← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§53.17-55.2

第一实体与第二实体的划分性质

注疏者探究了亚里士多德将实体划分为第一实体与第二实体时所采用的划分性质,论证该划分既非属划分为种,亦非整体划分为部分,更非同名异义词划分为各义,而仅是被枚举诸项的次序排列。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3

" Δεύτεραι δὲ οὐσίαι λέγονται." Ἄξιον δὲ ζητῆσαι ἐνταῦθα ποίῳ τρόπῳ κέχρηται διαιρέσεως ἐν τῇ οὐσίᾳ· τῶν γὰρ διαιρουμένων τὰ μὲν ὡς γένος εἰς εἴδη διαιροῦνται ὡς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, τὰ δὲ ὡς ὅλον εἰς μέρη ὡς τὸ σῶμα εἰς χεῖρας καὶ πόδας καὶ κεφαλὴν καὶ τὰ λοιπά, τὰ δὲ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα ὡς ὁ μῦς εἴς τε τὸν θαλάσσιον καὶ τὸν γηγενῆ. ἴδωμεν οὖν εἰ κατὰ μίαν τῶν διαιρέσεων τούτων διαιρεῖ τὴν οὐσίαν εἴς τε τὴν πρώτην καὶ τὴν δευτέραν. φαμὲν οὖν ὅτι πρῶτον μὲν οὐκ ἔστιν ἡ διαίρεσις αὕτη τῶν ὡς γένος εἰς εἴδη διαιρουμένων· παρακολουθεῖ γὰρ τῇ τοιαύτῃ διαιρέσει τὸ ἀναιρεθέντος ἑνὸς εἴδους μὴ συναναιρεῖσθαι τὰ λοιπά·1 ἀναιρεθέντος γὰρ ἀνθρώπου οὐ συναναιρεῖται τὰ λοιπὰ ζῷα, ἅπερ εἰσὶν εἴδη τοῦ ζῴου· ἐνταῦθα μέντοι ἀναιρεθείσης τῆς δευτέρας οὐσίας συναναιρεῖται καὶ ἡ πρώτη· γένους γὰρ καὶ εἴδους μὴ ὄντος οὐδὲ ἄτομα ἔσται. ἄλλως τε οὐδὲν εἶδος ἕτερον εἶδος περιέχειν δύναται τῶν κατὰ τὴν αὐτὴν διαίρεσιν ἀντιδιαιρεθέντων ἀλλήλοις· οὐδὲ γὰρ περιέχει ὁ ἄνθρωπος τὸν ἵππον, εἰ εἰς ταῦτα διαιρεθείη τὸ ζῷον, ἀλλ’ οὐδὲ τὸ λογικὸν ζῷον πάλιν περιέχει τὸ ἄλογον ἢ ἔμπαλιν, εἰ ἡ τοῦ ζῴου διαίρεσις εἰς αὐτὰ πάλιν γίνεται. ἀλλ’ οὐδὲ ὅλως οὕτως διαιρεῖν δυνατὸν ὡς θάτερον ἐν θατέρῳ περιέχεσθαι, οἷον ὅτι τοῦ ζῴου τὸ μὲν ἄλογον τὸ δὲ ἵππος· περιέχεται γὰρ ἐν τῷ ἀλόγῳ καὶ ὁ ἵππος· οὔτε γὰρ ἀντιδιαιρεῖται τῷ περιέχοντι τὸ περιεχόμενον. λέγομεν δὲ τοῦ ζῴου τὸ μὲν ἄλογον εἶναι τὸ δὲ λογικόν, ἐπειδὴ ἴσην ἀπόστασιν τοῦ γένους ἀφεστηκότα ταῦτα οὐδέτερον ἐν ἑτέρῳ περιέχεται. ἐνταῦθα μέντοι γε ἡ δευτέρα οὐσία τὴν πρώτην περιέχει· περιεκτικὸν γὰρ τὸ εἶδος τῶν ἀτόμων καὶ ἔτι μᾶλλον τὸ γένος. οὐκ ἄρα ὡς γένος εἰς εἴδη διεῖλε τὴν οὐσίαν εἰς πρώτην καὶ δευτέραν. ἀλλὰ μὴν οὔτε ὡς ὅλον εἰς μέρη οὔτε ὁμοιομερῆ οὔτε ἀνομοιομερῆ· οὐδὲ γὰρ οἷόν τε ἐν ταύτῃ τῇ διαιρέσει ἀντιδιαιρεῖν τῷ ὅλῳ τὸ μέρος, ἀλλὰ τὰ μέρη τοῖς μέρεσιν· οὐδὲ γὰρ λέγομεν ‘τῆς χειρὸς τὸ μέν ἐστι χεὶρ τὸ δὲ δάκτυλος’· περιέχεται γὰρ ἐν τῇ χειρὶ καὶ ὁ δάκτυλος. ἐνταῦθα δὲ τῷ ὅλῳ τὸ μέρος ἀντιδιαιρεῖται· καὶ γὰρ περιέχεται ἐν τῇ πρώτῃ καὶ ἡ δευτέρα. ἄλλως τε ἐπὶ τῶν ὡς ἀνομοιομερῶν διαιρουμένων οὐ μεταδίδωσι τὸ ὅλον τῷ οἰκείῳ μέρει τοῦ ὀνόματος, ὥσπερ ἔχει ἐπὶ τοῦ προσώπου· οὐ γὰρ τὸ μέρος, εἰ τύχοι τὸ στόμα, λέγεται πρόσωπον. ἐνταῦθα δὲ ἑκάτερον τῶν μερῶν τῷ τοῦ ὅλου ὀνόματι οὐσία κέκληται. πάλιν τὰ ὡς ὁμοιομερῆ διαιρούμενα τὴν τοῦ ὅλου ἔχουσιν ὀνομασίαν καὶ τὸν ὁρισμόν, ὡς ἐπὶ τῆς σαρκός· ὁμοίως γὰρ τὸ τῆς σαρκὸς μέρος σὰρξ κέκληται καὶ τὸν ὁρισμὸν δὲ τὸν τῆς σαρκὸς ἐπιδέχεται. ἐνταῦθα δὲ εἰ καὶ κοινωνεῖ ἡ πρώτη τῇ δευτέρᾳ κατὰ τοὔνομα, ἀλλ’ οὐχὶ καὶ κατὰ τὸν ὁρισμόν· οὐ γὰρ ἕνα ὁρισμὸν ἀποδώσεις ζῴου ἢ ἀνθρώπου καὶ Σωκράτους· ὅλως γὰρ τῶν καθ’ ἕκαστον οὐδὲ ὁρισμὸς ἔστιν, ἀνθρώπου δὲ καὶ ζῴου ἔστιν ὁρισμός. οὐκοῦν οὐδὲ ὡς ὅλον εἰς μέρη διῄρηται ἡ οὐσία οὔτε εἰς ἀνομοιομερῆ οὔτε εἰς ὁμοιομερῆ. ἀλλ’ οὐδὲ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα· ἡ γὰρ τοιαύτη διαίρεσις τοῦ ὀνόματος μεταδιδοῦσα μόνον τοῦ αὐτοῦ τοῖς τμήμασι τῆς τοῦ πράγματος κοινωνίας οὐ μεταδίδωσιν, ὡς ἄνθρωπος ὁ ἀληθινός τε καὶ ὁ γεγραμμένος. ἐνταῦθα μέντοι γε ἔστι τις κοινωνία τῆς τε πρώτης καὶ τῆς δευτέρας οὐσίας καὶ κατὰ τὸν ὁρισμόν· κοινὸν γὰρ ἐπ’ ἀμφοῖν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. τί οὖν φαμεν; ὅτι οὐκ ἔστι διαίρεσις ὅλως ἡ ἐνταῦθα ἡμῖν παραδιδομένη, τάξις δὲ μόνη τῶν ἀπηριθμημένων, ὡς εἴ τις λέγει τῶν ἀρχῶν τοῦ λόγου τὰ μὲν εἶναι στοιχεῖα τὰ δὲ συλλαβὰς τὰ δὲ ὀνόματα καὶ ῥήματα,2 ἤ τινων ἀνθρώπων ἐφεξῆς καθημένων τὸν μὲν εἶναι πρῶτον λέγει τὸν δὲ δεύτερον· τάξεως γάρ ἐστιν, οὐ διαιρέσεως τὸ τοιοῦτον.

“而被称为第二实体的……” 此处值得探究,他在实体上究竟使用了何种划分方式;因为在被划分的事物中,有些是作为属划分为种,如动物划分为有理性的与无理性的;有些是作为整体划分为部分,如身体划分为手、足、头及其他部分;有些则是作为同名异义的语词划分为不同的含义,如鼠划分为海中之鼠与地上所生之鼠。那么,让我们来看看他是否依据这些划分中的某一种将实体划分为第一实体和第二实体。于是我们说,首先,这一划分并非属于作为属划分为种的事物;因为此类划分伴随着这样的情况:当一个种被取消时,其余的种并不一同被取消;因为当人被取消时,其余的动物(它们是动物的诸种)并不一同被取消;然而在此处,当第二实体被取消时,第一实体也一同被取消;因为若没有属和种,个体也不会存在。此外,按照同一划分彼此并立划分的诸种中,没有一个种能够包含另一个种;因为如果动物被划分为这些,人并不包含马,而如果动物的划分再次划归为这些,有理性动物也不包含无理性动物,反之亦然。甚至全然不可能这样来划分,使得一方包含在另一方之内,比如主张动物的一方是无理性的,另一方是马;因为马也包含在无理性者之内;因为被包含者不与包含它的事物相并立划分。我们说动物的一方是无理性的,另一方是有理性的,是因为它们与属相距相等的距离,二者均不包含在另一方之内。然而在此处,第二实体包含着第一实体;因为种包含着个体,属更是如此。因此,他并不是像作为属划分为种那样将实体划分为第一实体和第二实体。再者,也不是像作为整体划分为部分那样,无论划分为同质部分还是异质部分;因为在此类划分中,不可能将部分与整体相并立划分,而只能将部分与其他部分相并立划分;因为我们并不说“手的一方是手,另一方是手指”;因为手指也包含在手之内。但在此处,部分是与整体相并立划分的;因为在第一实体之内第二实体也被包含。此外,在作为异质部分被划分的事物上,整体并不将名称赋予其自身的部分,正如在面孔上的情形;因为如果恰好是嘴,该部分并不被称为面孔。但在此处,每一个部分都以整体的名称被称为实体。反之,作为同质部分被划分的事物,则具有整体的名称和定义,正如在肉上的情形;因为肉的部分同样被称为肉,并且也接受肉的定义。但在此处,即便第一实体在名称上与第二实体共通,但在定义上却并不共通;因为你不会对动物或人以及对苏格拉底给出同一个定义;因为对于个别事物总归根本没有定义,而对于人与动物则存在定义。因此,实体并不是作为整体划分为部分,既非划分为异质部分,亦非划分为同质部分。再者,也不是作为同名异义的语词划分为不同的含义;因为此类划分仅将相同的名称赋予各个分支,而不赋予事物的共通性,正如真实的人与画像中的人。然而在此处,第一实体和第二实体即便在定义上也有某种共通性;因为不在主体之内对于二者而言是相通的。那么我们究竟要说什么呢?我们说,此处向我们传授的全然不是划分,而仅仅是被枚举之物的顺序排列,正如有人说言辞的本原中,有些是字母,有些是音节,有些是名词和动词;或者如同有人说相继坐着的某些人中,一个是第一位,另一个是第二位;因为此类事情属于次序,而不属于划分。

语法注2 条
  1. 2.3παρακολουθεῖ γὰρ τῇ τοιαύτῃ διαιρέσει τὸ ἀναιρεθέντος ἑνὸς εἴδους μὴ συναναιρεῖσθαι τὰ λοιπά

    主要动词 παρακολουθεῖ 的主语是由冠词 τὸ 引导的不定式短语 τὸ μὴ συναναιρεῖσθαι τὰ λοιπά(其余者并不一同被取消)。其内部插入了作时间/条件状语的独立属格 ἀναιρεθέντος ἑνὸς εἴδους(当一个种被取消时),而与格 τῇ τοιαύτῃ διαιρέσει(此类划分)则前置作为其间接宾语。

  2. 2.3τῶν ἀρχῶν τοῦ λόγου τὰ μὲν εἶναι στοιχεῖα τὰ δὲ συλλαβὰς τὰ δὲ ὀνόματα καὶ ῥήματα

    作为动词 λέγει 的宾语的宾格加不定式结构。句首的属格 τῶν ἀρχῶν τοῦ λόγου 是表示整体的部分属格(“在言辞的本原中”),统辖充当宾格主语的 τὰ μέν ... τὰ δέ ... τὰ δέ(有些……有些……还有些……)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:53.17-55.2