← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§59.3-60.19

种比属更具有实体性的原因

菲洛波庞斯注解了亚里士多德《范畴篇》2b7–2b15,通过与第一实体的接近程度(关系)和与第一实体的类比(比例)这两个论据,阐明了在第二实体中种为何比属更是实体,并解释了为何亚里士多德没有将属另行细分为“第三实体”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10

" Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους." Σύγκρισιν ποιεῖται τῶν δευτέρων οὐσιῶν πρὸς ἀλλήλας, τοῦ τε εἴδους καὶ τοῦ γένους, καί φησι μᾶλλον εἶναι οὐσίαν τὸ εἶδος τοῦ γένους, καὶ δείκνυσι τοῦτο διὰ δύο ἐπιχειρημάτων, ἑνὸς μὲν ἀπὸ τῆς σχέσεως τῆς πρὸς τὴν πρώτην οὐσίαν, τοῦτ’ ἔστι τῆς ἐγγύτητος τῆς πρὸς αὐτήν, ἑτέρου δὲ ἀπὸ τῆς ἀναλογίας. καὶ ἀπὸ μὲν τῆς σχέσεως τῆς πρὸς τὴν πρώτην οὐσίαν, ὅτι ἐγγύτερον τὸ εἶδος τῆς πρώτης οὐσίας, τοῦτ’ ἔστι τῶν ἀτόμων, ἤπερ τὸ γένος· ἐκ δὲ τῆς ἀναλογίας, ὅτι ὡς ἔχει ἡ πρώτη οὐσία πρὸς τὸ εἶδος, οὕτω τὸ εἶδος πρὸς τὸ γένος· εἰ γὰρ πρώτην αὐτὴν ἐκαλέσαμεν, διότι πᾶσι τοῖς μετ’ αὐτὴν χρείαν παρέχει, τοῖς μὲν πρὸς ὕπαρξιν τοῖς δὲ πρὸς κατηγορίαν, εἰκότως καὶ τὸ εἶδος μᾶλλον οὐσία τοῦ γένους κληθήσεται ὑποκείμενον αὐτῷ πρὸς κατηγορίαν· μὴ ὄντος γὰρ εἴδους οὐκ ἔχει τὸ γένος κατά τινος κατηγορηθῆναι· διὰ μέσου γὰρ αὐτοῦ καὶ τῶν ἀτόμων κατηγορεῖται.

“在第二实体中,种比属更是实体。” 他对第二实体彼此之间,即种与属之间进行了比较,并主张种比属更是实体,且通过两个论据证明了这一点:一个来自与第一实体的关系,即与它的接近程度,另一个则来自比例。从与第一实体的关系而来的论据表明,种比属更接近第一实体,即不可分者[个体];从比例而来的论据表明,正如第一实体对种具有怎样的关系,种对属也具有怎样的关系。因为如果我们称第一实体为第一,是因为它为自身之后的一切事物提供了所需,对一些事物是为了持存,对另一些事物则是为了表述,那么合乎情理地,种也将被称为比属更是实体,作为在表述上为属充当主体的事物;因为种若不存在,属便无法表述于任何事物;因为属对不可分者[个体]也是通过种的中介来表述的。

§2.11

"Ἐὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστι,1 γνωριμώτερον καὶ οἰκειότερον ἀποδώσει τὸ εἶδος ἀποδιδοὺς ἢ τὸ γένος." Τοῦτο τὸ ἐκ τῆς σχέσεως ἐπιχείρημα· ἐὰν γὰρ ἀποδιδῶμεν, φησί, τί ἐστι Σωκράτης, ὑγιῶς μὲν λέγομεν καὶ ἄνθρωπον ἀποδιδόντες καὶ ζῷον, οἰκειότερον δὲ ἄνθρωπον ἤπερ ζῷον ἀποκριθέντες· τὸ γὰρ ζῷον εἰπόντες οὐκ ἐσημάναμεν εἴτε λογικὸν εἴτε ἄλογον καὶ εἴτε θνητὸν εἴτε ἀθάνατον, ἄνθρωπον δὲ ἀποκριθέντες προσεχέστερον τὴν φύσιν αὐτοῦ ἀποδώσομεν.

“因为若有人说明第一实体是什么,通过说明种比说明属将以更可知且更贴切的方式来说明。” 这是从关系而来的论据。因为他说,如果我们说明苏格拉底是什么,无论说明是‘人’还是‘动物’,我们说的都是合理的,但回答‘人’比回答‘动物’更为贴切;因为说了‘动物’,我们并没有表明是有理性的还是无理性的,是必死的还是不死的,但若回答‘人’,我们将更切近地说明他的本性。

§2.12

"Τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου τὸ δὲ κοινότερον." Τοῦ γὰρ Σωκράτους ἴδιόν ἐστι μᾶλλον τὸ ἄνθρωπον εἶναι, τὸ δὲ ζῷον κοινότερόν ἐστι· καὶ γὰρ κατὰ ἄλλων πλειόνων εἰδῶν.2

“因为一者对某个个别人来说更固有,而另一者则更为共通。” 因为对于苏格拉底而言,作为‘人’更为固有,而作为‘动物’则更为共通;因为[动物]也[表述]于其他更多的种。

§2.13

"Ἔτι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις πᾶσιν ὑποκεῖσθαι καὶ τὰ ἄλλα πάντα κατὰ τούτων κατηγορεῖσθαι ἢ ἐν αὐταῖς εἶναι διὰ τοῦτο μάλιστα οὐσίαι πρῶται λέγονται. ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος ἔχει." Τοῦτο τὸ δεύτερον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας· ὡς γὰρ ἔχουσι, φησίν, αἱ πρῶται οὐσίαι πρὸς τὰ παρ’ αὐτάς, τοῖς μὲν πρὸς ὕπαρξιν ὑποκείμεναι τοῖς δὲ πρὸς κατηγορίαν, οὕτως ἔχουσι τὰ εἴδη πρὸς τὰ γένη ὑποκείμενα αὐτοῖς πρὸς κατηγορίαν· τὰ δὲ γένη οὐκέτι τοῖς εἴδεσιν ὑπόκεινται· ὥστε εἰκότως μᾶλλον οὐσίαι τὰ εἴδη. ἀκριβῶς δὲ προσέθηκε καὶ πάντα τὰ ἄλλα κατὰ τούτων κατηγορεῖσθαι ἢ ἐν ταύταις εἶναι· αἱ γὰρ πρῶται οὐσίαι ὑπόκεινται πᾶσιν, ἀλλ’ οὐχ ὁμοίως· τοῖς μὲν γὰρ πρὸς ὕπαρξιν, τοῦτ’ ἔστι τοῖς συμβεβηκόσι, τοῖς δὲ πρὸς κατηγορίαν, τοῦτ’ ἔστι ταῖς καθόλου οὐσίαις. ἀπορήσειε δ’ ἄν τις διὰ τί τὸ εἶδος οὐκ εἶπε δευτέραν οὐσίαν, τρίτην δὲ τὸ γένος. λέγομεν ὅτι διὰ μίαν καὶ τὴν αὐτὴν αἰτίαν καλέσας ταύτας δευτέρας οὐσίας,3 λέγω δὴ διὰ τὸ δέεσθαι τῆς πρώτης πρὸς κατηγορίαν, οὐκ ἠβουλήθη τούτων ἐπιδιαίρεσιν ποιήσασθαι, ἀλλ’ ἠρκέσθη σύγκρισιν μόνον αὐτῶν ποιῆσαι καὶ τὴν μὲν εἰπεῖν μᾶλλον τὴν δὲ ἧττον οὐσίαν.

“此外,第一实体由于作为其他一切事物的主体,以及其他一切事物表述于它们或在它们之内,因这个缘故最被称为第一实体。正如第一实体对其他一切事物具有怎样的关系,种对属也具有怎样的关系。” 这是从比例而来的第二个论据。因为他说,正如第一实体对自身之外的事物具有那样的关系——对一些事物是为了持存而充当主体,对另一些事物则是为了表述而充当主体——种对属也具有那样的关系,即在表述上为属充当主体;而属不再为种充当主体;从而种更是实体是合乎情理的。而且他极精确地补充了“以及其他一切事物表述于它们或在它们之内”;因为第一实体为一切事物充当主体,但方式并不相同:对一些事物,即偶性而言,是为了持存,而对另一些事物,即普遍实体而言,则是为了表述。但也许有人会疑惑,为什么他不把种称为第二实体,而把属称为第三实体。我们说,因为他出于同一个原因把它们称为第二实体——我指的是因为它们在表述上需要第一实体——他并不想对它们作进一步的细分,而是满足于仅对它们作比较,并称一者更是实体,另一者较少是实体。

语法注3 条
  1. 2.11Ἐὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστι

    名词短语 τὴν πρώτην οὐσίαν 在句法上充当动词 ἀποδιδῷ 的宾语,但在语义上充当间接疑问从句 τί ἐστι 的主语,构成先提构式(prolepsis),意为“若有人就第一实体说明它是什么”。

  2. 2.12καὶ γὰρ κατὰ ἄλλων πλειόνων εἰδῶν

    省略了限定动词的省略句。根据上下文(如 §2.10 中的 τῶν ἀτόμων κατηγορεῖται),需补出表述动词 κατηγορεῖται(或 λέγεται),解作“因为[动物]也[表述]于其他更多的种”。

  3. 2.13διὰ μίαν καὶ τὴν αὐτὴν αἰτίαν καλέσας ταύτας δευτέρας οὐσίας

    分词 καλέσας 为主格,与主句主语(亚里士多德)一致,表原因(“因为他称……”)。它跨越了由 λέγω δή 引导的插入句,与主动词 οὐκ ἠβουλήθη 相连接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:59.3-60.19