← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§57.6-59.2

对第一实体的依赖与三种普遍者

斐洛波诺通过归纳阐明亚里士多德的论题:第一实体之外的一切事物要么就第一实体而言被说(属与种),要么在其中(偶性),并借助三种普遍者(尤其是概念性普遍者)的学说解释了为何第一实体的消亡必然导致其他一切事物的消亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6

" Ἤτοι καθ’ ὑποκειμένων λέγεται τῶν πρώτων οὐσιῶν." Καλῶς εἶπε τὸ λέγεται· οὐ γὰρ δέεται τὰ καθόλου τῶν μερικῶν, ἵνα ὑποστῇ, ἀλλ’ ἵνα κατ’ ἐκείνων κατηγορηθῇ.

“或者就作为主体的第一实体而言被说……” 他说“被说”是极恰当的;因为普遍者并不为了持存而需要个别者,而是为了表述于它们而需要。

§2.7

"Ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστι." Καλῶς εἶπε τὸ ἐστί· τὰ γὰρ συμβεβηκότα ἐν ταῖς μερικαῖς οὐσίαις τὸ εἶναι ἔχει.

“……或者在作为主体的第一实体之内。” 他说“在……之内”是极恰当的;因为偶性在个别实体中拥有其存在。

§2.8

"Φανερὸν δὲ ἐκ τῶν καθ’ ἕκαστα προχειριζομένων." Δι’ ἐπαγωγῆς βούλεται πιστώσασθαι, ἐπειδὴ καθολικῷ οὐκ ἠδύνατο λόγῳ, ὅτι τὰ ἄλλα πάντα τὰ παρὰ τὴν πρώτην οὐσίαν ἤτοι καθ’ ὑποκειμένου αὐτῆς λέγεται ἢ ἐν ὑποκειμένῳ αὐτῇ ἐστι. δείκνυσι δὲ οὐκ ἐπὶ τῶν εἰδῶν ποιούμενος τὸν λόγον (ταῦτα γὰρ πᾶσιν ἐναργῆ ὅτι κατὰ τῶν ἀτόμων κατηγοροῦνται· ἀμέλει ἔστιν ὅτε τοῦ κυρίου ἀποροῦντες ὀνόματος ἐκ τοῦ εἴδους καλοῦμεν αὐτὰ τὰ ἄτομα λέγοντες ‘τὸν ἄνθρωπον ἐκεῖνον κάλεσον’), ἀλλ’ ἐπὶ τῶν γενῶν ποιεῖται τὴν ἀπόδειξιν διὰ μέσων τῶν εἰδῶν· εἰ γὰρ ἐδείχθη ὅτι τὰ ὡς καθ’ ὑποκειμένου κατηγορούμενα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ὡς καθ’ ὑποκειμένου, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ λέγεται, κατηγορεῖται δὲ κατὰ τοῦ ἀτόμου τὸ εἶδος ὡς καθ’ ὑποκειμένου, τούτου δὲ πάλιν τὸ γένος, ὁμολογουμένως τὸ γένος καὶ κατὰ τοῦ ἀτόμου κατηγορηθήσεται,1 οἷον εἰ Σωκράτους ὁ ἄνθρωπος, ἀνθρώπου δὲ τὸ ζῷον, οὐκοῦν καὶ Σωκράτους τὸ ζῷον. ὁμοίως καὶ ἐπὶ τῶν συμβεβηκότων ποιεῖ· οὐ γὰρ δείκνυσιν ὅτι τὸ λευκὸν ὑπάρχει τοῖς σώμασιν ἢ τὸ μέλαν (τοῦτο γὰρ ἐναργές), ἀλλ’ ὅτι τὸ χρῶμα ὑπάρχει ἐν σώματι· εἰ γὰρ ὡμολόγηται ὅτι πᾶν χρῶμα ἐν σώματι ἔχει τὸ εἶναι, οὐκοῦν ὁμολογηθήσεται ὅτι καὶ ἐν τοῖς κατὰ μέρος σώμασιν ὑπάρχει· τὸ γὰρ ἁπλῶς σῶμα τῶν κατὰ μέρος κατηγορεῖται σωμάτων· εἰ τοίνυν τὸ χρῶμα ἐν σώματι, τὸ δὲ σῶμα τῶν κατὰ μέρος σωμάτων, καὶ τὸ χρῶμα ἄρα τῶν κατὰ μέρος κατηγορηθήσεται, διότι ἐπὶ πάντων τῶν καθ’ ὑποκειμένου λεγομένων ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται.

“而这从列举个别事例来看是显而易见的。” 既然无法通过普遍的论证,他意图通过归纳来确证:在第一实体之外的一切其他事物,或者就作为主体的第一实体而言被说,或者在作为主体的第一实体之内。他表明这一点并不是在种上进行论证(因为种表述于不可分者[个体]对所有人都是明显的;我们在苦于没有专有名词时,有时确实会根据种来称呼那些不可分者[个体]自身,说‘叫那个人过来’),而是在属上通过种作为中介来进行证明;因为既然已被表明,对于如同就主体那样被表述的事物,凡是如同就主体那样对被表述者所说的一切,也都将对该主体而言被说,而种如同就主体那样表述于不可分者[个体],属又进而表述于这种,那么公认地,属也将表述于不可分者[个体],例如,若‘人’表述于苏格拉底,而‘动物’表述于‘人’,则‘动物’也表述于苏格拉底。同样地,他在偶性上也采取这种做法;因为他并不是表明白或黑存在于物体中(这本是明显的),而是表明颜色存在于物体之内;因为既然大家一致同意凡颜色都在物体中拥有其存在,那么就会一致同意颜色也存在于个别的物体之中;因为纯粹的‘物体’表述于个别的物体;既然颜色在物体之中,而物体[表述]于个别的物体,那么颜色也将表述于个别的物体,因为对于一切就主体而言被说的事物,凡是对被表述者所说的一切,也都将对该主体而言被说。

§2.9

"Μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν ἀδύνατον τῶν ἄλλων τι εἶναι· πάντα2 γὰρ τὰ ἄλλα ἤτοι καθ’ ὑποκειμένων τούτων λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν." Ὁρᾷς ὡς εἰκότως προέλαβε τὰ εἰρημένα ἐγκώμιον βουλόμενος εἰπεῖν τῆς πρώτης οὐσίας· τῶν γὰρ παρ’ αὐτήν, φησί, πάντων ἤτοι καθόλου οὐσιῶν οὐσῶν ἤτοι συμβεβηκότων πᾶσι χρείαν παρεχομένη, ὡς πολλάκις εἴρηται, ἀναιρεθεῖσα συνανεῖλεν ἑαυτῇ τὰ παρ’ ἑαυτὴν πάντα· ἀναιρεθείσης γὰρ τῆς πρώτης οὐσίας τὰ συμβεβηκότα ἔν τινι ὑποστῆναι οὐκ ἔχοντα συνανῄρηται, ὡσαύτως δὲ καὶ τὰ καθόλου μὴ ἔχοντα κατά τινων κατηγορηθῆναι. καθόλου δὲ λέγομεν κατηγορεῖσθαι οὐ τὰ πρὸ τῶν πολλῶν, ἀλλ’ οὐδὲ τὰ ἐν τοῖς πολλοῖς·3 καὶ ταῦτα μὲν γὰρ συναναιρεῖται ὁμολογουμένως ταῖς πρώταις οὐσίαις· οὐ γὰρ ἔστι τὸ ζῷον καθ’ ἑαυτὸ ἐν ὑπάρξει, ὃ μήτε ἄνθρωπός ἐστι μήτε Πλάτων μήτε τις τῶν κατὰ μέρος ἀνθρώπων· ἐν γὰρ τοῖς πολλοῖς καὶ καθ’ ἕκαστον τὰ κοινὰ θεωρεῖται. οὐ μέντοι ταῦτα κατηγορεῖσθαι εἰώθασι τῶν ἀτόμων (αὐτὸ γάρ τοι ἑαυτοῦ οὐδὲν κατηγορεῖται), μόνα δὲ εἰώθασι κατηγορεῖσθαι τῶν ἀτόμων τὰ ἐπὶ τοῖς πολλοῖς καὶ ἐννοηματικά· τὴν γὰρ ἔννοιαν ἣν ἔχομεν περὶ τῶν πραγμάτων ταύτην εἰώθαμεν καὶ κατηγορεῖν αὐτῶν. ἅπερ καὶ αὐτὰ τῶν μερικῶν ἀναιρεθέντων συναναιρεῖται· τῶν γὰρ πραγμάτων μὴ ὄντων οὐδ’ ἂν αἱ περὶ αὐτῶν ὑπάρξαιεν ἔννοιαι· μὴ οὐσῶν οὖν τῶν μερικῶν οὐσιῶν οὐδὲ τὰ καθόλου ἔσται οὐδὲ τὰ συμβεβηκότα· εἰκότως οὖν αἱ μερικαὶ οὐσίαι πρῶται λέγονται. καλῶς δὲ πάλιν κἀνταῦθα ἐν μὲν τοῖς καθόλου τὸ λέγεται ἔταξεν, ἐν δὲ τοῖς συμβεβηκόσι τὸ ἐστί.

“因此,若第一实体不存在,其他任何事物都不可能存在;因为其他一切事物,或者就作为主体的这些实体而言被说,或者在作为主体的这些实体之内。” 你可见,他意图赞美第一实体,因而预先设定所说的话是多么合乎情理;因为他说,既然第一实体之外的一切事物或者是普遍实体,或者是偶性,而正如屡次所说,[第一实体]为一切事物提供了所需,它若被取消,便将自身之外的一切事物与自身一同取消了;因为第一实体若被取消,偶性由于无法在任何事物中持存而一同被取消,同样地普遍者由于无法表述于任何事物而[一同被取消]。而我们所说的表述的普遍者,不是那些在多数之先的,甚至也不是在多数之内的;因为公认地,这些也与第一实体一同被取消;因为既不是人、也不是柏拉图、也不是任何一个个别之人的‘动物’,在其自身的存在中并不存在;因为共通者是在多数事物与各个个别事物中被观察到的。然而,这些通常并不表述于不可分者[个体](因为没有任何事物表述于自身),通常表述于不可分者[个体]的,唯有那些在多数之上的概念性的事物;因为我们对事物所持有的概念,正是我们通常表述于它们的概念。而当个别事物被取消时,这些概念自身也一同被取消;因为事物若不存在,关于它们的概念也就不可能存在;因此,个别实体若不存在,普遍者和偶性都将不存在;从而个别实体被称为第一是合乎情理的。而在这里,他再次极恰当地在普遍者上安排了‘被说’,在偶性上安排了‘在……之内’。

语法注3 条
  1. 2.8τὸ δὲ σῶμα τῶν κατὰ μέρος σωμάτων, καὶ τὸ χρῶμα ἄρα τῶν κατὰ μέρος κατηγορηθήσεται

    在分句 τὸ δὲ σῶμα τῶν κατὰ μέρος σωμάτων 中,动词 κατηγορεῖται(表述于)依据紧邻的前文(τὸ γὰρ ἁπλῶς σῶμα τῶν κατὰ μέρος κατηγορεῖται σωμάτων)被承前省略。属格短语需要补充表述动词,读作“而物体[表述]于个别的物体”,与下半句的三段论结论相应。

  2. 2.9τῶν γὰρ παρ’ αὐτήν, φησί, πάντων ἤτοι καθόλου οὐσιῶν οὐσῶν ἤτοι συμβεβηκότων πᾶσι χρείαν παρεχομένη, ὡς πολλάκις εἴρηται, ἀναιρεθεῖσα συνανεῖλεν ἑαυτῇ τὰ παρ’ ἑαυτὴν πάντα

    在属格绝对结构 τῶν... πάντων ἤτοι καθόλου οὐσιῶν οὐσῶν ἤτοι συμβεβηκότων(因为第一实体之外的一切事物或者是普遍实体,或者是偶性)之后,出现了阴性单数主格分词 παρεχομένη 与 ἀναιρεθεῖσα。它们指代主句的主语第一实体(ἡ πρώτη οὐσία),作主格状语分词,表示第一实体向一切提供所需,从而若被消除便摧毁其他一切。

  3. 2.9καθόλου δὲ λέγομεν κατηγορεῖσθαι οὐ τὰ πρὸ τῶν πολλῶν, ἀλλ’ οὐδὲ τὰ ἐν τοῖς πολλοῖς

    καθόλου 作为中性名词或不定式 κατηγορεῖσθαι 的宾格主语:“我们所说的表述的普遍者,不是那些在多数之先的,甚至也不是在多数之内的……”。从后文紧随的代词主语 ταῦτα 以及 τὰ ἐπὶ τοῖς πολλοῖς(在多数之上的概念)的并列可以看出,此处是在新柏拉图主义的三种普遍者学说中,辨明何种普遍者表述于个体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:57.6-59.2