← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§60.20-61.30

同位种与个体的实体性及第二实体的范围

注疏亚里士多德《范畴篇》2b22–2b29。解释了在横向维度上,非属的各最特种之间以及各不可分者(个体)之间在实体性上没有高下之分,并论述了为何仅有种和属被称为第二实体而偶性不被称为第三实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14

" Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστί·" Ποιησάμενος τὴν κατὰ βάθος τῶν οὐσιῶν διαίρεσιν, τοῦτ’ ἔστι τὴν ἀπὸ τῶν ἀτόμων ἐπὶ τὸ εἶδος καὶ ἀπὸ τούτου ἐπὶ τὸ γένος, καὶ εἰπὼν τὴν μὲν εἶναι πρώτην τὴν δὲ δευτέραν, τῆς δὲ δευτέρας τὴν μὲν μᾶλλον οὐσίαν τὴν δὲ ἧττον, νῦν ποιεῖται τὴν κατὰ πλάτος αὐτῶν διαίρεσιν καὶ παραβολήν, λέγω δὴ εἴδους πρὸς εἶδος καὶ ἀτόμου πρὸς ἄτομον. καὶ καλῶς εἶπεν ὅσα μή ἐστι γένη, ἵνα μὴ παραβάλῃς τὰ ὑπάλληλα εἴδη καὶ τὰ εἰδικώτατα οἷον ζῷον καὶ ἄνθρωπον. ἀλλὰ ἐκεῖνά φησι δεῖν παραβάλλειν τὰ τὴν αὐτὴν ἀπόστασιν τῶν γενῶν ἀφεστηκότα1 ἢ τῶν ἀτόμων, οἷον ἄνθρωπον καὶ ἵππον ἢ βοῦν· ταῦτα γάρ, φησίν, οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστί· τοῦ τε γὰρ γένους ὁμοίως ἀφεστήκασι· μετὰ γὰρ τὸ ζῷον εὐθὺς τὸ ἄλογον καὶ τὸ λογικὸν ζῷον τέτακται, μεθ’ ἃ ἵππος, εἰ τύχοι, καὶ ἄνθρωπος καὶ βοῦς· ὥσπερ γὰρ τοῦ ἵππου κατηγορεῖται τὸ ζῷον, οὕτω καὶ ἀνθρώπου καὶ βοός. ὁμοίως δὲ καὶ ἀμπέλου καὶ ἐλαίας τὸ φυτὸν γένος ὂν αὐτῶν τὸ προσεχές, ὡς καὶ τοῦ ἵππου καὶ τῶν ἄλλων τὸ ζῷον. διὰ τοῦτο ταῦτα πάντα οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία· τό τε γὰρ προσεχὲς γένος ὁμοίως αὐτῶν ἀφέστηκε, καὶ μετ’ αὐτὰ εὐθὺς τὰ ἄτομα τέτακται. ἀλλ’ οὐδὲ τὰ ἄτομα, φησίν, οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν· ὁμοίως γὰρ πάντα τοῖς τε εἴδεσι καὶ τοῖς γένεσιν αὐτῶν ὑπόκειται πρὸς κατηγορίαν καὶ τοῖς συμβεβηκόσι πρὸς ὕπαρξιν· ὃν γὰρ λόγον ἔχει ὁ ἄνθρωπος πρὸς τὸν τινὰ ἄνθρωπον, τὸν αὐτὸν λόγον ἔχει καὶ ὁ ἵππος πρὸς τὸν τινὰ ἵππον· ὥσπερ γὰρ τοῦ Σωκράτους κατηγορῶν τὸν ἄνθρωπον οὐδὲν ἂν κατηγορήσαις οἰκειότερον, οὕτως οὐδὲ Ξάνθου τὸν ἵππον ἢ Ἄργου τὸν κύνα. καὶ ἐντεῦθεν δὲ δῆλός ἐστιν, ὁ Ἀριστοτέλης πρὸς τὴν τῶν πολλῶν γνῶσιν τὴν διδασκαλίαν ποιούμενος·2 οὐδὲν γὰρ μᾶλλον ἄτομον ἀτόμου φησὶν εἶναι πρώτην οὐσίαν, ἀλλὰ τόνδε τὸν μύρμηκα, εἰ τύχοι, καὶ τόνδε τὸν ἀστέρα ὁμοίως εἶναι οὐσίας· ὁ γὰρ πολὺς ἄνθρωπος ὁμοίως ἕκαστον τούτων ὑπάρχον οἶδε. διὰ τοῦτο καὶ αὐτὸς ὁμοίως ταῦτα οὐσίας ἐκάλεσεν ἀκολουθῶν ταῖς τῶν πολλῶν ἐννοίαις.

“但在种本身之中,凡不是属的,一个并不比另一个更是实体。” 在对实体作了沿纵向的划分——即从不可分者[个体]到种,再由此到属的划分——并说明一者是第一、另一者是第二,且在第二者中一者更是实体而另一者较少是实体之后,现在他对它们作了沿横向的划分与比较,我指的是种与种、不可分者与不可分者的比较。而且他极恰当地说“不是属的”,以免你把从属的种与最特种相对比,比如动物与人。相反,他说应当对比那些与各属或与不可分者相隔相同距离的事物,比如人与马或牛;他说,因为这些事物一个并不比另一个更是实体;因为它们与属相隔相同距离;因为在动物之后立即排列着无理性的动物与有理性的动物,而在这些之后则是,比如说,马、人与牛;因为正如动物表述于马,它也同样表述于人和牛。同样地,对于葡萄藤与橄榄树而言,植物是它们贴近的属,正如动物之于马和其他事物一样。由于这个缘故,所有这些事物一个并不比另一个更是实体;因为贴近的属与它们相隔等同距离,而在它们之后立即排列着不可分者。但他说,不可分者也同样一个不比另一个更是实体;因为所有个体对于它们的种与属在表述上,以及对于偶性在持存上,都同样地充当主体;因为正如人对某个个别人具有怎样的比例,马对某个个别马也具有相同的比例;因为正如对苏格拉底表述‘人’时你无法表述任何更贴切的事物,对克珊托斯表述‘马’,或对阿尔戈斯表述‘狗’时[也无法表述任何更贴切的事物]。从这里也显而易见,亚里士多德是针对大众的认知来进行讲授的;因为他说一个不可分者并不比另一个不可分者更是第一实体,而例如这只蚂蚁与这颗星同样都是实体;因为大众同样知道这每一个事物的存在。为此,他自己也顺应大众的概念,同样把这些称为实体。

§2.15

"Εἰκότως δὲ μετὰ τὰς πρώτας οὐσίας μόνα τῶν ἄλλων τὰ εἴδη καὶ τὰ γένη δεύτεραι οὐσίαι λέγονται." Νῦν τὴν αἰτίαν λέγει δι’ ἣν τὰ μὲν γένη καὶ τὰ εἴδη δεύτεραι οὐσίαι λέγονται, οὐκέτι δὲ τρίτας οὐσίας λέγει τὰ συμβεβηκότα. τοῦτο δὲ πάλιν κατασκευάζει διχῶς, ἔκ τε τῆς σχέσεως τῆς πρὸς τὰς πρώτας οὐσίας καὶ ἐκ τῆς ἀναλογίας. καὶ ἀπὸ μὲν τῆς σχέσεως, ὅτι τὰς πρώτας οὐσίας ἀποδιδόντες οἰκείως ἀποδώσομεν διὰ μόνου τοῦ γένους ἢ τοῦ εἴδους ἀποδιδόντες· τὸν γὰρ Σωκράτην ἄνθρωπον εἰρηκότες ἢ ζῷον οἰκείως ἀποδώσομεν καὶ γνωριμώτερον, ἐὰν δὲ ὅτι λευκὸς ἢ τρέχει ἤ τι τοιοῦτον εἴπωμεν, ἀλλοτρίως καὶ ἀγνώστως ἀποδώσομεν. εἰκότως οὖν τὰ μὲν εἴδη καὶ τὰ γένη δευτέρας οὐσίας λέγομεν ἅτε μόνα σημαίνοντα τὰς πρώτας οὐσίας, τὰ δὲ συμβεβηκότα ὅλως οὔ φαμεν οὐσίας ἅτε μὴ δηλοῦντα τὴν πρώτην οὐσίαν.

“合乎情理地,在第一实体之后,在其他一切事物中只有种与属被称为第二实体。” 现在他说明了为什么属与种被称为第二实体,而他不再将偶性称为第三实体的缘由。他又从两方面来确立这一点:既从与第一实体的关系,又从比例。从关系而言,是因为在说明第一实体时,我们唯有通过属或种来说明才能贴切地加以说明;因为说了苏格拉底是‘人’或‘动物’,我们将以贴切且更可知的方式来说明,但如果我们说他是‘白的’或‘正在奔跑’或诸如此类的东西,我们将以疏离且不可知的方式来说明。因此,我们合乎情理地称种与属为第二实体,因为它们唯独指明了第一实体,而我们根本不称偶性为实体,因为它们并未显明第一实体。

语法注2 条
  1. 2.14τὰ τὴν αὐτὴν ἀπόστασιν τῶν γενῶν ἀφεστηκότα

    τὴν αὐτὴν ἀπόστασιν 在此作分词 ἀφεστηκότα 的同源宾语(或内宾语/范围宾格),表示“相隔相同的距离”。属格 τῶν γενῶν 是表示分离的属格,依存于 ἀπόστασιν 或 ἀφεστηκότα。

  2. 2.14καὶ ἐντεῦθεν δὲ δῆλός ἐστιν, ὁ Ἀριστοτέλης πρὸς τὴν τῶν πολλῶν γνῶσιν τὴν διδασκαλίαν ποιούμενος

    此处采用了典型的希腊语人称构式:形容词 δῆλός ἐστιν 搭配主格补足分词 ποιούμενος(即相当于“显然……做……”)。插入的主语 ὁ Ἀριστοτέλης 与 δῆλος 和 ποιούμενος 保持主格一致,整体表达“亚里士多德显然是结合大众的认知进行讲授”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:60.20-61.30