- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:62.1-63.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在对《范畴篇》2b37的注解中,菲洛波庞阐明了基于比例的第二条论据,说明第二实体充当偶性的主体,而偶性决不充当实体的主体。他进而将表述区分为按自然的、违背自然的和偶然的三种形式,以此确立偶性不被称为第三实体的理由。
" Ἔτι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι κυριώτατα οὐσίαι λέγονται." Τοῦτο τὸ δεύτερον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας. φησὶ δὲ ὅτι ὃν τρόπον αἱ πρῶται οὐσίαι ὑπόκεινται πᾶσι τοῖς παρ’ αὐτάς, οὕτως καὶ αἱ δεύτεραι τοῖς συμβεβηκόσιν· ὥσπερ γὰρ λέγομεν Σωκράτην φιλόσοφον, οὕτω δὲ καὶ ἄνθρωπον φιλόσοφον λέγομεν καὶ ζῷον φιλόσοφον. ὥστε καὶ αἱ δεύτεραι οὐσίαι ὑπόκεινται τοῖς συμβεβηκόσι, καὶ τὰ συμβεβηκότα κατ’ αὐτῶν κατηγορεῖται, ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων κατηγορεῖται, ὥς φησι καὶ ὁ Πορφύριος, κατὰ δεύτερον δὲ λόγον καὶ τῶν εἰδῶν καὶ τῶν γενῶν. τὰ δὲ συμβεβηκότα οὐδέποτε ταῖς οὐσίαις ὑπόκεινται· ἰστέον γὰρ ὅτι τῶν κατηγορουμένων τὰ μὲν κατὰ φύσιν κατηγορεῖται τὰ δὲ παρὰ φύσιν τὰ δὲ κατὰ συμβεβηκός. κατὰ φύσιν μὲν οὖν κατηγοροῦνται τὰ συμβεβηκότα τῶν οὐσιῶν, οἷον Σωκράτης φιλόσοφός ἐστιν ἢ φαλακρὸς ἢ σιμὸς ἤ τι τοιοῦτον· φυσικῶς γὰρ ὑποκεῖσθαι εἴωθε τοῖς συμβεβηκόσιν ἡ οὐσία, τὰ δὲ συμβεβηκότα κατ’ αὐτῆς κατηγορεῖσθαι. ἀλλὰ καὶ τὰ καθόλου τῶν μερικῶν κατὰ φύσιν κατηγορεῖται, ὡς Σωκράτους τὸ ζῷον· καὶ γὰρ τοῖς καθόλου τὰ μερικὰ ὑποκεῖσθαι πεφύκασι. παρὰ φύσιν δέ ἐστι κατηγορία ἡ τὸ ἀνάπαλιν ποιοῦσα καὶ κατηγοροῦσα1 κατὰ συμβεβηκότος οὐσίαν, οἷον ἡ λέγουσα ὅτι τὸ φιλόσοφον τοῦτο Σωκράτης ἐστὶ καὶ εἴ τι τοιοῦτον (οὐ γὰρ ἔχουσι φύσιν τὰ συμβεβηκότα ταῖς οὐσίαις ὑποκεῖσθαι), καὶ ἔτι ἡ τὸ μερικὸν κατὰ τοῦ καθόλου κατηγοροῦσα, οἷον ἡ λέγουσα ὅτι ὁ ἄνθρωπος οὗτος Σωκράτης ἐστὶν ἢ τὸ χρῶμα λευκόν ἐστι. κατὰ συμβεβηκὸς δέ ἐστι κατηγορία ἡ συμβεβηκὸς κατὰ συμβεβηκότος ἄλλο κατ’ ἄλλου κατηγοροῦσα, ἑτερογενές φημι ἑτερογενοῦς, οἷον ἡ τὸ ἐν Σωκράτει φιλόσοφον τοῦ ἐν αὐτῷ τούτῳ σιμοῦ κατηγοροῦσα ἢ τοῦ φαλακροῦ ἢ ἀνάπαλιν καὶ λέγουσα, εἰ τύχοι, ὅτι τὸ σιμὸν τοῦτο φαλακρόν ἐστιν ἢ τὸ φαλακρὸν τοῦτο φιλόσοφόν ἐστι καὶ εἴ τι τοιοῦτον. κατὰ συμβεβηκὸς δὲ λέγεται, ὅτι περὶ τὸ αὐτὸ ὑποκείμενον συμβεβηκότων πλειόνων ἑτερογενῶν εὑρεθέντων ἢ μὴ πεφυκότων ἀλλήλων κατηγορεῖσθαι2 διὰ τὴν πρὸς τὸ ὑποκείμενον σχέσιν ἕτερον ἑτέρου κατηγορήθη καὶ οὐ διὰ τὴν πρὸς ἄλληλα συγγένειαν· οὐ γὰρ πέφυκεν ὑποκεῖσθαι τὸ σιμὸν τῷ φαλακρῷ· ὑφ’ ἕτερον γὰρ ἑκάτερον τούτων τελεῖ γένος, τὸ μὲν ὑπὸ τὸ ποσὸν τὸ δὲ ὑπὸ τὸ ποιόν. παρὰ φύσιν δὲ οὔ φαμεν τὴν τοιαύτην κατηγορίαν,3 διότι ὅλως πέφυκε συμβεβηκὸς συμβεβηκότος κατηγορεῖσθαι τὸ καθολικώτερον τοῦ μερικωτέρου. εἰκότως οὖν ἄρα οὐκ ἐκλήθησαν τρίται οὐσίαι τὰ συμβεβηκότα ἅτε μὴ ὑποκείμενά τινι πρὸς ὕπαρξιν, ἀλλὰ καὶ ὅταν οὐσία κατὰ συμβεβηκότος κατηγορῆται, παρὰ φύσιν 〈φαμὲν〉 εἶναι τὴν τοιαύτην κατηγορίαν.
“此外,第一实体因充当其他一切事物的主体,而最本义地被称为实体。” 这是从比例出发的第二个论证。他是说,正如第一实体充当其自身之外一切事物的主体,第二实体同样也充当偶性的主体;因为正如我们称苏格拉底为哲学家,我们也称人是哲学家、动物是哲学家。因此,第二实体也充当偶性的主体,偶性也表述于它们,但正如波菲利所说,偶性首先且主要表述于不可分者[个体],第二位次上也表述于诸种和诸属。然而偶性决不充当实体的主体;因为应当知道,在被表述的事物中,有些是按自然表述的,有些是违背自然表述的,有些是偶然表述的。因此,按自然表述的是偶性表述于实体,例如苏格拉底是哲学家、秃头的、塌鼻子的,或诸如此类的东西;因为实体按自然惯于充当偶性的主体,而偶性惯于表述于实体。而且普遍者按自然表述于个别者,正如动物表述于苏格拉底;因为个别者天生充当普遍者的主体。相反,违背自然的表述是倒转行事的表述,即将实体表述于偶性,例如说“这个哲学家是苏格拉底”以及诸如此类的表述(因为偶性天生不充当实体的主体),此外还有将个别者表述于普遍者的表述,例如说“这个人是苏格拉底”或“颜色是白”。而偶然的表述则是将一个偶性表述于另一个偶性,我指的是异类的表述于异类的,例如将苏格拉底身上的哲学性表述于这同一个人身上的塌鼻子或秃头,或反过来,在假定如此的情况下说“这个塌鼻子是秃头的”或“这个秃头是哲学家”以及诸如此类的表述。之所以称为偶然的,是因为当数个异类的偶性被发现围绕着同一个主体存在时,或是天生不适于相互表述的偶性被发现时,由于与该主体的关系,一者被表述于另一者,而不是由于它们彼此之间的亲缘性;因为塌鼻子天生不充当秃头的主体;因为这两者各自归属于不同的属,一者归于数量,另一者归于性质。但我们不说这样的表述是违背自然的,因为偶性表述于偶性——即更普遍者表述于更个别者——完全是出于自然的。因此,合乎情理地,偶性并未被称为第三实体,因为它们在持存上并不充当任何事物的主体;不仅如此,哪怕实体表述于偶性,[我们也说]这样的表述是违背自然的。
- 2.16παρὰ φύσιν δέ ἐστι κατηγορία ἡ τὸ ἀνάπαλιν ποιοῦσα καὶ κατηγοροῦσα
阴性定冠词 ἡ 承接前文的阴性名词 κατηγορία,意为“……的表述”。分词 ποιοῦσα 与 κατηγοροῦσα 并列构成实质性的谓词短语。
- 2.16συμβεβηκότων πλειόνων ἑτερογενῶν εὑρεθέντων ἢ μὴ πεφυκότων ἀλλήλων κατηγορεῖσθαι
此处为属格绝对结构(genitive absolute),表示背景与原因。连词 ἢ(“或”)连接 ἑτερογενῶν εὑρεθέντων 与否定分词短语 μὴ πεφυκότων(“天生不适于……”),修饰主句的 ἕτερον ἑτέρου κατηγορήθη。
- 2.16παρὰ φύσιν 〈φαμὲν〉 εἶναι τὴν τοιαύτην κατηγορίαν
由编订者补入的 〈φαμὲν〉 用作支配带不定式宾格结构的主动词,承接前句中的 οὔ φαμεν。宾格主语为 τὴν τοιαύτην κατηγορίαν,不定式为 εἶναι,述补成分为 παρὰ φύσιν。
