- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:63.10-64.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞解释了实体作为最高属无法被定义因而转而讨论其固有属性的原因,考察了“不处在主体中”为一切实体所共有这一命题,并通过第二格三段论论证了第二实体亦不处在主体中。
" Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι." Διελὼν τὴν οὐσίαν εἰς τὴν πρώτην καὶ τὴν δευτέραν καὶ παραβαλὼν πρὸς ἀλλήλας, νῦν εὐτάκτως ποιῶν τῆς οὐσίας τὸν ὁρισμὸν ἀποδοῦναι βούλεται. ἀλλ’ ἐπειδὴ ἡ οὐσία γένος ἐστὶ γενικώτατον, ὁρισμὸν αὐτῆς οὐ δύναται ἀποδοῦναι διὰ τὸ τοὺς ὁρισμοὺς ἐκ γενῶν καὶ διαφορῶν λαμβάνεσθαι, τῆς δὲ ἁπλῆς οὐσίας οὐκ ἔστι γένος εὑρεῖν διὰ τό, ὡς εἴρηται, γένος εἶναι αὐτὴν γενικώτατον. διὰ τοῦτο τοίνυν τὸ ἴδιον αὐτῆς ἀποδίδωσιν· ἔοικε γὰρ τοῦτο ὁρισμῷ· ὥσπερ γὰρ ὁ ὁρισμὸς μόνῳ καὶ παντὶ ὑπάρχει, οὗ ἐστιν ὁρισμός,1 καὶ πρὸς τὸ ὁριστὸν ἀντιστρέφει, οὕτως καὶ τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχει, οὗ ἐστιν ἴδιον, καὶ ἀντιστρέφουσι πρὸς ἄλληλα. διὰ ταύτην οὖν τὴν αἰτίαν ἴδιον τῆς οὐσίας ἀποδοῦναι βούλεται. οὐ παραδίδωσι δὲ εὐθὺς τὰ ἀρέσκοντα αὐτῷ ἴδια, ἀλλ’ ἃ ἄν τις ὑποπτεύσειεν ἴδια εἶναι, ἵνα μὴ ὕστερον ἐξῇ τινι λέγειν ὅτι καὶ ταῦτα ἴδιά ἐστι τῆς οὐσίας. βουληθεὶς δὲ τὸ ἴδιον ἀποδοῦναι τὸ κοινὸν ἀποδέδωκε· φησὶ γὰρ κοινὸν κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. τί οὖν ἐροῦμεν; ὅτι δεῖ πάντως τῷ ἰδίῳ δύο τινὰ ὑπάρχειν, τὸ μόνῳ ὑπάρχειν ἐκείνῳ καὶ παντί, οὗ ἐστιν ἴδιον· διὰ οὖν τοῦ εἰπεῖν κοινόν ἐστιν2 ἐσήμανεν ὅτι πάσῃ τῇ οὐσίᾳ τοῦτο ὑπάρχει· δεῖ γὰρ τὸ ἴδιον καὶ μόνῳ ἐκείνῳ τῷ πράγματι ὑπάρχειν, οὗ ἐστιν ἴδιον, καὶ παντί, ὡς τὸ γελαστικὸν καὶ μόνῳ ἀνθρώπῳ ὑπάρχει καὶ παντί. κοινὸν οὖν φησι κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. καὶ ὅτι μὲν ἡ πρώτη οὐσία οὐκ ἔστιν ἐν ὑποκειμένῳ, οὐδὲ κατασκευάσαι ἀξιοῖ· φανερὸν γὰρ ἐκ τῆς ἐναργείας τοῦτο· ὁ γὰρ Σωκράτης οὐκ ἐν ἄλλῳ ἔχει τὸ εἶναι. κατασκευάζει δὲ ὅτι οὐδὲ αἱ δεύτεραι οὐσίαι εἰσὶν ἐν ὑποκειμένῳ, καὶ κατασκευάζει συλλογισμῷ χρώμενος ἐν δευτέρῳ σχήματι τοιούτῳ· αἱ δεύτεραι οὐσίαι τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ μεταδιδόασι τῷ ὑποκειμένῳ, τὰ δὲ ἐν ὑποκειμένῳ ὄντα ἢ οὔτε τοῦ ὀνόματος οὔτε τοῦ ὁρισμοῦ μεταδιδόασι τῷ ὑποκειμένῳ ἢ τοῦ ὀνόματος μόνου· αἱ ἄρα δεύτεραι οὐσίαι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ.
“不处在主体之中,是一切实体所共有的。” 在把实体区分为第一实体和第二实体并对它们作了相互比较之后,现在[亚里士多德]按井然的秩序行事,希望给出实体的定义。但由于实体是最具普遍性的属,他无法给出它的定义,因为定义是从属和种差中取得的,而对于单纯的实体而言,由于如前所述它自身就是最具普遍性的属,因而不可能找到属。因此,为此缘故,他给出了实体的固有属性;因为这类似于定义。正如定义只属于且属于全部它作为其定义的事物,并与被定义项换位,固有属性同样也只属于且属于全部它作为其固有属性的事物,并且它们相互换位。正是由于这个原因,他希望给出实体的固有属性。然而,他并没有立即传授合乎他心意的固有属性,而是传授有人可能会猜测为固有属性的那些属性,以使日后不容许任何人说这些也是实体的固有属性。但他虽欲给出固有属性,却给出了共通之物;因为他说,不处在主体之中是一切实体所共有的。那么我们将说什么呢?那就是:两点无论如何必须属于固有属性——只属于且属于全部它作为其固有属性的事物。因此,通过说“是共有的”,他表明了这一点属于一切实体;因为固有属性必须既只属于它作为其固有属性的那个事物,又属于其全部,正如发笑的能力既只属于人,又属于所有人。因此他说,不处在主体之中是一切实体所共有的。至于第一实体不处在主体之中,他甚至不屑于去确立;因为这从自明性中是显而易见的;因为苏格拉底并非在别物之中拥有其存在。然而,他确立了第二实体也不处在主体之中,并且他是运用第二格中如下形式的三段论来确立的:第二实体将名称和定义都赋予主体,而处在主体之中的事物要么既不把名称也不把定义赋予主体,要么仅赋予名称;因此,第二实体不处在主体之中。
- 2.17οὗ ἐστιν ὁρισμός
关系代词属格 οὗ 指向与格 μόνῳ καὶ παντί 所修饰的隐含先行词(“对于那物”),并在关系从句内部充当表语名词 ὁρισμός 的属格补足语(“关于何者的定义”)。紧接着出现的 οὗ ἐστιν ἴδιον 亦重复了这一相同的句法结构。
- 2.17διὰ οὖν τοῦ εἰπεῖν κοινόν ἐστιν
介词 διά 后接带有中性单数属格冠词 τοῦ 的名词化不定式 εἰπεῖν(“通过说”),该不定式引出引语 κοινόν ἐστιν 作为其宾语(“通过说‘是共有的’”),构成表示手段或媒介的介词短语。
