← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§5.1-6.26

著作划分的完结、学习顺序与哲学的目的

作者完成了对亚里士多德著作体系的划分(理论、实践与工具性著作),讨论了研读其著作的正确开端顺序,阐明了亚里士多德哲学的终极目的及其进阶途径,并解释了其行文兼具严谨与刻意晦涩的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#3

καὶ θεολογικὰ μέν ἐστι τὰ μετὰ τὴν Φυσικὴν πραγματείαν αὐτῷ τεταγμένα, ἅπερ οὕτω Μετὰ τὰ φυσικὰ προσηγόρευσε (τὰ γὰρ ὑπὲρ τὴν φύσιν πάντα διδάσκειν θεολογίας ἴδιον), φυσικὰ δὲ ὡς αὐταὶ αἱ Φυσικαὶ καλούμεναι, τὰ Περὶ γενέσεως καὶ φθορᾶς καὶ τὰ παραπλήσια, μαθηματικὰ δὲ τὰ μέσα τούτων ὄντα καὶ κατά τι μὲν χωριστὰ τῆς ὕλης κατά τι δὲ ἀχώριστα· ἔγραψε γὰρ καὶ γραμμάς τινας. τὰ δὲ πρακτικὰ εἴς τε τὰ ἠθικὰ (ἔχει γὰρ Ἠθικὴν πραγματείαν) καὶ εἰς τὰ οἰκονομικὰ καὶ πολιτικά. τῶν δὲ ὀργανικῶν τὰ μέν εἰσι περὶ τῶν ἀρχῶν τῆς μεθόδου, ὡς αἱ Κατηγορίαι καὶ τὸ Περὶ ἑρμηνείας καὶ οἱ δύο λόγοι τῶν Πρώτων ἀναλυτικῶν, τὰ δὲ περὶ αὐτῆς τῆς μεθόδου, ὡς τὰ Ὕστερα ἀναλυτικά, ἐν οἷς περὶ ἀποδείξεως διδάσκει. οἱ δὲ Τόποι καὶ οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ αἱ Ῥητορικαὶ τέχναι, καὶ ὥς τινές 〈φασι〉 τὰ Περὶ ποιητικῆς, αὐτόθεν μὲν εἰς τὴν μέθοδον οὐ συμβάλλονται, ἄλλως δὲ καὶ αὐτὰ συνεργοῦσι πρὸς τὴν ἀπόδειξιν τὰς μεθόδους ἡμᾶς, καθ’ ἃς οἱ παραλογισμοὶ γίνονται, διδάσκοντα.1 Τρίτον ἦν ἐφεξῆς κεφάλαιον τὸ πόθεν δεῖ ἄρχεσθαι τῶν Ἀριστοτελικῶν συγγραμμάτων. Βόηθος μὲν οὖν φησιν ὁ Σιδώνιος δεῖν ἀπὸ τῆς φυσικῆς ἄρχεσθαι πραγματείας ἅτε ἡμῖν συνηθεστέρας καὶ γνωρίμου, δεῖν δὲ ἀεὶ ἀπὸ τῶν σαφεστέρων ἄρχεσθαι καὶ γνωρίμων. ὁ δὲ τούτου διδάσκαλος Ἀνδρόνικος ὁ Ῥόδιος ἀκριβέστερον ἐξετάζων ἔλεγε χρῆναι πρότερον ἀπὸ τῆς λογικῆς ἄρχεσθαι, ἥτις περὶ τὴν ἀπόδειξιν καταγίνεται. ἐπειδὴ οὖν ἐν πάσαις αὐτοῦ ταῖς πραγματείαις ὁ φιλόσοφος κέχρηται τῇ ἀποδεικτικῇ μεθόδῳ, δέον ἡμᾶς πρότερον ταύτην κατορθῶσαι,2 ἵνα εὐχερέστερον παρακολουθήσωμεν τοῖς ἄλλοις αὐτοῦ συγγράμμασι. φασὶ δέ τινες ἀπὸ τῆς ἠθικῆς δεῖν ἄρχεσθαι· πρότερον γὰρ δεῖ τὰ ἤθη κατακοσμεῖν καὶ οὕτως ἐπὶ τὰς ἄλλας ἰέναι πραγματείας, ἵνα μὴ τεθολωμένον ὑπὸ τῶν παθῶν τὸ λογιστικὸν ἔχοντες τὰς περὶ τῶν πραγμάτων κρίσεις μὴ ἀκριβεῖς φέρωμεν. εἰ δέ τινες λέγοιεν μᾶλλον ἀπὸ τῆς λογικῆς, ἵνα μετὰ ἀποδείξεως εἰδείημεν τὰ ἄγοντα ἡμᾶς ἐπὶ τὰς ἀρχὰς καὶ ποία ἐστὶν ἡ ὄντως ἀρετή, φαμὲν ὅτι πρῶτον μὲν ὀρθοδοξαστικῶς εἰδέναι τοῦτο ὀφείλομεν, εἶθ’ ὕστερον καὶ ἀποδεικτικῶς· ὥστε κἂν ταῖς ἀποδείξεσι μὴ παρακολουθῶμεν, δεῖ πρότερον αὐτὰ τῆς ἠθικῆς τὰ ἀποτελέσματα μαθόντας ὀρθοδοξαστικῶς κατ’ αὐτὰ ζῆν, εἶθ’ ὕστερον ταῖς ἀποδεικτικαῖς ἐπιβάλλειν μεθόδοις. Τί δὲ τὸ τέλος ἐστὶ τῆς Ἀριστοτελικῆς φιλοσοφίας; φαμὲν ὅτι τὸ γνῶναι τὴν ἁπάντων ἀρχὴν τὴν τῶν πάντων δημιουργὸν αἰτίαν τὴν ἀεὶ καὶ ὡσαύτως ἔχουσαν· ἀποδείκνυσι γὰρ μίαν πάντων ἀρχὴν καὶ ἀσώματον, ἐξ ἐκείνης δὲ τὰ πάντα παράγεσθαι. Τίνα δὲ τὰ ἄγοντα ἡμᾶς εἰς τοῦτο τὸ τέλος; φαμὲν ὅτι ἡ διδασκαλία τῶν ἐν χρόνῳ καὶ ἐν μεταβολῇ ὑπαρχόντων. τοιαῦτα δέ ἐστι τὰ ἐν γενέσει καὶ φθορᾷ· ἀπὸ γὰρ τούτων διὰ μέσων τῶν μαθηματικῶν ἀνάγομεν ἑαυτοὺς ἐπὶ τὰ ἀεὶ καὶ ὡσαύτως ἔχοντα (τοιαῦτα δέ ἐστι τὰ οὐράνια) καὶ οὕτως μετὰ τὰς ἀσωμάτους οὐσίας ἐπὶ τὴν πρώτην πάντων αἰτίαν· πάσης γὰρ κινήσεως ἢ κατ’ οὐσίαν οὔσης ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον τὰ μὲν ἐν γενέσει καὶ φθορᾷ κατὰ πᾶσαν κίνησιν κινοῦνται, τὰ δὲ οὐράνια κατὰ μόνην τὴν κατὰ τόπον· διὸ χρὴ εὐτάκτως ὁδεύειν ἀπὸ τῶν πολυτρόπως κινουμένων ἐπὶ τὰ κατὰ μίαν καὶ μόνην κίνησιν κινούμενα, καὶ οὕτως ἐπὶ τὴν ἀκίνητον καὶ ἀεὶ ὡσαύτως ἔχουσαν ἀρχήν, καὶ μὴ κατὰ τὸν χρησμὸν ὑπερβάθμιον πόδα πέμπειν· εἰ γὰρ ἀθρόως βουληθείημεν ἐκ τῶν σωματικῶν τῇ πρώτῃ τῶν πάντων ἀρχῇ προσβαλεῖν, νοήσαιμεν ἂν κἀκείνην σῶμα εἶναι καὶ ἐσχηματίσθαι. διό φησιν ὁ Πλωτῖνος ‘παραδοτέον τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως’. Τὸ δὲ εἶδος τῶν Ἀριστοτελικῶν συγγραμμάτων πανταχοῦ ἀκριβὲς κατὰ τὴν φράσιν (ἐκφεύγει γὰρ ἀεὶ ὁ φιλόσοφος τὰς ῥητορικὰς κομψείας καὶ μόνου γίνεται τοῦ τὴν τῶν πραγμάτων παραστῆσαι φύσιν),3 πολλαχοῦ δὲ συνεσφιγμένον καὶ ἀσαφῶς πεφρασμένον, οὐ διὰ τὴν φύσιν τοῦ γράψαντος, ἀλλ’ ἑκουσίως τοῦτο πεποίηκεν· ἀμέλει τούς τε Τόπους σαφῶς διηγήσατο καὶ τὰ Μετέωρα καὶ ἕτερα. ἐπετήδευσε τοίνυν τὴν ἀσάφειαν διὰ τοὺς ἀναγινώσκοντας, ἵνα εὐφυεστέρους ἀποτελέσῃ εἰς τὸ συντεταγμένως τῶν λεγομένων ἀκούειν καὶ ἵνα τοὺς ῥᾳθύμους ἀκροατὰς ἀποστρέψῃ ἐκ προοιμίων· οἱ γὰρ γνήσιοι ἀκροαταὶ ὅσῳ ἀσαφῆ ἐστι τὰ λεγόμενα, τοσούτῳ σπουδάζουσι μᾶλλον καταγωνίσασθαι καὶ τοῦ βάθους ἐφικέσθαι.

所谓神学性著作,是他排列在《物理学》论著之后的那些著作,他也因此将其命名为《形而上学》(因为讲授关于超越自然的一切事物乃是神学所特有的);所谓自然哲学性著作,是如被称为《物理学》的著作本身、《论生成与消灭》以及诸如此类的著作;而所谓数学性著作,则是居于这两者之间、在某一方面可脱离质料而在另一方面又不可脱离质料的著作;事实上他也写过关于线的一些论著。实践性著作被划分为伦理学性的(因为他著有《伦理学》论著)、家政学性的和政治学性的。在工具性著作中,有些是关于方法的原理的,例如《范畴篇》、《解释篇》以及《前分析篇》的两卷论著;而另一些则是关于方法本身的,例如他在其中讲授关于论证的《后分析篇》。《论题篇》、《辨谬篇》、《修辞学》以及正如某些人所说的《诗学》,并不直接有助于该方法,但从另一方面来说,它们通过教授我们谬误推理借以产生的诸种方法,本身也协助了论证。 依序而来的第三个主题是:应当从亚里士多德著作的何处开始研读。西顿的波埃修斯主张应当从自然哲学的论著开始,因为这对我们更为习惯且熟知,而且应当始终从更为明晰且熟知的事物开始。但他的老师罗德岛的安德罗尼柯在进行更为严密的考察后认为,必须先从致力于论证的逻辑学开始。因此,既然这位哲学家在他所有的论著中都运用了论证的方法,我们就必须先掌握这一方法,以便我们能够更容易地领会他的其他著作。然而某些人主张应当从伦理学开始;因为必须先整肃品行,然后才能进入其他论著,免得我们因理性部分被激情所蒙蔽,而对诸事项做出不精确的判断。但如果某些人说应当更从逻辑学开始,以便我们在具备论证的情况下认识引导我们通向原理的事物以及何为真正的德性,我们则回答说,我们应当首先以正确的意见认识这一点,随后再以论证的方式加以认识;因此,即便我们尚不能领会那些论证,也必须先学习伦理学的结果本身并以正确的意见依之生活,随后再着手于论证的方法。 那么,亚里士多德哲学的目的是什么?我们回答说,是认识万物的始基、创造万物的原因、始终保持同一状态的原因;因为他论证了万物具有唯一的、无肉身形体的始基,而万物皆由它产生。那么,引导我们达到这一目的的事物是什么?我们回答说,是对处于时间中和变化中的事物的教授。处于生成和消灭中的事物便是如此;因为从这些事物出发,通过数学的中介,我们将自己提升到始终保持同一状态的事物(天体便是如此),并这样在非肉身形体的实体之后达到万物的第一原因;因为在一切运动或关乎实体、或关乎数量、或关乎性质、或关乎位置的情况下,处于生成和消灭中的事物按照一切运动而运动,而天体仅按照位置方面的运动而运动;因此必须秩序井然地从多方面运动的事物行进到仅依单一运动而运动的事物,并进而达到不动且始终保持同一状态的始基,切不可如神谕所言“迈出逾越台阶之足”;因为如果我们试图从身体性的事物骤然投向万物的第一始基,我们便会认为它也是一个身体并且具有形状。因此普罗提诺说:“应当将数学传授给年轻人,以使他们习惯于非肉身形体的本性。” 亚里士多德著作的文体在文辞方面处处严谨(因为这位哲学家始终避开修辞上的华美之饰,而专注于揭示事物的本性),但在许多地方文辞紧凑而晦涩,这并非由于作者的秉性,而是他有意为之;显然,他清晰地叙述了《论题篇》、《气象学》及其他著作。因此,他是为了读者而有意采用这种晦涩,以便使他们更有天赋去系统地听取所论述的内容,并从一开始就使怠惰的听讲者退却;因为所讲内容越是晦涩,真正的听讲者就越发努力去克服困难并触及其深奥之处。

语法注3 条
  1. 1.1τὰς μεθόδους ἡμᾶς, καθ’ ἃς οἱ παραλογισμοὶ γίνονται, διδάσκοντα

    分词 διδάσκοντα 形式上为中性复数,在此作为与谓语动词 συνεργοῦσι 的主语一致的主格分词,统摄指代前面列举的一系列著作(将其概括为中性的著作 τὰ βιβλία/συγγράμματα)。动词 διδάσκω 支配人(ἡμᾶς)与事物(τὰς μεθόδους)的双宾格。

  2. 1.1δέον ἡμᾶς πρότερον ταύτην κατορθῶσαι

    非人称动词 δεῖ 的中性单数分词 δέον 省略系动词 ἐστίν 而充当主句谓语(相当于 δεῖ),支配宾格不定式短语 ἡμᾶς ... κατορθῶσαι(“我们必须先掌握这一点”),其后的 ἵνα 从句表示目的。

  3. 1.1μόνου γίνεται τοῦ τὴν τῶν πραγμάτων παραστῆσαι φύσιν

    动词 γίγνεσθαι 加上带定冠词的不定式属格短语(μόνου... τοῦ... παραστῆσαι),构成了表示“专心致力于……”或“完全归于……”的惯用句式,指亚里士多德摒弃修辞辞藻,一味专注于呈现事物的本质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:5.1-6.26