与实体并列,指出这是为了顺应大众的常识性认知,正如对单子、点和“现在”的处理一样。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18#2

τούτῳ οὖν κατά τι μὲν μέρος προσγενομένη ἡ θερμὴ καὶ ξηρὰ ποιότης ἐποίησε τὸ πῦρ, κατά τι δὲ ἡ ψυχρὰ καὶ ὑγρὰ ἐποίησε τὸ ὕδωρ, κατά τι δὲ πάλιν ἡ ξηρὰ καὶ ψυχρὰ ἐποίησε τὴν γῆν, κατά τι δὲ ἡ θερμὴ καὶ ὑγρὰ ἐποίησε τὸν ἀέρα. οὐχ ὅτι ἦν ἐνεργείᾳ ποτὲ ἡ ὕλη ἀσώματος ἢ τὸ σῶμα ἄποιον, ἀλλὰ τὴν εὔτακτον τῶν ὄντων γένεσιν θεωροῦντες ταὐτά φαμεν, τῇ ἐπινοίᾳ διαιροῦντες τὰ τῇ φύσει ἀχώριστα.1 αἱ οὖν ποιότητες αἱ ἐπιγενόμεναι τῷ σώματι, λέγω δὴ τῷ δευτέρῳ ὑποκειμένῳ, ᾗ μὲν ἀποίῳ ὄντι αὐτῷ ἐπεγένοντο, συμβεβηκότα εἰσίν, ᾗ δὲ συμπληρωτικαί εἰσι πυρὸς καὶ ὕδατος καὶ τῶν λοιπῶν στοιχείων, οὐσίαι· τῷ γὰρ πυρὶ ὡς μὲν σώματι ἐπισυμβέβηκεν ἡ θερμὴ καὶ ξηρὰ ποιότης, ὡς δὲ πυρὶ οὐκέτι ταῦτα λέγονται ἐπισυμβαίνειν, ἀλλὰ μᾶλλον συμπληροῦν τὴν τούτου οὐσίαν. ὥστε αὗται μέσως πως ἔχουσιν, οὐδὲν μᾶλλον οὐσίαι ἢ συμβεβηκότα· τῷ μὲν γὰρ ἁπλῶς σώματι, λέγω δὴ τῷ τριχῇ διαστατῷ, συμβεβήκασι, τοῖς δὲ στοιχείοις οὐσιωδῶς ὑπάρχουσι συμπληρωτικαὶ τῆς οὐσίας αὐτῶν οὖσαι. ἐπειδὴ οὖν, φασίν, οὐχ ἓν εἶδός ἐστι τῶν διαφορῶν, ὡς δέδεικται, ὡς πρὸς ὅλον τὸ πλάτος τῶν διαφορῶν ἀποβλέψας ὁ Ἀριστοτέλης οὔτε ὡς περὶ οὐσιῶν ἁπλῶς ἀποφαίνεται τῶν διαφορῶν οὔτε ὡς περὶ συμβεβηκότων.2 Τί οὖν ἡμεῖς πρὸς ταῦτά φαμεν; ὅτι οὗτοι εὐφυῶς μὲν ἐπέβαλον, οὐ πάντῃ δὲ ἀληθῶς· εἰ γὰρ μεταξὺ οὐσίας καὶ συμβεβηκότων τὰς διαφορὰς ἐβούλετο εἶναι ὁ Ἀριστοτέλης, ἔδει αὐτὸν ποιῆσαι καὶ ἑνδεκάτην κατηγορίαν, ἥτις μεταξὺ ἦν οὐσίας καὶ συμβεβηκότος, καὶ ὑπὸ ταύτην τὰς διαφορὰς ἀναγαγεῖν. εἰ δὲ οὐκ ἔστιν ἄλλη παρὰ τὰς δέκα καὶ τούτων μία μέν ἐστιν ἡ οὐσία αἱ δὲ ἄλλαι πᾶσαι συμβεβηκότα καὶ οὐδὲν μεταξύ, ἀνάγκη πάντα τὰ ὄντα ἢ οὐσίας εἶναι ἢ συμβεβηκότα, μεταξὺ δὲ μηδέν. ὅτι δὲ οὐσίαι εἰσὶν ὁμολογουμένως αἱ διαφοραί, δῆλον μὲν ἐκ τοῦ συμπληρωτικὰς αὐτὰς εἶναι τῶν εἰδῶν καὶ οὐσιωδῶς κατ’ αὐτῶν κατηγορεῖσθαι· εἰ γὰρ συμπληροῦσι τὰς οὐσίας, καὶ οὐσίαι εἰσὶ δηλονότι· οὐ γὰρ συμπληροῖ τὴν οὐσίαν τὰ συμβεβηκότα. ὅτι δὲ καὶ αὐτῷ τῷ Ἀριστοτέλει δοκεῖ οὐσίας εἶναι αὐτάς, δῆλον μὲν καὶ ἐξ ὧν μέρη αὐτὰς οὐσιῶν βούλεται εἶναι λέγων “μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν” καὶ πάλιν ‘ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως ἀπ’ αὐτῶν λέγεσθαι”. δῆλον δὲ καὶ ἐκ τῶν εἰρημένων τῷ Πορφυρίῳ· ἐκεῖνος γὰρ κατὰ τὰ δοκοῦντα τοῖς Περιπατητικοῖς διαλαμβάνων περὶ αὐτῶν φησι “διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους”.3 περιττεύει δὲ πάντα τῷ οἰκείῳ μέρει· οὐκοῦν καὶ τὸ μέρος οὐσία, ἐπειδὴ καὶ τὸ εἶδος. ὥστε καὶ ὁ Ἀριστοτέλης καὶ ἐκ τῶν οἰκείων λόγων καὶ ἐκ τῶν τῷ Πορφυρίῳ κατὰ τὰ Ἀριστοτέλει δοκοῦντα εἰρημένων οὐσίας βούλεται εἶναι τὰς διαφοράς. Πῶς οὖν φησιν οὐκ ἴδιον δὲ τοῦτο οὐσίας, ἀλλὰ καὶ τῶν διαφορῶν, ὡς τῶν διαφορῶν δηλονότι ἑτέρων οὐσῶν παρὰ τὴν οὐσίαν; φαμὲν οὖν ὅτι ὥσπερ ἐπὶ τῆς μονάδος εἰρήκαμεν καὶ τοῦ σημείου καὶ τοῦ νῦν, ὅτι ταῦτα οὐκ ἀνήγαγεν ὑπ’ οὐδεμίαν τῶν κατηγοριῶν ὁ Ἀριστοτέλης διὰ τὸ μὴ συνεγνῶσθαι τῷ πολλῷ ἀνθρώπῳ4 (καὶ γὰρ κἀκεῖνα ἀναγαγεῖν ἐνῆν ὑπὸ τὸ ποσὸν λέγοντα τοῦ ποσοῦ τὸ μὲν εἶναι ἀμέριστον τὸ δὲ μεριστὸν καὶ τοῦ μεριστοῦ τὸ μὲν συνεχὲς τὸ δὲ διωρισμένον, ὅμως οὐκ ἀνήγαγε διὰ τό, ὡς πολλάκις εἴρηται, μὴ περὶ τῶν ὄντων ᾗ ὄντα ἐστὶν ἐνταῦθα διαλαμβάνειν, ἀλλ’ ᾗ δοκεῖ τῷ πολλῷ ἀνθρώπῳ περὶ αὐτῶν), οὕτω καὶ νῦν οὐσίας μὲν οἶδε τὰς διαφοράς, οὐκ ἀνήγαγε δὲ αὐτὰς ὑπὸ τὴν κατηγορίαν τῆς οὐσίας διὰ τὸ μὴ ἐγνῶσθαι τῷ πολλῷ ἀνθρώπῳ.

因此,在这一[物体]的某一部分上附加了热与干的性质便产生了火,在某一部分上冷与湿的[性质]便产生了水,又在某一部分上干与冷的产生了土,而在某一部分上热与湿的便产生了气。这并不是说质料曾经在现实中是非物体的,或者物体是无性质的,而是我们在考察存在者秩序井然的生成时才这样说,用思想区分在自然本性上不可分离的事物。因此,附加于物体之上的诸性质——我正是指第二主体——就其附加于作为无性质的物体而言,是附属性质;但就其构成火、水以及其余元素而言,则是实体;因为对火而言,就其作为物体而言,热与干的性质是附加的,但就其作为火而言,这些性质就不再被称为附加的,而是构成它的实体。因此,这些性质处于某种中间状态,绝非偏向实体胜过偏向附属性质;因为对于单纯的物体——我正是指在三维上延展者——而言,它们是附属性质,但对于元素而言,它们则是本原性地属于它们的,构成了它们的实体。他们说,因此,由于种差并不只有单一的形式(正如已经被表明的),亚里士多德着眼于种差的整个广度,对种差的断言既非单纯地如同论及实体那样,亦非如同论及附属性质那样。 那么我们对此要说什么呢?那就是:这些人虽然构想得很巧妙,但并非完全真实。因为如果亚里士多德希望种差居于实体与附属性质之间,他就应当建立第十一范畴(它是居于实体与附属性质之间的),并将种差归入这一范畴之下。但如果除了这十个范畴之外没有其他的范畴,且在其中一个为实体,所有其他全为附属性质,而没有任何中间者,那么必然所有的存在者要么是实体,要么是附属性质,而绝无中间者。而且,种差公认是实体,这从它们构成诸种并且本质性地就诸种被述说这一点即可明白;因为如果它们构成实体,显然它们也是实体;因为附属性质并不构成实体。而对亚里士多德本人来说它们也似乎是实体,这从他希望它们作为实体的各部分所作的论述中便可清楚看出,他说“不要让实体的各部分扰乱我们”,又说“一切事物同名同义地从它们出发而被述说,这属于实体和种差”。这从波菲利所说的话中也是清楚的;因为波菲利按照逍遥学派所持的观点论述它们时说:“种差就是种超出属所凭借的东西”。而一切事物都是凭借其固有的部分而超出的;既然种是实体,因而部分也同样是实体。因此亚里士多德无论从其本有的论述,还是从波菲利按照亚里士多德所持观点所作的论述来看,都希望种差是实体。 那么,他怎么会说“但这并不是实体的固有属性,而也是种差的”,显然就仿佛种差是不同于实体的事物一样呢?因此我们说,正如我们在论及单子、点和“现在”时所说的那样,亚里士多德之所以没有将这些归入任何一个范畴之下,是因为大众并未对此形成共识(因为即使将那些通过说量的一类是不可分的,另一类是可分的,且可分的一类是连续的,另一类是离散的而归入量之下原本是可能的,但他仍未归入,正如多次说过的,是因为他在此并非讨论作为存在者的存在者,而是按照大众对它们的看法进行论述),同样在当下,他虽然知道种差是实体,但因为这一点未被大众所认识,便没有将它们归入实体的范畴之下。

语法注4 条
  1. 2.18οὐχ ὅτι ἦν ἐνεργείᾳ ποτὲ ἡ ὕλη ἀσώματος ἢ τὸ σῶμα ἄποιον, ἀλλὰ τὴν εὔτακτον τῶν ὄντων γένεσιν θεωροῦντες ταὐτά φαμεν, τῇ ἐπινοίᾳ διαιροῦντες τὰ τῇ φύσει ἀχώριστα.

    此句为 οὐχ ὅτι... ἀλλά... 句式(“并非是说……而是……”)。现在分词 θεωροῦντες(考察)和 διαιροῦντες(区分)作为方式/伴随状语并列依附于主要动词 φαμέν(我们说)。τῇ ἐπινοίᾳ(在思想中)与 τῇ φύσει(在自然本性上)作为相对照的与格,均作方面与格(dative of respect)。

  2. 2.18ὡς πρὸς ὅλον τὸ πλάτος τῶν διαφορῶν ἀποβλέψας ὁ Ἀριστοτέλης οὔτε ὡς περὶ οὐσιῶν ἁπλῶς ἀποφαίνεται τῶν διαφορῶν οὔτε ὡς περὶ συμβεβηκότων.

    分词 ἀποβλέψας 前的 ὡς 表示被引述者归于亚里士多德的主观意图或视角(“着眼于……”)。主谓动词 ἀποφαίνεται 带属格补足语 τῶν διαφορῶν(关于种差),介词短语 ὡς περὶ οὐσιῶν 与 ὡς περὶ συμβεβηκότων 由 οὔτε... οὔτε... 构成并列结构。

  3. 2.18διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους.

    关系代词 ᾗ 为阴性单数与格,先行词为 διαφορά,用作手段或差异尺度的与格(“借之而超出”)。它在句法上与后文 περιττεύει δὲ πάντα τῷ οἰκείῳ μέρει 中的与格 τῷ οἰκείῳ μέρει 形成对应。

  4. 2.18διὰ τὸ μὴ συνεγνῶσθαι τῷ πολλῷ ἀνθρώπῳ

    由介词 διά 加上带冠词的完成时被动态不定式 τὸ μὴ συνεγνῶσθαι 构成的原因短语(“因为没有被……公认”)。与格 τῷ πολλῷ ἀνθρώπῳ 在被动不定式中用作施事与格(“被大众”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:65.22-67.2