- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:55.3-57.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺解释了亚里士多德在《范畴篇》2a14中为何没有将第二实体单纯称为“属与种”,而是表述为第一实体存在于其中的种(以避免与其他范畴中的属和种相混淆),并结合2a19指出,就主体而言的第二实体将名称与定义同时赋予第一实体,而偶性仅赋予名称或二者皆不赋予,以此阐明第一实体的卓越地位。
" Ἐν οἷς εἴδεσιν αἱ πρῶται οὐσίαι λεγόμεναι ὑπάρχουσι." Διὰ τί μὴ εἶπε ‘δεύτεραι δὲ οὐσίαι λέγονται τὰ γένη καὶ τὰ εἴδη τὰ καθόλου’, ἀλλὰ εἶπεν ἐν οἷς εἴδεσιν αἱ πρῶται οὐσίαι λεγόμεναι ὑπάρχουσιν; ἐροῦμεν ὅτι πάνυ ἀκριβῶς· εἰ γὰρ εἶπε τὰ γένη καὶ τὰ εἴδη, ἐπειδήπερ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις εἰσὶ γένη καὶ εἴδη (οἷον ἐν τῷ ποιῷ γένος τὸ χρῶμα εἶδος δὲ τὸ λευκὸν καὶ τὸ μέλαν), εἴχομεν ὑπολαμβάνειν1 τὰς δευτέρας οὐσίας εἶναι καὶ ἐν τοῖς συμβεβηκόσι, διὰ τοῦτο οὐ τὰ τυχόντα εἴδη εἶπεν, ἀλλ’ ἐν οἷς εἴδεσιν εὑρίσκονται αἱ πρῶται οὐσίαι. σημειωτέον δὲ κἀνταῦθα ὅτι ἃ μὲν οὐκ ἐξ οἰκείας δόξης προφέρεται, εἶπε λέγονται (δεύτεραι γάρ φησιν οὐσίαι λέγονται, οὐκ εἶπεν ‘ὑπάρχουσιν’), ἃ δὲ δοκεῖ αὐτῷ, οὐκ εἶπεν λέγονται, ἀλλ’ ὑπάρχουσιν· ἐν οἷς γὰρ εἴδεσί φησιν αἱ πρῶται οὐσίαι λεγόμεναι ὑπάρχουσι (καὶ οὐ μόνον ἐπὶ τῶν δευτέρων εἶπε τὸ λέγονται, ἀλλὰ καὶ ἐπὶ τῶν πρώτων· αἱ πρῶται γάρ φησιν οὐσίαι λεγόμεναι), δοκεῖ δὲ αὐτῷ ἐν τοῖς εἴδεσι καὶ γένεσιν ὑπάρχειν τὰς πρώτας οὐσίας ὡς ἐν καθολικωτέροις, πλὴν δυνατὸν λαβεῖν καὶ τὰ γένη καὶ τὰ εἴδη ὡς ἐν ἀτόμοις ὑπάρχοντα· ὅταν μὲν γὰρ ὡς κοινότητας αὐτὰ λάβωμεν, τότε εἰσὶ καθολικώτερα ἅτε δὴ ἐν αὐτοῖς τὰ ἄτομα περιέχοντα, ὅταν μέντοι τὸ ἐν Πλάτωνι ἢ Σωκράτει λάβωμεν γένος ἢ εἶδος, τότε ὡς στοιχεῖα αὐτὰ λαμβάνοντες τῶν ἀτόμων ἐν τοῖς ἀτόμοις φήσομεν αὐτὰ περιέχεσθαι ὡς μέρη ἐν ὅλοις.
“在被称为第一实体的那些事物所存在的种之内……” 他为何不说“而普遍的属与种被称为第二实体”,却说“在被称为第一实体的那些事物所存在的种之内”?我们将说,这是极其精确的;因为如果他说了“属与种”,既然在其他范畴中也存在属与种(例如在性质中,颜色是属,而白与黑是种),我们本就会认为第二实体也存在于偶性之中;因此他没有说随意的种,而是说“在第一实体被发现的那些种之内”。此处也应当注意,凡不是出于他自身见解而提出的,他说了“被称为”(因为他说“被称为第二实体”,而没有说“存在”),而凡是他自己所认可的,他没有说“被称为”,而是说了“存在”;因为他说“在被称为第一实体的那些事物所存在的种之内”(并且不仅在第二实体上他说了“被称为”,在第一实体上也说了;因为他说“被称为第一实体的那些事物”);而他所认可的是,第一实体存在于种与属之内,如同存在于更为普遍的事物之内,尽管也可以把属与种理解为存在于个体之内;因为当我们把它们理解为共通性时,它们是更为普遍的,因为它们自身包含着个体,然而当我们理解在柏拉图或苏格拉底之内的属或种时,我们把它们理解为个体的构成要素,便会说它们作为整体中的部分而被包含在个体之内。
"Φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι τῶν καθ’ ὑποκειμένου λεγομένων ἀναγκαῖον καὶ τὸ ὄνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου.2" Βούλεται μὲν οὖν ἐντεῦθεν ἐξυμνῆσαι τὴν πρώτην οὐσίαν καὶ δεῖξαι ὅτι καλῶς πρώτως εἶναι οὐσία εἴρηται καὶ κυριώτατα καὶ μάλιστα, διότι αὕτη μὲν οὐδενὸς τῶν μετ’ αὐτὴν δεῖται, πάντα δὲ τὰ μετὰ τὴν πρώτην οὐσίαν δεῖται ἐκείνης, τὰ μὲν εἰς ὕπαρξιν τὰ δὲ εἰς κατηγορίαν. ὁ μὲν οὖν σκοπὸς οὗτος· προλαμβάνει δὲ ταῦτα εἰς κατασκευὴν τοῦ προτεθέντος καί φησιν ὅτι ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν ὅτι τῶν καθ’ ὑποκειμένου κατηγορουμένων ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου. ποίων εἰρημένων; ἢ δῆλον ὅτι τῶν ἀνωτέρω αὐτῷ λεγομένων περὶ τῶν καθ’ ὑποκειμένου, ἐν οἷς ἔλεγεν ὅτι “ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται”. ἐξυμνῆσαι δὲ βουλόμενος, ὡς εἶπον, τὴν πρώτην οὐσίαν ταῦτα προλαμβάνει ὅτι τὰ καθ’ ὑποκειμένου κατηγορούμενα καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ μεταδιδόασι τοῖς ὑποκειμένοις, τὰ δὲ ἐν ὑποκειμένοις ὄντα ἐν αὐτοῖς μὲν τὸ εἶναι ἔχει ἢ τοῦ ὀνόματος δὲ μόνου μεταδιδόασι τοῖς ὑποκειμένοις ἢ οὔτε τοῦ ὀνόματος οὔτε τοῦ ὁρισμοῦ. κατηγοροῦνται δὲ πάντα κατὰ τῆς πρώτης οὐσίας τὰ παρ’ αὐτήν· οὐκοῦν αἱ πρῶται οὐσίαι πᾶσι τοῖς παρ’ αὐτὰς χρείαν παρέχουσι, τοῖς μὲν πρὸς ὕπαρξιν τοῖς δὲ πρὸς κατηγορίαν· πάντα γὰρ τὰ παρὰ τὴν πρώτην οὐσίαν ἤτοι καθ’ ὑποκειμένης αὐτῆς λέγονται, ἃ καὶ τοῦ ὀνόματος αὐτῇ μεταδίδωσι καὶ τοῦ ὁρισμοῦ, ὥσπερ εἰσὶ τὰ γένη καὶ τὰ εἴδη· ταῦτα γὰρ συνωνύμως αὐτῆς κατηγορεῖται· καὶ γὰρ καὶ τοῦ ὀνόματος τοῦ αὐτοῦ μετέχει ἡ πρώτη οὐσία (ὁ γὰρ Σωκράτης καὶ ἄνθρωπος καὶ ζῷον λέγεται) καὶ τοῦ ὁρισμοῦ τούτων μετέχει· ἔστι γὰρ καὶ οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ζῷον λογικὸν θνητόν. τὰ δὲ λοιπὰ τὰ παρὰ τὴν οὐσίαν, λέγω δὲ τὰ συμβεβηκότα, ἅπερ τῇ πρώτῃ οὐσίᾳ ἐν ὑποκειμένῳ ἐστί, τοῦ μὲν ὁρισμοῦ οὐδέποτε αὐτῇ μεταδίδωσιν, ἐνίοτε δὲ τοῦ ὀνόματος μόνου· ἡ γὰρ λευκότης ἐν τῷ σώματί ἐστι καὶ τοῦ μὲν ὁρισμοῦ οὐδέποτε τῷ σώματι μεταδίδωσιν (οὐ γὰρ ἂν εἴποιμεν τὸ σῶμα χρῶμα εἶναι διακριτικὸν ὄψεως, ἀλλ’ εἰ ἄρα, τριχῇ διαστατὸν δεκτικὸν χρώματος διακριτικοῦ ὄψεως), τοῦ μέντοι ὀνόματος μεταδίδωσι· λέγομεν γὰρ λευκὸν σῶμα. ἡ δὲ ἀρετὴ οὔτε τοῦ ὀνόματος οὔτε τοῦ ὁρισμοῦ μεταδίδωσι τῷ ὑποκειμένῳ· οὐ γὰρ λέγεται ἀρεταῖος ὁ ἀρετῆς μετέχων, ἀλλὰ σπουδαῖος. τῶν τοῦ ὀνόματος μεταδιδόντων τὰ μὲν ὁμωνύμως μεταδίδωσιν, ἅπερ ἐστὶ καὶ σπάνια, τὰ δὲ παρωνύμως·3 ὁμωνύμως μὲν ὡς ἡ γραμματικὴ γυνὴ ἀπὸ τῆς γραμματικῆς καὶ ἡ μουσικὴ ἀπὸ τῆς μουσικῆς, παρωνύμως δέ, ἅπερ καὶ ὡς ἐπὶ τὸ πολύ εἰσιν, ὡς ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος καὶ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς καὶ ἀπὸ τῆς λευκότητος ὁ λευκὸς καὶ ὅσα τοιαῦτα.
“从所说过的话中显而易见,对于就主体而言的事物,其名称与定义都必然表述于该主体。” 那么,他从这里起意图赞美第一实体,并表明称其首要地、最本真地、并且最为完全地是实体是极恰当的,因为第一实体不需要其后的任何事物,而第一实体之后的一切事物都需要它,有些是为了存在,有些是为了表述。这便是其目的;他为了确立所提出之论题而预先设定这些,并说从所说的话中显而易见,对于就主体而被表述的事物,其名称与定义都必然表述于该主体。从哪些说过的话呢?显然是从上文他关于就主体而言的事物所说的那些话,在其中他说“凡一事物如同就主体那样表述于另一事物,凡是对被表述者所说的一切,也都将对该主体说”。正如我所说,为了赞美第一实体,他预先设定了这些:就主体而被表述的事物,将名称与定义二者都赋予其主体;而在主体之内的事物,一方面在主体之内拥有其存在,另一方面或者仅将名称赋予其主体,或者既不赋予名称也不赋予定义。而第一实体之外的一切事物都表述于第一实体;因此第一实体为它之外的一切事物提供了所需,对某些事物是为了存在,对另一些事物是为了表述;因为第一实体之外的一切事物,或者如同就作为主体的第一实体而言被说——它们也将名称与定义二者都赋予它,正如属与种那样;因为这些是同义地表述于它;第一实体既分有相同的名称(因为苏格拉底既被称为人也被称为动物),也分有这些事物的定义;因为他既是有灵魂的感觉实体,也是有死且有理性的动物——或者是在实体之外的其余事物,我指的是偶性,它们在第一实体之内如同在主体之内,绝不将定义赋予它,有时仅赋予名称;因为白存在于身体之中,绝不将定义赋予身体(因为我们不会说身体是‘分解视觉的颜色’,而若要说,则是‘接受分解视觉之颜色的三维延展物’),然而它赋予名称;因为我们说‘白色的身体’。而德性则既不将名称也不将定义赋予主体;因为分有德性的人并不被称为‘德性者’,而是被称为‘善者’。在赋予名称的事物中,有些是同名异义地赋予,这些是罕见的,有些是派生名地赋予;同名异义地赋予,如由‘文法’而称‘文法女子’,由‘音乐’而称‘音乐女子’;而派生名地赋予(这也是绝大多数),如由‘勇敢’而有‘勇敢者’,由‘文法’而有‘文法家’,由‘白’而有‘白色者’,以及诸如此类的其他事物。
- 2.4εἴχομεν ὑπολαμβάνειν
未完成过去时动词 εἴχομεν 后接不定式 ὑπολαμβάνειν,在条件句的归结节中不带 ἄν,表达过去必然性或与事实相反的推论(“我们本就会认为”)。
- 2.5τῶν καθ’ ὑποκειμένου λεγομένων ἀναγκαῖον καὶ τὸ ὄνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου
无人称句式 ἀναγκαῖον [ἐστί] 引出对格不定式结构(καὶ τὸ ὄνομα καὶ τὸν λόγον κατηγορεῖσθαι)作为主语。句首属格短语 τῶν καθ’ ὑποκειμένου λεγομένων 作为关涉属格,提示讨论的主题(“关于就主体而言的事物”)。
- 2.5τῶν τοῦ ὀνόματος μεταδιδόντων τὰ μὲν ὁμωνύμως μεταδίδωσιν, ἅπερ ἐστὶ καὶ σπάνια, τὰ δὲ παρωνύμως
句首属格短语 τῶν τοῦ ὀνόματος μεταδιδόντων 是表示整体的部分属格,统摄其后的中性复数主语 τὰ μέν ... τὰ δέ。依照希腊语常规句法,中性复数主语搭配第三人称单数动词 μεταδίδωσιν。
